Matthew, Chapter 13
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 206.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1εν τη ημερα εκινη εξελθων ο ιϲ εκ τηϲ οικιαϲ εκαθητο παρα τη θαλαϲϲαν 2και ϲυνηχθηϲαν προϲ αυτον οχλοι πολλοι ωϲτε αυτον ειϲ πλοιον εμβατα καθηϲθε και παϲ ο οχλοϲ επι τον αιγιαλον ϊϲτηκι 3και ελαληϲεν αυτοιϲ πολλα εν παραβολαιϲ λεγων ϊδου εξηλθεν ο ϲπιρων του ϲπιρε 4και εν τω ϲπιριν αυτον α μεν επεϲε παρα την οδον και ηλθεν τα πετινα και κατεφαγεν αυτα 5αλλα δε επεϲεν επι τα πετρωδη οπου ουκ ειχεν γη πολλην και ευθεωϲ εξανετιλεν δια το μη εχιν βαθοϲ γηϲ 6ηλιου δε ανατιλαντοϲ εκαυματιϲθη και δια το μη εχειν ριζαν εξηρανθη 7αλλα δε επεϲεν επι ταϲ ακανθαϲ και ανεβηϲαν αι ακανθαι και επνιξαν αυτα 8αλλα δε επεϲεν επι την γην την καλην και εδιδου καρπον ο μεν εκατον ο δε εξηκοτα ο δε λ 9ο εχων ωτα ακουετω 10και προϲελθοντεϲ οι μαθηται ειπα αυτω δια τι εν παραβολαιϲ αυτοιϲ λαλειϲ
Compare: Tischendorf 8th edition (1869)
1Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· 2καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. 3καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν. 4καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά. 5ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά. 8ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. 9ὁ ἔχων ὦτα ἀκουέτω. 10Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
1The same day went Jesus out of the house, and sat by the sea side. 2And great multitudes were gathered together unto him, so that he went into a ship, and sat; and the whole multitude stood on the shore. 3And he spake many things unto them in parables, saying, Behold, a sower went forth to sow; 4And when he sowed, some seeds fell by the way side, and the fowls came and devoured them up: 5Some fell upon stony places, where they had not much earth: and forthwith they sprung up, because they had no deepness of earth: 6And when the sun was up, they were scorched; and because they had no root, they withered away. 7And some fell among thorns; and the thorns sprung up, and choked them: 8But other fell into good ground, and brought forth fruit, some an hundredfold, some sixtyfold, some thirtyfold. 9Who hath ears to hear, let him hear. 10And the disciples came, and said unto him, Why speakest thou unto them in parables?
11ο δε αποκριθειϲ ειπεν οτι ϋμιν δεδοται γνωνε τα μυϲτηρια τηϲ βαϲιλιαϲ των ουρανων εκινοιϲ δε ου δεδοται 12οϲτιϲ γαρ εχει δοθηϲετε αυτω και περιϲϲευθηϲετε οϲτιϲ δε ουκ εχι και ο εχει αρθηϲετε απ αυτου 13δια τουτο εν παραβολεϲ αυτοιϲ λαλω οτι βλεποντεϲ ου βλεπουϲιν και ακουοντεϲ ουκ ακουουϲιν ουδε ϲυνϊουϲιν 14και αναπληρουται αυτοιϲ η προφητια ηϲαϊου η λεγουϲα ακοη ακουϲετε και ου μη ϲυνητε και βλεποντεϲ βλεψητε και ου μη ϊδητε 15επαχυνθη γαρ η καρδια του λαου τουτου και τοιϲ ωϲιν αυτω βαρεωϲ ηκουϲα και τουϲ οφθαλμουϲ αυτων εκαμμυϲαν μηποτε ϊδωϲιν τοιϲ οφθαλμοιϲ και τοιϲ ωϲιν ακουϲωϲι και τη καρδια ϲυνωϲιν και επιϲτρεψωϲιν και ϊαϲομε αυτουϲ 16ϋμων δε μακαρι οι οι οφθαλμοι οτι βλεπουϲιν και τα ωτα ϋμων οτι ακουουϲιν17αμην λεγω ϋμιν οτι πολλοι προφητε και δικεοι επεθυμηϲαν ϊδι α βλεπετε και ουκ ϊδαν και ακουϲε α ακουετε και ουκ ηκουϲαν 18ϋμιϲ ουν ακουϲατε την παραβολην του ϲπιραντοϲ 19παντοϲ ακουοτοϲ τον λογον τηϲ βαϲιλιαϲ και μη ϲυνιεντοϲ ερχετε ο πονηροϲ και αρπαζι το εϲπαρμενον εν τη καρδια αυτου ουτοϲ εϲτιν ο παρα την οδον ϲπαριϲ 20ο δε επι τα πετρωδη ϲπαριϲ ουτοϲ εϲτιν ο τον λογο ακουων και ευθυϲ μετα χαραϲ λαμβανων αυτον
Compare: Tischendorf 8th edition (1869)
11ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 13διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν. 14καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. 15ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 16ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν. 17ἀμὴν λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ ἴδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. 18ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος. 19παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. 20ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν·
11He answered and said unto them, Because it is given unto you to know the mysteries of the kingdom of heaven, but to them it is not given. 12For whosoever hath, to him shall be given, and he shall have more abundance: but whosoever hath not, from him shall be taken away even that he hath. 13Therefore speak I to them in parables: because they seeing see not; and hearing they hear not, neither do they understand. 14And in them is fulfilled the prophecy of Esaias, which saith, By hearing ye shall hear, and shall not understand; and seeing ye shall see, and shall not perceive: 15For this people’s heart is waxed gross, and their ears are dull of hearing, and their eyes they have closed; lest at any time they should see with their eyes, and hear with their ears, and should understand with their heart, and should be converted, and I should heal them. 16But blessed are your eyes, for they see: and your ears, for they hear. 17For verily I say unto you, That many prophets and righteous men have desired to see those things which ye see, and have not seen them; and to hear those things which ye hear, and have not heard them. 18Hear ye therefore the parable of the sower. 19When any one heareth the word of the kingdom, and understandeth it not, then cometh the wicked one, and catcheth away that which was sown in his heart. This is he which received seed by the way side. 20But he that received the seed into stony places, the same is he that heareth the word, and anon with joy receiveth it;
21ουκ εχι δε ριζαν εν εαυτω αλλα προϲκαιροϲ εϲτιν γενομενηϲ δε θλιψεωϲ η διωγμου δια τον λογον ευθυϲ ϲκανδαλιζεται 22ο δε ειϲ ταϲ ακανθαϲ ϲπαρειϲ ουτοϲ εϲτιν ο τον λογον ακουων και η μεριμνα του αιωνοϲ και η απατη του πλουτου ϲυνπνιγει τον λογον και ακαρποϲ γινετε 23ο δε επι την καλη γην ϲπαριϲ ουτοϲ εϲτιν ο τον λογο ακουων και ϲυνιειϲ οϲ δη καρποφορι και ποιει ο μεν ρ ο δε ξ ο δε λ 24αλλην παραβολη παρεθηκεν αυτοιϲ λεγων ωμοιωθη η βαϲιλια τωουρανων ανω ϲπιραντι καλον ϲπερμα εν τω αγρω αυτου 25εν δε τω καθευδιν τουϲ ανθρωπουϲ ηλθεν αυτου ο εχθροϲ κ(αι) επεϲπαρκεν ζιζανια ανα μεϲον του ϲιτου και απηλθεν ˙ 26οτε δε εβλαϲτηϲεν ο χορτοϲ και καρπον εποιηϲεν τοτε εφανη και τα ζιζανια 27προϲελθοντεϲ δε οι δουλοι του οικοδεϲποτου ειπον αυτω κε ουχι καλον ϲπερμα εϲπιραϲ εν τω ϲω αγρω ποθεν ουν εχι τα ζιζανια 28ο δε εφη αυτοιϲ εχθροϲ ανοϲ τουτο εποιηϲεν οι δε δουλοι λεγουϲιν αυτω θελιϲ ουν απελθοντεϲ ϲυλλεξωμεν αυτα 29ο δε φηϲιν ου · μηποτε ϲυλλεγοτεϲ τα ζιζανια εκριζωϲητε αμα αυτοιϲ τον ϲιτον 30αφετε ϲυναυξανεϲθε αμφοτερα αχρι του θεριϲμου και εν τω καιρω του θεριϲμου ερω τοιϲ θεριϲτεϲ ϲυλλεξατε πρωτον τα ζιζανια και δηϲατε αυτα ειϲ δεϲμαϲ προϲ το κατακαυϲε αυτα τον δε ϲιτον ϲυναγαγετε ειϲ την αποθηκην μου
Compare: Tischendorf 8th edition (1869)
21οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. 22ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. 24Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. 25ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 26ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; 28ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά; 29ὁ δέ φησίν· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. 30ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
21Yet hath he not root in himself, but dureth for a while: for when tribulation or persecution ariseth because of the word, by and by he is offended. 22He also that received seed among the thorns is he that heareth the word; and the care of this world, and the deceitfulness of riches, choke the word, and he becometh unfruitful. 23But he that received seed into the good ground is he that heareth the word, and understandeth it; which also beareth fruit, and bringeth forth, some an hundredfold, some sixty, some thirty. 24Another parable put he forth unto them, saying, The kingdom of heaven is likened unto a man which sowed good seed in his field: 25But while men slept, his enemy came and sowed tares among the wheat, and went his way. 26But when the blade was sprung up, and brought forth fruit, then appeared the tares also. 27So the servants of the householder came and said unto him, Sir, didst not thou sow good seed in thy field? from whence then hath it tares? 28He said unto them, An enemy hath done this. The servants said unto him, Wilt thou then that we go and gather them up? 29But he said, Nay; lest while ye gather up the tares, ye root up also the wheat with them. 30Let both grow together until the harvest: and in the time of harvest I will say to the reapers, Gather ye together first the tares, and bind them in bundles to burn them: but gather the wheat into my barn.
31αλλην παραβολη παρεθηκεν αυτοιϲ λεγων ομοια εϲτιν η βαϲιλια των ουρανων κοκκω ϲιναπεωϲ ο λαβων ανοϲ εϲπιρεν εν τω αγρω αυτου 32ο μικροτερον μεν εϲτιν παντων των ϲπερματων οτα δε αυξηθη μειζο των λαχανων εϲτιν και γινετε δενδρον ωϲτε ελθειν τα πετινα του ουνου και καταϲκηνουν ε τοιϲ κλαδοιϲ αυτου 33αλλην παραβολη ελαληϲεν αυτοιϲ λεγων ομοια εϲτι η βαϲιλεια των ουνων ζυμη η λαβουϲα γυνη ενεκρυψεν ειϲ αλευρου ϲατα τρια εωϲ ου εζυμωθη ολον 34ταυτα παντα ελαληϲεν ο ιϲ εν παραβολαιϲ τοιϲ οχλοιϲ και χωριϲ παραβοληϲ ουδεν ελαληϲεν αυτοιϲ 35οπωϲ πληρωθη το ρηθεν δια ηϲαϊου του προφητου λεγοντοϲ ανοιξω εν παραβολεϲ το ϲτομα μου ερευξομαι κεκρυμμενα απο καταβοληϲ κοϲμου 36τοτε αφιϲ τουϲ οχλουϲ ειϲηλθεν ειϲ την οικιαν και προϲηλθον αυτω οι μαθητε αυτου λεγοντεϲ διαϲαφηϲον ημιν την παραβολην των ζιζανιων του αγρου 37ο δε αποκριθειϲ ειπεν ο ϲπιρων το καλον ϲπερμα εϲτιν ο υϲ του ανου 38ο δε αγροϲ εϲτιν ο κοϲμοϲ το δε καλον ϲπερμα ουτοι ειϲιν οι ϋϊοι τηϲ βαϲιλιαϲ τα δε ζιζανια ειϲιν οι ϋϊοι του πονηρου 39ο δε εχθροϲ ο ϲπιραϲ αυτα εϲτι ο διαβολοϲ οι δε θεριϲται αγγελοι ειϲιν 40ωϲπερ ουν ϲυλλεγετε τα ζιζανια και πυρι κατακαιεται ουτωϲ εϲτε εν τη ϲυντελια του αιωνοϲ
Compare: Tischendorf 8th edition (1869)
31Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. 33Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον. 34Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς· 35ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου Ἡσαίου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς. 36Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου, 38ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, 39ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος·
31Another parable put he forth unto them, saying, The kingdom of heaven is like to a grain of mustard seed, which a man took, and sowed in his field: 32Which indeed is the least of all seeds: but when it is grown, it is the greatest among herbs, and becometh a tree, so that the birds of the air come and lodge in the branches thereof. 33Another parable spake he unto them; The kingdom of heaven is like unto leaven, which a woman took, and hid in three measures of meal, till the whole was leavened. 34All these things spake Jesus unto the multitude in parables; and without a parable spake he not unto them: 35That it might be fulfilled which was spoken by the prophet, saying, I will open my mouth in parables; I will utter things which have been kept secret from the foundation of the world. 36Then Jesus sent the multitude away, and went into the house: and his disciples came unto him, saying, Declare unto us the parable of the tares of the field. 37He answered and said unto them, He that soweth the good seed is the Son of man; 38The field is the world; the good seed are the children of the kingdom; but the tares are the children of the wicked one; 39The enemy that sowed them is the devil; the harvest is the end of the world; and the reapers are the angels. 40As therefore the tares are gathered and burned in the fire; so shall it be in the end of this world.
41αποϲτελι ο υϲ του ανου τουϲ αγγελουϲ και ϲυλλεξουϲιν εκ τηϲ βαϲιλιαϲ αυτου παντα τα ϲκανδαλα και τουϲ ποιουνταϲ την ανομιαν42και βαλλουϲιν αυτουϲ ειϲ την καμινον του πυροϲ εκι εϲτε ο κλαυθμοϲ και ο βρυγμοϲ των οδοτων 43τοτε οι δικεοι εκλαμψουϲιν ωϲ ο ηλιοϲ εν τη βαϲιλεια του πρϲ αυτων ο εχων ωτα ακουετω 44ομοια εϲτιν η βαϲιλια των ουνων θηϲαυρω κεκρυμμενω ον ευρω ανοϲ εκρυψεν κ(αι) απο τηϲ χαραϲ αυτου ϋπαγι και πωλι παντα οϲα εχι και αγοραζει τον αγρον εκινον 45παλιν ομοια εϲτι η βαϲιλια των ουρανων εμπορω ζητουντι καλουϲ μαργαριταϲ 46ευρω δε ενα πολυτιμο μαργαριτην απελθων πεπρακεν παντα οϲα ειχεν και ηγοραϲεν αυτο 47παλιν ομοια εϲτι η βαϲιλια των ουρανων ϲαγηνη βληθιϲη ειϲ την θαλαϲϲαν και εκ παντοϲ γενουϲ ϲυναγαγουϲη 48ην οτε επληρωθη αναβιβαϲαντεϲ επι τον αιγιαλον και καθιϲαντεϲ ϲυνελεξαν τα καλα ειϲ αγγη τα δε ϲαπρα εξω εβαλλο 49ουτωϲ εϲτε εν τη ϲυντελια του αιωνοϲ εξελευϲοντε οι αγγελοι και αφοριουϲι τουϲ πονηρουϲ εκ μεϲου των δικαιων 50και βαλλουϲιν αυτουϲ ειϲ την καμινον του πυροϲ εκει εϲτε ο κλαυθμοϲ και ο βρυγμοϲ τω οδοντων
Compare: Tischendorf 8th edition (1869)
41ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκουέτω. 44Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. 45Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν. 47Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, 50καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
41The Son of man shall send forth his angels, and they shall gather out of his kingdom all things that offend, and them which do iniquity; 42And shall cast them into a furnace of fire: there shall be wailing and gnashing of teeth. 43Then shall the righteous shine forth as the sun in the kingdom of their Father. Who hath ears to hear, let him hear. 44Again, the kingdom of heaven is like unto treasure hid in a field; the which when a man hath found, he hideth, and for joy thereof goeth and selleth all that he hath, and buyeth that field. 45Again, the kingdom of heaven is like unto a merchant man, seeking goodly pearls: 46Who, when he had found one pearl of great price, went and sold all that he had, and bought it. 47Again, the kingdom of heaven is like unto a net, that was cast into the sea, and gathered of every kind: 48Which, when it was full, they drew to shore, and sat down, and gathered the good into vessels, but cast the bad away. 49So shall it be at the end of the world: the angels shall come forth, and sever the wicked from among the just, 50And shall cast them into the furnace of fire: there shall be wailing and gnashing of teeth.
51ϲυνηκατε ταυτα παντα ˙ λεγουϲιν αυτω ναι 52ο δε ειπεν αυτοιϲ δια τουτο παϲ γραμματευϲ μαθητευθιϲ τη βαϲιλια τω ουρανων ομοια εϲτιν ανω οικοδεϲποτη οϲτιϲ εκβαλλει εκ του θηϲαυρου αυτου καινα και παλαια 53και εγενετο οτε ετελεϲεν ο ιϲ ταϲ παραβολαϲ ταυταϲ μετηρεν εκιθεν 54και ελθων ειϲ τη αντιπατριδα αυτου εδιδαϲκεν αυτουϲ εν τη ϲυναγωγη αυτων ωϲτε εκπληϲϲεϲθε αυτουϲ και λεγειν ποθε τουτω η ϲοφια αυτη και αι δυναμιϲ 55ουχ ουτοϲ εϲτιν ο του τεκτονοϲ υϲ ουχ η μηρ αυτου λεγετε μαριαμ και οι αδελφοι αυτου ϊακωβοϲ και ϊωϲηφ και ϲιμων και ιουδαϲ 56και αι αδελφαι αυτου ουχι παϲαι προϲ ημαϲ ειϲιν ποθεν ουν τουτω ταυτα παντα 57και εϲκανδαλιζοντο εν αυτω ο δε ειπεν αυτοιϲ ουκ εϲτιν προφητηϲ ατιμοϲ ει μη εν τη ϊδια πατριδι και εν τη οικια αυτου 58και ουκ εποιηϲεν εκι δυναμιϲ πολλαϲ δια την απιϲτιαν αυτων
Compare: Tischendorf 8th edition (1869)
51συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί. 52ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. 53Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. 54Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; 56καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
51Jesus saith unto them, Have ye understood all these things? They say unto him, Yea, Lord. 52Then said he unto them, Therefore every scribe which is instructed unto the kingdom of heaven is like unto a man that is an householder, which bringeth forth out of his treasure things new and old. 53And it came to pass, that when Jesus had finished these parables, he departed thence. 54And when he was come into his own country, he taught them in their synagogue, insomuch that they were astonished, and said, Whence hath this man this wisdom, and these mighty works? 55Is not this the carpenter’s son? is not his mother called Mary? and his brethren, James, and Joses, and Simon, and Judas? 56And his sisters, are they not all with us? Whence then hath this man all these things? 57And they were offended in him. But Jesus said unto them, A prophet is not without honour, save in his own country, and in his own house. 58And he did not many mighty works there because of their unbelief.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library