Luke, Chapter 2
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 229.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1εγενετο δε εν ταιϲ ημεραιϲ εκιναιϲ εξηλθεν δογμα παρα καιϲαροϲ αγουϲτου απογραφεϲθε παϲαν την οικουμενην ˙ 2αυτην απογραφην εγενετο πρωτη ηγεμονευοντοϲ τηϲ ϲυριαϲ κυρηνιου 3και επορευοντο εκαϲτοϲ απογραφεϲθε ειϲ την εαυτων πολιν 4ανεβη δε και ϊωϲηφ απο τηϲ γαλιλαιαϲ εκ πολεωϲ ναζαρεθʼ ειϲ την ϊουδαιαν ειϲ την πολιν δαδ ητιϲ καλειται βηθλεεμ δια το ειναι αυτον εξ οικου και πατριαϲ δαδ 5απογραφεϲθαι ϲυν μαριαμ τη εμνηϲτευμενη αυτω ουϲη ενκυω 6εγενετο δε εν τω ειναι αυτουϲ εκει επληϲθηϲαν αι ημεραι του τεκι αυτην 7και ετεκε τον υν αυτηϲ τον πρωτοτοκον και εϲπαργανωϲεν αυτον και ανεκλινεν αυτον επι φατνη διοτι ουκ η αυτοιϲ τοποϲ εν τω καταλυματι 8και ποιμαινεϲ ηϲα εν τη χωρα τη αυτη αγραυλουντεϲ και φυλαϲϲοντεϲ φυλακαϲ τηϲ νυκτοϲ επι την ποιμνην αυτων 9και αγγελοϲ κυ επεϲτη αυτοιϲ και δοξα κυ επελαμψεν αυτοιϲ και εφοβηθηϲαν φοβον μεγαν 10και ειπεν αυτοιϲ ο αγγελοϲ μη φοβιϲθε ϊδου γαρ ευαγγελιζομαι ϋμιν χαραν μεγαλην ητιϲ εϲτιν παντι τω λαω
Compare: Tischendorf 8th edition (1869)
1Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. 2αὕτη ἀπογραφὴ ἐγένετο πρώτη ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. 3καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. 4ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυεὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυείδ, 5ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. 6Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, 7καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. 8Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. 9καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. 10καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ,
1And it came to pass in those days, that there went out a decree from Caesar Augustus, that all the world should be taxed. 2(And this taxing was first made when Cyrenius was governor of Syria.) 3And all went to be taxed, every one into his own city. 4And Joseph also went up from Galilee, out of the city of Nazareth, into Judaea, unto the city of David, which is called Bethlehem; (because he was of the house and lineage of David:) 5To be taxed with Mary his espoused wife, being great with child. 6And so it was, that, while they were there, the days were accomplished that she should be delivered. 7And she brought forth her firstborn son, and wrapped him in swaddling clothes, and laid him in a manger; because there was no room for them in the inn. 8And there were in the same country shepherds abiding in the field, keeping watch over their flock by night. 9And, lo, the angel of the Lord came upon them, and the glory of the Lord shone round about them: and they were sore afraid. 10And the angel said unto them, Fear not: for, behold, I bring you good tidings of great joy, which shall be to all people.
11οτι ετεχθη ϋμιν ϲημερον ϲωτηρʼ οϲ εϲτιν χϲ κϲ εν πολι δαδ 12και τουτο ημι το ϲημιον ευρηϲεται βρεφοϲ εϲϲπαργανωμενον επι φατνη 13και εξεφνηϲ εγενετο ϲυν τω αγγελω πληθοϲ ϲτρατιαϲ ουρανιου αι νουντων τον θν και λεγοντων14δοξα εν υψιϲτοιϲ θω και επι γηϲ ϊρηνη εν ανθρωποιϲ ευδοκιαϲ 15και εγενετο ωϲ απηλθον απ αυτω ειϲ τον ουρανον οι αγγελοι ποιμαινεϲ ελαλουν προϲ αλληλουϲ λεγοντεϲ διελθωμεν δη εωϲ βηθλεεμ και ϊδωμεν το ρημα τουτο το γεγονοϲ ο ο κϲ εγνωριϲεν ημιν 16και ηλθον ϲπευϲαντεϲ και ανευρον την τε μαριαμ και τον ϊωϲηφ και το βρεφοϲ κειμενον εν τη φατνη 17ϊδοντεϲ δε εγνωριϲαν περι του ρηματοϲ του λαληθεντοϲ αυτοιϲ περι του παιδιου τουτου 18και παντεϲ οι ακουϲαντεϲ εθαυμαϲαν περι των λαληθεντω ϋπο των ποιμενων προϲ αυτουϲ 19η δε μαρια παντα ϲυνετηρι τα ρηματα ταυτα ϲυνβαλλουϲα εν τη καρδια αυτηϲ 20και υπεϲτρεψαν οι ποιμαινεϲ δοξαζοντεϲ και αινουντεϲ το θν επι παϲιν οιϲ ηκουϲαν και ϊδον καθωϲ ελαληθη προϲ αυτουϲ
Compare: Tischendorf 8th edition (1869)
11ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν Χριστὸς κύριος ἐν πόλει Δαυείδ· 12καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον ἐν φάτνῃ. 13καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· 14δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας. 15Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥήμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. 16καὶ ἦλθαν σπεύσαντες, καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· 17ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς· 19ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συνβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20καὶ ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ ἴδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
11For unto you is born this day in the city of David a Saviour, which is Christ the Lord. 12And this shall be a sign unto you; Ye shall find the babe wrapped in swaddling clothes, lying in a manger. 13And suddenly there was with the angel a multitude of the heavenly host praising God, and saying, 14Glory to God in the highest, and on earth peace, good will toward men. 15And it came to pass, as the angels were gone away from them into heaven, the shepherds said one to another, Let us now go even unto Bethlehem, and see this thing which is come to pass, which the Lord hath made known unto us. 16And they came with haste, and found Mary, and Joseph, and the babe lying in a manger. 17And when they had seen it, they made known abroad the saying which was told them concerning this child. 18And all they that heard it wondered at those things which were told them by the shepherds. 19But Mary kept all these things, and pondered them in her heart. 20And the shepherds returned, glorifying and praising God for all the things that they had heard and seen, as it was told unto them.
21και οτε επληϲθηϲαν ημεραι οκτω του περιτεμιν αυτον και εκληθη το ονομα αυτου ιϲ το λεχθεν ϋπο του αγγελου προ του ϲυλλημφθηναι αυτη εν τη κοιλια 22και οτε επληϲθηϲαν αι ημεραι του καθαριϲμου αυτων κατα τον νομον μωϋϲεωϲ ανηγαγον αυτον ειϲ ϊεροϲολυμα παραϲτηϲεται τω κω 23καθωϲ γεγραπται εν νομω κυ οτι παν αρϲεν διανοιγων μητραν αγιον τω κω κληθηϲεται 24και του δουναι θυϲια κατα το ειρημενο εν τω νομω κυ ζευγοϲ τρυγονω η δυο νοϲϲουϲ περιϲτερων 25και ϊδου ανθρωποϲ ην εν ϊερουϲαλημʼ ω ονομα αυτου ϲυμεων και ο ανθρωποϲ ουτοϲ δικαιοϲ και ευϲεβηϲ προϲδεχομενοϲ παρακληϲιν του ιηλ κ(αι) πνα ην αγιον επ αυτον 26και ην αυτω κεχρηματιϲμενον ϋπο του πνϲ του αγιου μη ϊδιν θανατον εωϲ αν ϊδη τον χν κυ 27και ηλθεν εν τω πνι ειϲ το ϊερον και εν τω ειϲαγαγειν τουϲ γονειϲ το παιδιον του ποιηϲαι αυτουϲ κατα το ειθιϲμενο του νομου περι αυτου 28και αυτοϲ δε εδεξατο αυτο ειϲ ταϲ αγκαλαϲ και ευλογηϲεν τον θν και ειπεν 29νυν απολλυειϲ τον δουλον ϲου δεϲποτα κατα το ρημα ϲου εν ειρηνη 30οτι ειδον οι οφθαλμοι μου το ϲωτηριον ϲου
Compare: Tischendorf 8th edition (1869)
21Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. 22Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, 23καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, 24καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ, κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν. 25Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἱερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ’ αὐτόν· 26καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἂν ἴδῃ τὸν Χριστὸν κυρίου. 27καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· 29νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· 30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
21And when eight days were accomplished for the circumcising of the child, his name was called JESUS, which was so named of the angel before he was conceived in the womb. 22And when the days of her purification according to the law of Moses were accomplished, they brought him to Jerusalem, to present him to the Lord; 23(As it is written in the law of the Lord, Every male that openeth the womb shall be called holy to the Lord;) 24And to offer a sacrifice according to that which is said in the law of the Lord, A pair of turtledoves, or two young pigeons. 25And, behold, there was a man in Jerusalem, whose name was Simeon; and the same man was just and devout, waiting for the consolation of Israel: and the Holy Ghost was upon him. 26And it was revealed unto him by the Holy Ghost, that he should not see death, before he had seen the Lord’s Christ. 27And he came by the Spirit into the temple: and when the parents brought in the child Jesus, to do for him after the custom of the law, 28Then took he him up in his arms, and blessed God, and said, 29Lord, now lettest thou thy servant depart in peace, according to thy word: 30For mine eyes have seen thy salvation,
31ο ητοιμαϲαϲ κατα προϲωπον πατων των λαων 32φωϲ ειϲ αποκαλυψιν εθνων και δοξαν λαου ϲου ιηλ 33κ(αι) ην ο πατηρ αυτου και η μητηρ αυτου θαυμαζοντεϲ επι τοιϲ λαλουμενοιϲ περι αυτου 34και ηϋλογηϲεν αυτουϲ ϲυμεων και ειπεν προϲ μαριαμ την μρα αυτου ϊδου ουτοϲ κειται ειϲ πτωϲιν και αναϲταϲι πολλων εν τω ιϲλ και ϲημιον αντιλεγομενον 35και ϲου δε αυτηϲ την ψυχην διελευϲεται ρομφαια οπωϲ αν αποκαλυφθωϲιν εκ πολλων καρδιων διαλογιϲμοι πονηροι 36και ην αννα προφητιϲ θυγατηρ φανουηλ εκ φυληϲ αϲηρ αυτη προβεβηκυϊα εν ημεραιϲ πολλαιϲ χηρε̣υ̣ϲαϲα μετα ανδροϲ ετη ζ απο τηϲ παρθενιαϲ αυτηϲ 37και αυτη χηρα εωϲ ετων εβδομηκοντα τεϲϲαρων η ουκ αφιϲτατο εκ του ϊερου νηϲτιαϲ και δεηϲεϲι λατρευουϲα νυκτα και ημεραν 38και αυτη τη ωρα επιϲταϲα ανθωμολογιτο τω θω και ελαλει περι αυτου παϲι τοιϲ προϲδεχομενοιϲ λυτρωϲι ιηλμ 39και ωϲ ετελεϲεν παντα κατα τον νομον κυ επεϲτρεψε ειϲ γαλιλαιαν ειϲ πολιν εαυτων ναζαρετ ˙ 40το δε παιδιο ηϋξανεν και εκραταιουτο πληρουμενον ϲοφιαϲ κ(αι) χαριϲ θυ ην επ αυτο
Compare: Tischendorf 8th edition (1869)
31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. 35καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. 36Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, Ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. 38καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἱερουσαλήμ. 39Καὶ ὡς ἐτέλεσαν πάντα κατὰ τὸν νόμον κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ. 40τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίας, καὶ χάρις θεοῦ ἦν ἐπ’ αὐτό.
31Which thou hast prepared before the face of all people; 32A light to lighten the Gentiles, and the glory of thy people Israel. 33And Joseph and his mother marvelled at those things which were spoken of him. 34And Simeon blessed them, and said unto Mary his mother, Behold, this child is set for the fall and rising again of many in Israel; and for a sign which shall be spoken against; 35(Yea, a sword shall pierce through thy own soul also,) that the thoughts of many hearts may be revealed. 36And there was one Anna, a prophetess, the daughter of Phanuel, of the tribe of Aser: she was of a great age, and had lived with an husband seven years from her virginity; 37And she was a widow of about fourscore and four years, which departed not from the temple, but served God with fastings and prayers night and day. 38And she coming in that instant gave thanks likewise unto the Lord, and spake of him to all them that looked for redemption in Jerusalem. 39And when they had performed all things according to the law of the Lord, they returned into Galilee, to their own city Nazareth. 40And the child grew, and waxed strong in spirit, filled with wisdom: and the grace of God was upon him.
41και επορευοντο οι γονιϲ αυτου κατ εθοϲ ιϲ ιηλμ τη εορτη του παϲχα 42και οτε εγενετο ο̣των ιβ και αναβαινοντων αυτων κατα το εθοϲ τηϲ εορτηϲ 43και τελιωϲαντων ταϲ ημεραϲ εν τω ϋποϲτρεφειν αυτουϲ ϋπεμεινεν ο παιϲ εν ϊερουϲαλημ και ουκ εγνωϲαν οι γονιϲ αυτου 44νομιϲαντεϲ δε αυτο ειναι εν τη ϲυνοδια ηλθον ημεραϲ οδον και ανεζητουν αυτον εν τοιϲ ϲυγγενεϲιν 45και μη ευροντεϲ υπεϲτρεψαν ϊϲ ϊερουϲαλημ ζητουντεϲ αυτο46και εγενετο μετα ημεραϲ τρειϲ ευρον αυτον εν τω ϊερω καθεζομενον εν μεϲω τω διδαϲκαλων κ(αι) ακουοντα αυτω και επηρωτωντα αυτουϲ 47εξιϲτατο δε παντεϲ οι ακουοντεϲ αυτου επι τη ϲυνεϲι και ταιϲ αποκριϲεϲιν αυτου 48και ϊδοντεϲ αυτο εξεπλαγηϲαν και ειπεν προϲ αυτο η μητηρ αυτου τεκνον τι εποιηϲαϲ ημιν ουτωϲ ϊδου ο πατηρ ϲου καγω οδυνωμενοι ζητουμεν ϲε 49και ειπεν προϲ αυτουϲ τι οτι ζητειτε με ουκ ηδειτε οτι εν τοιϲ του πατροϲ μου δι εινε με 50και αυτοι ου ϲυνηκαν το ρημα ο ελαληϲεν αυτοιϲ
Compare: Tischendorf 8th edition (1869)
41Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς, 43καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς, 45καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀναζητοῦντες αὐτόν. 46καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. 49καὶ εἶπεν πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
41Now his parents went to Jerusalem every year at the feast of the passover. 42And when he was twelve years old, they went up to Jerusalem after the custom of the feast. 43And when they had fulfilled the days, as they returned, the child Jesus tarried behind in Jerusalem; and Joseph and his mother knew not of it. 44But they, supposing him to have been in the company, went a day’s journey; and they sought him among their kinsfolk and acquaintance. 45And when they found him not, they turned back again to Jerusalem, seeking him. 46And it came to pass, that after three days they found him in the temple, sitting in the midst of the doctors, both hearing them, and asking them questions. 47And all that heard him were astonished at his understanding and answers. 48And when they saw him, they were amazed: and his mother said unto him, Son, why hast thou thus dealt with us? behold, thy father and I have sought thee sorrowing. 49And he said unto them, How is it that ye sought me? wist ye not that I must be about my Father’s business? 50And they understood not the saying which he spake unto them.
51και κατεβη μετ αυτων και ηλθεν ειϲ ναζαρετʼ και ην υποταϲϲομενοϲ αυτοιϲ και η μητηρ αυτου διετηρι πατα τα ρηματα εν τη καρδια αυτηϲ 52και ο ιϲ προεκοπτεν εν τη ϲοφια και ηλικια και χαριτι θυ και ανθρωποιϲ
Compare: Tischendorf 8th edition (1869)
51καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. 52καὶ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.
51And he went down with them, and came to Nazareth, and was subject unto them: but his mother kept all these sayings in her heart. 52And Jesus increased in wisdom and stature, and in favour with God and man.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library