Matthew, Chapter 1
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 200.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1βιβλοϲ γενεϲεωϲ ιυ χυ · ὑϊου δαδ ὑϊου αβρααμʼ 2αβρααμʼ εγενʼνηϲεν τον ϊϲακ · ιϲακ εγενʼνηϲεν τον ϊακωβʼ · ϊακωβʼ δε εγενʼνηϲε τον ϊουδαν · και τουϲ αδελφουϲ αυτου · 3ϊουδαϲ δε εγενʼνηϲεν τον φαρεϲ · και τον ζαρα εκ τηϲ θαμαρʼ φαρεϲ δε εγενʼνηϲεν τον εϲρωμ · εϲρωμʼ δε εγεννηϲεν τον αραμʼ : 4αραμʼ δε εγεννηϲεν το αμιναδαβʼ ˙ αμιναδαμʼ δε εγεννηϲε τον νααϲϲων · νααϲϲων δε εγενʼνηϲεν τον ϲαλμων · 5ϲαλμων δε εγεννηϲεν τον βοεϲ εκ τηϲ ραχαβ βοεϲ δε εγεννηϲεν τον ϊωβηδ εκ τηϲ ρουθ : ϊωβηδ δε εγεννηϲεν τον ϊεϲϲαι · 6ϊεϲϲαι δε εγεννηϲεν τον δαδ τον βαϲιλεα : δαυειδʼ δε εγεννηϲεν τον ϲαλομων εκ τηϲ του ουριου : 7ϲολομων δε εγενʼνηϲεν τον ροβοαμ · ροβοαμ δε εγεννηϲεν τον αβια · αβιαϲ δε εγεννηϲεν τον αϲαφ ˙ 8αϲαφʼ δε εγεννηϲε τον ϊωϲαφατʼ ϊωϲαφατʼ δε εγεννηϲεν τον ϊωραμʼ ϊωραμʼ δε εγεννηϲεν τον οζειαν
Compare: Tischendorf 8th edition (1869)
1Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυεὶδ υἱοῦ Ἀβραάμ. 2Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 3Ἰούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φάρες δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, 4Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, 5Σαλμὼν δὲ ἐγέννησεν τὸν Βόες ἐκ τῆς Ῥαχάβ, Βόες δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, 6Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυεὶδ τὸν βασιλέα. Δαυεὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, 7Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ, 8Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζείαν,
1The book of the generation of Jesus Christ, the son of David, the son of Abraham. 2Abraham begat Isaac; and Isaac begat Jacob; and Jacob begat Judas and his brethren; 3And Judas begat Phares and Zara of Thamar; and Phares begat Esrom; and Esrom begat Aram; 4And Aram begat Aminadab; and Aminadab begat Naasson; and Naasson begat Salmon; 5And Salmon begat Booz of Rachab; and Booz begat Obed of Ruth; and Obed begat Jesse; 6And Jesse begat David the king; and David the king begat Solomon of her that had been the wife of Urias; 7And Solomon begat Roboam; and Roboam begat Abia; and Abia begat Asa; 8And Asa begat Josaphat; and Josaphat begat Joram; and Joram begat Ozias;
9οζιαϲ δε εγεννηϲεν τον ϊωαθαμ · ϊωαθαμ δε εγενʼνηϲεν τον αχαϲ : αχαϲ δε εγενʼνηϲε τον εζεκιαν 10εζεκιαϲ δε εγεννηϲεν τον μαναϲϲηϲ μαναϲϲηϲ δε εγεννηϲεν τον αμωϲ αμωϲ δε εγεννηϲεν τον ϊωϲειαν 11ϊωϲειαϲ δε εγενʼνηϲεν τον ϊεχονιαν και τουϲ αδελφουϲ αυτου επι τηϲ μετοικεϲιαϲ βαβυλωνοϲ · 12μετα δε την μετοικεϲιαν βαβυλωνοϲ ϊεχονιαϲ εγεννηϲεν τον ϲαλαθιηλʼ · ϲαλαθιηλ δε εγεννηϲεν τον ζοροβαβελʼ · 13ζοροβαβελ δε εγεννηϲεν τον αβιουτ : αβιουδʼ δε εγεννηϲεν τον ελιακειμ ελιακειμ δε εγεννηϲεν τον αζωρ : 14αζωρ δε εγεννηϲε τον ϲαδωχ : ϲαδωχ δε εγεννηϲεν τον αχειμ : αχειμ δε εγεννηϲεν τον ελιουτ : 15ελιουτ δε εγεννηϲεν τον ελεαζαρ : ελεαζαρ δε εγεννηϲεν τον ματʼθαν · ματʼθαν δε εγεννηϲεν τον ϊακωβʼ : 16ϊακωβʼ δε εγεννηϲεν τον ϊωϲηφ τον ανδρα μαριαϲ εξ ἡϲ εγενʼνηθη ιϲ ὁ λεγομενοϲ χϲ ·
Compare: Tischendorf 8th edition (1869)
9Ὀζείας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ, Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἀχάζ, Ἀχὰζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, 10Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς, Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσείαν, 11Ἰωσείας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 12μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, 13Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, 14Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, 15Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Μαθθάν, Μαθθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, 16Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.
9And Ozias begat Joatham; and Joatham begat Achaz; and Achaz begat Ezekias; 10And Ezekias begat Manasses; and Manasses begat Amon; and Amon begat Josias; 11And Josias begat Jechonias and his brethren, about the time they were carried away to Babylon: 12And after they were brought to Babylon, Jechonias begat Salathiel; and Salathiel begat Zorobabel; 13And Zorobabel begat Abiud; and Abiud begat Eliakim; and Eliakim begat Azor; 14And Azor begat Sadoc; and Sadoc begat Achim; and Achim begat Eliud; 15And Eliud begat Eleazar; and Eleazar begat Matthan; and Matthan begat Jacob; 16And Jacob begat Joseph the husband of Mary, of whom was born Jesus, who is called Christ.
17παϲαι ουν ἁι γενεαι · απο αβρααμ ˙ εωϲ δαδʼ γενεαι ιδ · και απο δαδʼ εωϲ τηϲ μετοικεϲιαϲ βαβυλωνοϲ γενεαι ιδ και απο τηϲ μετοικεϲιαϲ βαβυλωνοϲ εωϲ του χυ γενεαι ιδ 18του δε ιυ χυ η γενεϲιϲ ὁυτωϲ ην μνηϲϲτευθιϲηϲ τηϲ μητροϲ αυτου μαριαϲ τω ϊωϲηφ πρὶν η ϲυνελθιν αυτουϲ ἑυρέθη εν γαϲτρι εχουϲα εκ πνϲ αγιου · 19ϊωϲηφ δε ὁ ανηρ αυτηϲ δικαιοϲ ὡν και μη θελων αυτην παραδιγματιϲαι εβουληθη λαθρα απολυϲε αυτην · 20ταυτα δε αυτου ενθυμηθεντοϲ ϊδου αγʼγελοϲ κυ κατ οναρ εφανη αυτω λεγων ϊωϲηφʼ υϊοϲ δʼαδ μη φοβηθηϲ παραλαβειν μαριαμ την γυναικα ϲου το γαρ εν αυτη γεννηθεν εκ πνϲ εϲτιν αγιου 21τεξεται δε υν και καλεϲειϲ το ονομα αυτου ιν αυτο̣ϲ̣ γαρ ϲωϲι τον λαον αυτου απο των ἁμαρτιῶν ἁυτων 22τουτο δε ολον γεγονεν ινα πληρωθη το ρηθεν υπο κυ δια του προφητου λεγοντοϲ 23ιδου η παρθενοϲ εν γαϲτρι εξι και τεξετε υν και καλεϲουϲι το ονομα αυτου εμʼμανουηλʼ ὁ εϲτιν μεθερμηνευομενο μεθʼ ημων ο θϲ · 24εγερθειϲ δε ϊωϲηφ απο του ϋπνου εποιηϲεν ὡϲ προϲεταξεν αυτω ο αγγελοϲ κυ και παρελαβεν · την γυνεκα αυτου ·
Compare: Tischendorf 8th edition (1869)
17Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυεὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυεὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 18Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. 19Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων, Ἰωσὴφ υἱὸς Δαυείδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· 21τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος, 23ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός. 24ἐγερθεὶς δὲ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·
17So all the generations from Abraham to David are fourteen generations; and from David until the carrying away into Babylon are fourteen generations; and from the carrying away into Babylon unto Christ are fourteen generations. 18Now the birth of Jesus Christ was on this wise: When as his mother Mary was espoused to Joseph, before they came together, she was found with child of the Holy Ghost. 19Then Joseph her husband, being a just man, and not willing to make her a publick example, was minded to put her away privily. 20But while he thought on these things, behold, the angel of the Lord appeared unto him in a dream, saying, Joseph, thou son of David, fear not to take unto thee Mary thy wife: for that which is conceived in her is of the Holy Ghost. 21And she shall bring forth a son, and thou shalt call his name JESUS: for he shall save his people from their sins. 22Now all this was done, that it might be fulfilled which was spoken of the Lord by the prophet, saying, 23Behold, a virgin shall be with child, and shall bring forth a son, and they shall call his name Emmanuel, which being interpreted is, God with us. 24Then Joseph being raised from sleep did as the angel of the Lord had bidden him, and took unto him his wife:
25και ουκ εγινωϲκεν αυτην εωϲ ὁυ ετεκεν ὑϊον και εκαλεϲεν το ονομα αυτου ιν
Compare: Tischendorf 8th edition (1869)
25καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
25And knew her not till she had brought forth her firstborn son: and he called his name JESUS.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library