Mark, Chapter 2
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 218.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1και ειϲελθων παλι ειϲ καφαρναουμ δι ημερων ηκουϲθη οτι εν οικω εϲτιν 2και ϲυνηχθηϲαν πολλοι ωϲτε μηκετι χωριν μηδε τα προϲ την θυραν και ελαλει αυτοιϲ τον λογον 3και ερχονται φεροτεϲ προϲ αυτον παραλυτικον αιρομενον ϋπο · δ · 4και μη δυναμενοι προϲενεγκαι αυτω δια τον οχλον απεϲτεγαϲαν την ϲτεγην οπου ην και εξορυξαντεϲ χαλωϲι τον κραβακτο οπου ο παραλυτικοϲ κατεκειτο 5και ϊδων ο ιϲ την πιϲτιν αυτων λεγει τω παραλυτικω τεκνον μου αφεωνται ϲου αι αμαρτιαι 6ηϲαν δε τινεϲ των γραμματεω εκει καθημενοι και διαλογιζομενοι εν ταιϲ καρδιεϲ αυτων 7τι ουτοϲ ουτωϲ λαλει βλαϲφημει τιϲ δυναται αφιεναι αμαρτιαϲ ει μη ειϲ ο θϲ 8και ευθυϲ ο ιϲ επιγνουϲ τω πνι αυτου οτι ουτωϲ διαλογιζονται εν εαυτοιϲ λεγει αυτοιϲ τι ταυτα διαλογιζεϲθε εν ταιϲ καρδιεϲ υμων
Compare: Tischendorf 8th edition (1869)
1Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν. 2καὶ συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. 4καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο. 5καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι. 6ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7τί οὗτος οὕτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; 8καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
1And again he entered into Capernaum, after some days; and it was noised that he was in the house. 2And straightway many were gathered together, insomuch that there was no room to receive them, no, not so much as about the door: and he preached the word unto them. 3And they come unto him, bringing one sick of the palsy, which was borne of four. 4And when they could not come nigh unto him for the press, they uncovered the roof where he was: and when they had broken it up, they let down the bed wherein the sick of the palsy lay. 5When Jesus saw their faith, he said unto the sick of the palsy, Son, thy sins be forgiven thee. 6But there were certain of the scribes sitting there, and reasoning in their hearts, 7Why doth this man thus speak blasphemies? who can forgive sins but God only? 8And immediately when Jesus perceived in his spirit that they so reasoned within themselves, he said unto them, Why reason ye these things in your hearts?
9τι εϲτι ευκοπωτερον ειπειν τω παραλυτικω αφιενται ϲου αι αμαρτιαι η ειπειν εγειρε και αρον τον κραβακτον ϲου και ϋπαγε 10ϊνα δε ειδητε οτι εξουϲιαν εχι ο υϲ του ανου επι τηϲ γηϲ αφιεναι αμαρτιαϲ λεγει τω παραλυτικω 11εγειρε ϲοι λεγω αρον τον κραβακτον ϲου και ϋπαγε ειϲ τον οικο ϲου 12και ηγερθη και ευθυϲ αραϲ τον κραβακτον εξηλθεν εμπροϲθεν παντων ωϲτε εξϊϲταϲθαι πανταϲ και δοξαζιν τον θν λεγονταϲ οτι ουτωϲ ουδεποτε εφανη εν τω ιηλ 13και εξηλθον παλιν ειϲ την θαλαϲϲαν και παϲ ο οχλοϲ ηρχετο προϲ αυτουϲ και εδιδαϲκεν αυτουϲ 14και παραγων ειδε λευει τον του αλφαιου καθημενο επι το τελωνιον και λεγει αυτω ακολουθι μοι και αναϲταϲ ηκολουθηϲεν αυτω 15και γινεται κατακιϲθαι αυτον εν τη οικια αυτου και πολλοι τελωναι και αμαρτωλοι ϲυνανεκιντο τω ιυ και τοιϲ μαθηταιϲ αυτου ηϲαν γαρ πολλοι και ηκολουθουν αυτω 16και γραμματειϲ των φαριϲαιω και ϊδοντεϲ οτι ηϲθιεν μετα των τελωνων και αμαρτωλων ελεγον τοιϲ μαθηταιϲ αυτου δια τι μετα των τελωνων και αμαρτωλων εϲθιει ο διδαϲκαλοϲ υμων
Compare: Tischendorf 8th edition (1869)
9τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε; 10ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· 11σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι οὕτως οὐδέποτε εἴδαμεν. 13Καὶ ἐξῆλθεν πάλιν εἴς τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14καὶ παράγων εἶδεν Λευεὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 15καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ 16καὶ γραμματεῖς τῶν Φαρισαίων. καὶ ἰδόντες ὅτι ἤσθιεν μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;
9Whether is it easier to say to the sick of the palsy, Thy sins be forgiven thee; or to say, Arise, and take up thy bed, and walk? 10But that ye may know that the Son of man hath power on earth to forgive sins, (he saith to the sick of the palsy,) 11I say unto thee, Arise, and take up thy bed, and go thy way into thine house. 12And immediately he arose, took up the bed, and went forth before them all; insomuch that they were all amazed, and glorified God, saying, We never saw it on this fashion. 13And he went forth again by the sea side; and all the multitude resorted unto him, and he taught them. 14And as he passed by, he saw Levi the son of Alphaeus sitting at the receipt of custom, and said unto him, Follow me. And he arose and followed him. 15And it came to pass, that, as Jesus sat at meat in his house, many publicans and sinners sat also together with Jesus and his disciples: for there were many, and they followed him. 16And when the scribes and Pharisees saw him eat with publicans and sinners, they said unto his disciples, How is it that he eateth and drinketh with publicans and sinners?
17και ακουϲαϲ ο ιϲ λεγει αυτοιϲ ου χριαν εχουϲιν οι ϊϲχυοντεϲ ϊατρου αλλ οι κακωϲ εχοντεϲ ουκ ηλθον καλεϲαι δικαιουϲ αλλα αμαρτωλουϲ 18και ηϲαν οι μαθηται ϊωαννου και οι φαριϲαιοι νηϲτευοντεϲ και ερχοται και λεγουϲιν αυτω δια τι οι μαθηται ϊωαννου και οι μαθηται των φαριϲαιων νηϲτευουϲιν οι δε μαθηται ϲου ου νηϲτευουϲιν 19και ειπεν αυτοιϲ ο ιϲ μη δυνανται οι ϋϊοι του νυμφωνοϲ εν ω ο νυμφι οϲ μετ αυτων εϲτιν νηϲτευειν οϲον χρονον εχουϲι τον νυμφιον μετ αυτων ου δυνανται νηϲτευει20ελευϲονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιοϲ και τοτε νηϲτευϲουϲιν εν εκεινη τη ημερα 21ουδιϲ επιβλημα ρακουϲ αγναφου επιραπτι επι ϊματιον παλαιον ει δε μη · αιρει πληρωμα απ αυτου το καινον του παλαιου και χειρον ϲχιϲμα γεινεται 22και ουδειϲ βαλλει οινον νεον ειϲ αϲκουϲ παλαιουϲ · ει δε μη ρηξει ο οινοϲ τουϲ αϲκουϲ και ο οινοϲ εκχειται και οι αϲκοι απολουνται · αλλα οινον νεον ειϲ αϲκουϲ καινουϲ 23και εγενετο αυτο εν τοιϲ ϲαββαϲιν παραπορευεϲθε δια των ϲποριμω και οι μαθηται αυτου ηρξαντο οδο ποιειν τιλλοντεϲ τουϲ ϲταχυαϲ 24και οι φαριϲαιοι ελεγον αυτω ϊδε τι ποιουϲιν τοιϲ ϲαββαϲιν · ο ουκ εξεϲτι
Compare: Tischendorf 8th edition (1869)
17καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς. 18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν, οὐ δύνανται νηστεύειν· 20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 21Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί. 23Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
17When Jesus heard it, he saith unto them, They that are whole have no need of the physician, but they that are sick: I came not to call the righteous, but sinners to repentance. 18And the disciples of John and of the Pharisees used to fast: and they come and say unto him, Why do the disciples of John and of the Pharisees fast, but thy disciples fast not? 19And Jesus said unto them, Can the children of the bridechamber fast, while the bridegroom is with them? as long as they have the bridegroom with them, they cannot fast. 20But the days will come, when the bridegroom shall be taken away from them, and then shall they fast in those days. 21No man also seweth a piece of new cloth on an old garment: else the new piece that filled it up taketh away from the old, and the rent is made worse. 22And no man putteth new wine into old bottles: else the new wine doth burst the bottles, and the wine is spilled, and the bottles will be marred: but new wine must be put into new bottles. 23And it came to pass, that he went through the corn fields on the sabbath day; and his disciples began, as they went, to pluck the ears of corn. 24And the Pharisees said unto him, Behold, why do they on the sabbath day that which is not lawful?
25και λεγει αυτοιϲ ουδεποτε ανεγνωτε τι εποιηϲεν δαδ · οτε χριαν εϲχεν και επιναϲεν αυτοϲ και οι μετ αυτου 26πωϲ ειϲηλθε ειϲ τον οικον του θυ επι αβιαθαρ αρχϊερεωϲ και τουϲ αρτουϲ τηϲ προθεϲεωϲ εφαγεν ουϲ ουκ εξεϲτιν φαγι ει μη τουϲ ϊερειϲ και εδωκεν και τοιϲ ϲυν αυτω ουϲιν : 27και ελεγεν αυτοιϲ το ϲαββατον δια τον ανον εγενετο και ουχ ο ανθρωποϲ δια το ϲαββατον 28ωϲτε κϲ εϲτιν ο υϲ του ανου και του ϲαββατου
Compare: Tischendorf 8th edition (1869)
25καὶ λέγει αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυείδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; 26πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
25And he said unto them, Have ye never read what David did, when he had need, and was an hungred, he, and they that were with him? 26How he went into the house of God in the days of Abiathar the high priest, and did eat the shewbread, which is not lawful to eat but for the priests, and gave also to them which were with him? 27And he said unto them, The sabbath was made for man, and not man for the sabbath: 28Therefore the Son of man is Lord also of the sabbath.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library