1 John, Chapter 2
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 322.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1τεκνια μου ταυτα γραφω ϋμιν ϊνα μη αμαρτητε και εαν τιϲ αμαρτη παρακλητον εχομεν προϲ τον πρα ιν χν δικαιον 2και αυτοϲ ϊλαϲμοϲ εϲτιν περι των αμαρτιων ημων ου περι των ημετερων δε μονον αλλα και περι ολου του κοϲμου 3και εν τουτω γινωϲκομεν οτι εγνωκαμεν αυτον εαν ταϲ εντολαϲ αυτου φυλαξωμεν 4ο λεγων οτι εγνωκα αυτον και ταϲ ετολαϲ αυτου μη τηρων ψευϲτηϲ εϲτι και η αληθια του θυ ουκ εϲτιν 5οϲ δ αν τηρη αυτου τον λογον αληθωϲ εν τουτω η αγαπη του θυ τετελειωται εν τουτω γινωϲκομεν οτι εν αυτω εϲμεν 6ο λεγων εν αυτω μενιν οφιλει καθωϲ εκεινοϲ περιεπατηϲεν και αυτοϲ ουτωϲ περιπατειν 7αγαπητοι ουκ εντολην καινην γραφω υμιν αλλ εντολην παλαιαν ην ειχετε απ αρχηϲ η εντολη η παλαια εϲτιν ο λογοϲ ον ηκουϲατε 8παλιν εντολην καινη γραφω υμιν ο εϲτιν αληθεϲ και εν αυτω και εν υμιν οτι η ϲκοτια παραγεται και το φωϲ τον αληθινον ηδη φαινει
Compare: Tischendorf 8th edition (1869)
1Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον· 2καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. 3καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 4ὁ λέγων ὅτι ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· 5ὃς δ’ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν· 6ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ αὐτὸς οὕτως περιπατεῖν. 7Ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ’ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε. 8πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
1My little children, these things write I unto you, that ye sin not. And if any man sin, we have an advocate with the Father, Jesus Christ the righteous: 2And he is the propitiation for our sins: and not for ours only, but also for the sins of the whole world. 3And hereby we do know that we know him, if we keep his commandments. 4He that saith, I know him, and keepeth not his commandments, is a liar, and the truth is not in him. 5But whoso keepeth his word, in him verily is the love of God perfected: hereby know we that we are in him. 6He that saith he abideth in him ought himself also so to walk, even as he walked. 7Brethren, I write no new commandment unto you, but an old commandment which ye had from the beginning. The old commandment is the word which ye have heard from the beginning. 8Again, a new commandment I write unto you, which thing is true in him and in you: because the darkness is past, and the true light now shineth.
9ο λεγων εν τω φωτι ειναι και το αδελφον αυτου μειϲων ψευϲτηϲ εϲτιν και εν τη ϲκοτια εϲτιν εωϲ αρτι 10ο αγαπω τον αδελφον αυτου εν τω φωτι μενει και ϲκανδαλον ουκ εϲτιν εν αυτω 11ο δε μιϲω τον αδελφον αυτου εν τη ϲκοτια εϲτι και εν τη ϲκοτια περιπατει και ουκ οιδεν που ϋπαγει οτι η ϲκοτια ετυφλωϲεν τουϲ οφθαλμουϲ αυτου 12γραφω υμιν τεκνια οτι αφεονται ϋμιν αι αμαρτιαι δια το ονομα αυτου 13γραφω ϋμιν πατερεϲ οτι εγνωκατε τον απ αρχηϲ γραφω υμιν νεανιϲκοι οτι νενικηκατε το πονηρον 14εγραψα υμιν παιδια οτι εγνωκατε τον πατερα · εγραψα υμιν πατερεϲ οτι εγνωκατε τον απ αρχηϲ εγραψα ϋμιν νεανιϲκοι οτι ιϲχυροι εϲτε και ο λογοϲ του θυ εν υμιν μενει και νενικηκατε τον πονηρο 15μη αγαπατε τον κοϲμον μηδε τα εν τω κοϲμω εαν τιϲ αγαπα τον κοϲμον ουκ εϲτι η αγαπη του πατροϲ εν αυτω 16οτι παν το εν τω κοϲμω η επιθυμια τηϲ ϲαρκοϲ και η επιθυμια των οφθαλμω και η αλαζονια του βιου ουκ εϲτι εκ του πατροϲ αλλ εκ του κοϲμου εϲτιν
Compare: Tischendorf 8th edition (1869)
9ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. 10ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον οὐκ ἔστιν ἐν αὐτῷ· 11ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ. 12Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ. 13γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα. 14ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν. 15μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· 16ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρὸς ἀλλ’ ἐκ τοῦ κόσμου ἐστίν.
9He that saith he is in the light, and hateth his brother, is in darkness even until now. 10He that loveth his brother abideth in the light, and there is none occasion of stumbling in him. 11But he that hateth his brother is in darkness, and walketh in darkness, and knoweth not whither he goeth, because that darkness hath blinded his eyes. 12I write unto you, little children, because your sins are forgiven you for his name’s sake. 13I write unto you, fathers, because ye have known him that is from the beginning. I write unto you, young men, because ye have overcome the wicked one. I write unto you, little children, because ye have known the Father. 14I have written unto you, fathers, because ye have known him that is from the beginning. I have written unto you, young men, because ye are strong, and the word of God abideth in you, and ye have overcome the wicked one. 15Love not the world, neither the things that are in the world. If any man love the world, the love of the Father is not in him. 16For all that is in the world, the lust of the flesh, and the lust of the eyes, and the pride of life, is not of the Father, but is of the world.
17και ο κοϲμοϲ παραγεται και η επιθυμια αυτου ο δε ποιων το θελημα του θυ μενει ειϲ τον αιωνα 18παιδια εϲχατη ωρα εϲτιν και καθωϲ ηκουϲατε οτι αντιχριϲτοϲ ερχεται και νυν αντιχριϲτοι πολλοι γεγοναϲιν οθεν γινωϲκομεν οτι εϲχατη ωρα εϲτιν · 19εξ ημων εξηλθον αλλ ουκ ηϲαν εξ ημων ει γαρ ηϲαν εξ ημων μεμενηκιϲαν αν μεθ ημων αλλ ϊνα φανερωθωϲιν οτι ουκ ειϲιν παντεϲ εξ ημων 20και ϋμιϲ χριϲμα εχετε απο του αγιου και οιδαται παντεϲ 21ουκ εγραψα ϋμιν οτι ουκ οιδατε την αληθιαν αλλ οτι οιδαται αυτην και οτι παν ψευδοϲ εκ τηϲ αληθιαϲ ουκ εϲτιν · 22τιϲ εϲτιν ο ψευϲτηϲ ει μη ο αρνουμενοϲ οτι ιϲ ουκ εϲτιν ο χϲ ουτοϲ εϲτιν ο αντιχριϲτοϲ ο αρνουμενοϲ κ(αι) τον πρα και τον υν 23παϲ ο αρνουμενοϲ τον υν ουδε τον πατερα εχει ο ομολογων τον υν και τον πατερα εχει 24ϋμειϲ ο ακηκοατε απ αρχηϲ εν υμιν μενετω εαν υμιν μινη ο ακηκοατε απ αρχηϲ και υμειϲ ε τω πατρι και εν τω υϊω μενειτε
Compare: Tischendorf 8th edition (1869)
17καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα. 18Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν· ἀλλ’ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. 20καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου, καὶ οἴδατε πάντες. 21οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ’ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. 22τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει. 24ὑμεῖς ὃ ἠκούσατε ἀπ’ ἀρχῆς ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε.
17And the world passeth away, and the lust thereof: but he that doeth the will of God abideth for ever. 18Little children, it is the last time: and as ye have heard that antichrist shall come, even now are there many antichrists; whereby we know that it is the last time. 19They went out from us, but they were not of us; for if they had been of us, they would no doubt have continued with us: but they went out, that they might be made manifest that they were not all of us. 20But ye have an unction from the Holy One, and ye know all things. 21I have not written unto you because ye know not the truth, but because ye know it, and that no lie is of the truth. 22Who is a liar but he that denieth that Jesus is the Christ? He is antichrist, that denieth the Father and the Son. 23Whosoever denieth the Son, the same hath not the Father: (but) he that acknowledgeth the Son hath the Father also. 24Let that therefore abide in you, which ye have heard from the beginning. If that which ye have heard from the beginning shall remain in you, ye also shall continue in the Son, and in the Father.
25και αυτη εϲτιν η επαγγελια ην αυτοϲ επηγγιλατο ημιν την ζωην τη αιωνιον 26ταυτα δε εγραψα ϋμιν περι των πλανωτων ϋμαϲ 27και ϋμιϲ το χριϲμα ο ελαβετε απ αυτου μενει εν υμιν και ου χριαν εχετε ϊνα τιϲ διδαϲκη ϋμαϲ αλλ ωϲ το αυτου πνα διδαϲκει ϋμαϲ περι παντω και αληθηϲ εϲτι και ουκ εϲτιν ψευδοϲ και καθωϲ εδιδαξεν ϋμαϲ μενετε εν αυτω 28ϊνα εαν φανερωθη εχωμεν παρρηϲιαν και μη αιϲχυθωμεν εν τη παρουϲια αυτου απ αυτου · 29εαν ειδητε οτι δικαιοϲ εϲτιν γινωϲκετε οτι και παϲ ο ποιων την δικαιοϲυνην εξ αυτου γεγεννηται
Compare: Tischendorf 8th edition (1869)
25καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον. 26Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ. 28Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ἐὰν φανερωθῇ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.
25And this is the promise that he hath promised us, even eternal life. 26These things have I written unto you concerning them that seduce you. 27But the anointing which ye have received of him abideth in you, and ye need not that any man teach you: but as the same anointing teacheth you of all things, and is truth, and is no lie, and even as it hath taught you, ye shall abide in him. 28And now, little children, abide in him; that, when he shall appear, we may have confidence, and not be ashamed before him at his coming. 29If ye know that he is righteous, ye know that every one that doeth righteousness is born of him.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library