1 Peter, Chapter 1
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 319.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1πετροϲ αποϲτολοϲ ιυ χυ εκλεκτοιϲ κ(αι) παρεπιδημοιϲ διαϲποραϲ ποντου γαλατειαϲ καππαδοκειαϲ και βιθυνιαϲ 2κατα προγνωϲιν θυ πατροϲ εν αγιαϲμω πνϲ ειϲ ϋπακοην και ραντιϲμον αιματοϲ ιυ χυ · χαριϲ υμιν και ειρηνη πληθυνθιη 3ευλογητοϲ ο θϲ και πατηρ του κυ ημω ιυ χυ ο κατα το πολυ αυτου ελεοϲ αναγεννηϲαϲ ημαϲ ειϲ ελπιδα ζωϲαν δια αναϲταϲεωϲ ιυ χυ εκ νεκρων 4ειϲ κληρονομιαν αφθαρτον και αμαραντον και αμιατον τετηρημενο εν ουρανω ειϲ ϋμαϲ 5τουϲ εν δυναμι θυ φρουρουμενουϲ δια πιϲτεωϲ ειϲ ϲωτηριαν ετοιμωϲ αποκαλυφθηναι εν καιρω εϲχατω 6εν ω αγαλλιαϲθε ολιγο αρτι ει δεον λυπηθενταϲ εν ποικιλοιϲ πιραϲμοιϲ 7ϊνα το δοκιμιον ϋμων τηϲ πιϲτεωϲ πολυτιμοτερον χρυϲιου του απολλυμενου δια πυροϲ δε δοκιμαζομενου ευρεθη ειϲ επενο και δοξαν και τιμη εν αποκαλυψει ιυ χυ 8ον ουκ ιδοντεϲ αγαπατε ειϲ ον αρτι μη ορωντεϲ πιϲτευοντεϲ δε αγαλλιαϲθαι χαρα ανεκλαλητω και δεδοξαϲμενη
Compare: Tischendorf 8th edition (1869)
1Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, 2κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. 3Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, 4εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς 5τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. 6ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, 7ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. 8ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
1Peter, an apostle of Jesus Christ, to the strangers scattered throughout Pontus, Galatia, Cappadocia, Asia, and Bithynia, 2Elect according to the foreknowledge of God the Father, through sanctification of the Spirit, unto obedience and sprinkling of the blood of Jesus Christ: Grace unto you, and peace, be multiplied. 3Blessed be the God and Father of our Lord Jesus Christ, which according to his abundant mercy hath begotten us again unto a lively hope by the resurrection of Jesus Christ from the dead, 4To an inheritance incorruptible, and undefiled, and that fadeth not away, reserved in heaven for you, 5Who are kept by the power of God through faith unto salvation ready to be revealed in the last time. 6Wherein ye greatly rejoice, though now for a season, if need be, ye are in heaviness through manifold temptations: 7That the trial of your faith, being much more precious than of gold that perisheth, though it be tried with fire, might be found unto praise and honour and glory at the appearing of Jesus Christ: 8Whom having not seen, ye love; in whom, though now ye see him not, yet believing, ye rejoice with joy unspeakable and full of glory:
9κομιζομενοι το τελοϲ τηϲ πιϲτεωϲ ϋμων ϲωτηριαν ψυχων 10περι ηϲ ϲωτηριαϲ εξεζητηϲαν και εξηραυνηϲαν προφηται οι περι τηϲ ειϲ ϋμαϲ χαριτοϲ προφητευϲαντεϲ 11εραυνωντεϲ ειϲ τινα η ποιον καιρο εδηλου το εν αυτοιϲ πνα χυ προμαρτυρομενον τα ειϲ χν παθηματα και ταϲ μετα ταυτα δοξαϲ 12οιϲ απεκαλυφθη οτι ουχ εαυτοιϲ ϋμιν δε διηκονου αυτα α νυν ανηγγελη υμιν δια των ευαγγελιϲαμενω ϋμαϲ εν πνι αγιω αποϲταλεντι απ ουρανου ειϲ α επιθυμουϲιν αγγελοι παρακυψαι 13διο αναζωϲαμενοι ταϲ οϲφυαϲ τηϲ διανοιαϲ ϋμων νηφοντεϲ τελιωϲ ελπιϲατε επι την φερομενην υμιν χαριν εν αποκαλυψει ιυ χυ 14ωϲ τεκνα υπακοηϲ μη ϲυϲχηματιζομενοι ταιϲ προτερον εν τη αγνοια υμω επιθυμιαιϲ 15αλλα κατα τον καλεϲαν τα ϋμαϲ αγιον και αυτοι αγιοι εν παϲη αναϲτροφη γενηθητε ·16διο γεγραπται αγιοι εϲεϲθαι διοτι εγω αγιοϲ
Compare: Tischendorf 8th edition (1869)
9κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν. 10περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 11ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· 12οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. 13Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. 14ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16διότι γέγραπται ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.
9Receiving the end of your faith, even the salvation of your souls. 10Of which salvation the prophets have enquired and searched diligently, who prophesied of the grace that should come unto you: 11Searching what, or what manner of time the Spirit of Christ which was in them did signify, when it testified beforehand the sufferings of Christ, and the glory that should follow. 12Unto whom it was revealed, that not unto themselves, but unto us they did minister the things, which are now reported unto you by them that have preached the gospel unto you with the Holy Ghost sent down from heaven; which things the angels desire to look into. 13Wherefore gird up the loins of your mind, be sober, and hope to the end for the grace that is to be brought unto you at the revelation of Jesus Christ; 14As obedient children, not fashioning yourselves according to the former lusts in your ignorance: 15But as he which hath called you is holy, so be ye holy in all manner of conversation; 16Because it is written, Be ye holy; for I am holy.
17και ει πατερα επικαλειϲθαι τον απροϲωπολημπτωϲ κρινοντα κατα το εκαϲτου εργον εν φοβω τον τηϲ παροικιαϲ ϋμων χρονο αναϲτρεφομενοι 18ειδοτεϲ οτι ου φθαρτου αργυριου η χρυϲιω ελωυτρωθητε εκ τηϲ ματαιαϲ ϋμων αναϲτροφηϲ πατροπαραδοτου 19αλ̣λα τιμιω αιματι ωϲ αμνου αμωμου και αϲπιλου χυ 20ανεγνωϲμενου μεν προ καταβοληϲ κοϲμου φανερωθεντοϲ δε επ εϲχατου του χρονου δι υμαϲ̣ 21τουϲ δι αυτου πιϲτευοταϲ ειϲ θν τον εγειροντα αυτον εκ νεκρων και δοξαν αυτω δοντα ωϲτε την πιϲτι ϋμων και ελπιδα ειναι ειϲ θν 22ταϲ ψυχαϲ υμω ηγνικοτεϲ εν τη ϋπακοη τηϲ αληθιαϲ ειϲ φιλαδελφιαν ανυποκριτον εκ καθαραϲ καρδιαϲ αλληλουϲ αγαπηϲατε εκτενωϲ 23αναγεγεννημενοι ου̣κ εκ φθοραϲ φθαρτηϲ αλλα αφθαρτου δια λογου ζωντοϲ θυ και μενοντοϲ 24διοτι παϲα ϲαρξ ωϲι χορτοϲ και παϲα η δοξα αυτου ωϲ ανθοϲ χορτου εξηρανθη ο χορτοϲ και το ανθοϲ εξεπεϲεν
Compare: Tischendorf 8th edition (1869)
17καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, 18εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, 20προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς 21τοὺς δι’ αὐτοῦ πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν. 22Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, 23ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος· 24διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν·
17And if ye call on the Father, who without respect of persons judgeth according to every man’s work, pass the time of your sojourning here in fear: 18Forasmuch as ye know that ye were not redeemed with corruptible things, as silver and gold, from your vain conversation received by tradition from your fathers; 19But with the precious blood of Christ, as of a lamb without blemish and without spot: 20Who verily was foreordained before the foundation of the world, but was manifest in these last times for you, 21Who by him do believe in God, that raised him up from the dead, and gave him glory; that your faith and hope might be in God. 22Seeing ye have purified your souls in obeying the truth through the Spirit unto unfeigned love of the brethren, see that ye love one another with a pure heart fervently: 23Being born again, not of corruptible seed, but of incorruptible, by the word of God, which liveth and abideth for ever. 24For all flesh is as grass, and all the glory of man as the flower of grass. The grass withereth, and the flower thereof falleth away:
25το δε ρημα κυ μενει ειϲ τον αιωνα τουτο δε εϲτιν το ρημα το ευαγγελιϲθεν ειϲ υμαϲ
Compare: Tischendorf 8th edition (1869)
25τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
25But the word of the Lord endureth for ever. And this is the word which by the gospel is preached unto you.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library