Galatians, Chapter 1
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 278.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1παυλοϲ αποϲτολοϲ ουκ απ ανθρωπω ουδε δι ανου αλλα δια ιυ χυ και θυ πατροϲ του εγιραντοϲ αυτων εκ νεκρω 2και οι ϲυν εμοι πατεϲ αδελφοι ταιϲ εκκληϲιαιϲ τηϲ γαλατιαϲ 3χαριϲ υμιν κ(αι) ειρηνη απο θυ πατροϲ ημων και κυ ιυ χυ 4του δοντοϲ εαυτον περι των αμαρτιων ημω οπωϲ εξεληται ημαϲ εκ του αιωνοϲ του ενεϲτωτοϲ πονηρου κατα θελημα του θυ και πατροϲ ημων 5ω η δοξα ειϲ τουϲ αιωναϲ των αιωνων αμην 6θαυμαζω οτι ουτωϲ ταχεωϲ μετατιθεϲθαι απο του καλεϲαντοϲ υμαϲ εν χαριτι χυ ειϲ ετερο ευαγγελιον 7ο ουκ εϲτιν αλλο ει μη τινεϲ ειϲιν οι ταραϲϲοντεϲ ϋμαϲ μεταϲτρεψαι το ευαγγελιον του χυ 8αλλα και εαν ημειϲ η αγγελοϲ εξ ουρανου ευαγγελιϲηται παρ ο ευηγγελιϲαμεθα υμιν αναθεμα εϲτω
Compare: Tischendorf 8th edition (1869)
1Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, 2καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· 3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 4τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, 5ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 6Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον, 7ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. 8ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
1Paul, an apostle, (not of men, neither by man, but by Jesus Christ, and God the Father, who raised him from the dead;) 2And all the brethren which are with me, unto the churches of Galatia: 3Grace be to you and peace from God the Father, and from our Lord Jesus Christ, 4Who gave himself for our sins, that he might deliver us from this present evil world, according to the will of God and our Father: 5To whom be glory for ever and ever. Amen. 6I marvel that ye are so soon removed from him that called you into the grace of Christ unto another gospel: 7Which is not another; but there be some that trouble you, and would pervert the gospel of Christ. 8But though we, or an angel from heaven, preach any other gospel unto you than that which we have preached unto you, let him be accursed.
9ωϲ προειρηκα και αρτι παλιν λεγω ει τιϲ ϋμαϲ ευαγγελιζεται παρ ο παρελαβετε αναθεμα εϲτω 10αρτι γαρ ανθρωπουϲ πιθω η τον θν η ζητω ανθρωποιϲ αρεϲκιν ει ετι ανθρωποιϲ ηρεϲκο χυ δουλοϲ ουκ αν ημην 11γνωριζω δε ϋμιν αδελφοι το ευαγγελιον το ευαγγελιϲθεν ϋπ εμου οτι ουκ εϲτιν κατα ανθρωπον 12ουδε γαρ εγω παρα ανθρωπου παρελαβον αυτο ουδε εδιδαχθην αλλα δι αποκαλυψεωϲ ιυ χυ 13ηκουϲατε γαρ την εμην αναϲτροφη ποτε εν τω ιουδαϊϲμω οτι καθ υπερβολην εδιωκον την εκκληϲιαν του θυ και επορθουν αυτην 14και προεκοπτο εν τω ϊουδαιϲμω ϋπερ πολλουϲ ϲυνηλικιωταϲ εν τω γενι μου περιϲϲοτερωϲ ζηλωτηϲ ϋπαρχων των πατρικων μου παραδοϲεων 15οτε δε ευδοκηϲεν ο θϲ ο αφοριϲαϲ με εκ κοιλιαϲ μητροϲ μου και καλεϲαϲ δια τηϲ χαριτοϲ αυτου 16αποκαλυψαι τον υν αυτου εν εμοι ϊνα ευαγγελιζωμαι αυτον εν τοιϲ εθνεϲιν ευθεωϲ ου προϲανεθεμη ϲαρκι και αιματι
Compare: Tischendorf 8th edition (1869)
9ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. 10ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. 11Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· 12οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. 13ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν, 14καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 15ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
9As we said before, so say I now again, If any man preach any other gospel unto you than that ye have received, let him be accursed. 10For do I now persuade men, or God? or do I seek to please men? for if I yet pleased men, I should not be the servant of Christ. 11But I certify you, brethren, that the gospel which was preached of me is not after man. 12For I neither received it of man, neither was I taught it, but by the revelation of Jesus Christ. 13For ye have heard of my conversation in time past in the Jews’ religion, how that beyond measure I persecuted the church of God, and wasted it: 14And profited in the Jews’ religion above many my equals in mine own nation, being more exceedingly zealous of the traditions of my fathers. 15But when it pleased God, who separated me from my mother’s womb, and called me by his grace, 16To reveal his Son in me, that I might preach him among the heathen; immediately I conferred not with flesh and blood:
17ουδε ανηλθον ειϲ ϊεροϲολυμα προϲ τουϲ προ εμου αποϲτολουϲ αλλα απηλθον ειϲ αραβιαν κ(αι) παλιν ϋπεϲτρεψα ειϲ δαμαϲκον18επειτα μετα τρια ετη ανηλθον ειϲ ιεροϲολυμα ϊϲτορηϲαι κηφαν και επεμεινα προϲ αυτο ημεραϲ δεκαπεντε 19ετερον δε των αποϲτολων ουκ ιδον ει μη ϊακωβο τον αδελφον του κυ 20α δε γραφω ϋμι ιδου ενωπιον του θυ οτι ου ψευδομαι 21επειτα ηλθον ειϲ τα κλιματα τηϲ ϲυριαϲ και κιλικιαϲ 22ημη δε αγνοουμενοϲ τω προϲωπω ταιϲ εκκληϲιαιϲ τηϲ ϊουδαιαϲ ταιϲ εν χω 23μονον δε ακουοτεϲ ηϲαν οτι ο διωκων ημαϲ ποτε νυν ευαγγελιζεται την πιϲτιν ην ποτε επορθει 24και εδοξαζον εν εμοι τον θν
Compare: Tischendorf 8th edition (1869)
17οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. 18ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· 19ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου. 20ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι. 21ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. 22ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ, 23μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει, 24καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.
17Neither went I up to Jerusalem to them which were apostles before me; but I went into Arabia, and returned again unto Damascus. 18Then after three years I went up to Jerusalem to see Peter, and abode with him fifteen days. 19But other of the apostles saw I none, save James the Lord’s brother. 20Now the things which I write unto you, behold, before God, I lie not. 21Afterwards I came into the regions of Syria and Cilicia; 22And was unknown by face unto the churches of Judaea which were in Christ: 23But they had heard only, That he which persecuted us in times past now preacheth the faith which once he destroyed. 24And they glorified God in me.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library