Revelation, Chapter 13
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 329.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1και ειδον εκ τηϲ θαλαϲϲηϲ θηριον αναβαινον εχον κερατα δεκα και κεφαλαϲ επτα και επι των κερατων αυτων διαδηματα δεκα και επι ταϲ κεφαλαϲ αυτου ονομα βλαϲφημιαϲ 2και το θηριον ο ειδον ην ομοιον παρδαλι και οι ποδεϲ αυτου ωϲ αρκου και το ϲτομα αυτου ωϲ ϲτομα λεοντω και εδωκεν αυτω δρακων την δυναμιν αυτου και το θρονον αυτου και εξουϲιαν μεγαλην 3και μιαν εκ τω κεφαλων αυτου ωϲ εϲφαγμενην ειϲ θανατον και η πληγη του θανατου θανατου εθεραπευθη και εθαυμαϲεν ολη η γη οπιϲω του θηριου 4και προϲεκυνηϲα τω δρακοντι οτι εδωκεν την εξουϲιαν τω θηριω και προϲεκυνηϲαν τω θηριω λεγοντεϲ τιϲ ομοιοϲ τω θηριω και τιϲ δυναται πολεμηϲαι μετ αυτου5και εδοθη αυτω ϲτομα λαλουν μεγαλα και βλαϲφημιαϲ και εδοθη αυτω ποιηϲαι ο θελει μηναϲ τεϲϲερακοντα δυο
Compare: Tischendorf 8th edition (1869)
1καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας. 2καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λεόντων· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. 3καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, 4καὶ προσεκύνησαν τῷ δράκοντι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες, τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς δύναται πολεμῆσαι μετ’ αὐτοῦ; 5καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας, καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσεράκοντα δύο.
1And I stood upon the sand of the sea, and saw a beast rise up out of the sea, having seven heads and ten horns, and upon his horns ten crowns, and upon his heads the name of blasphemy. 2And the beast which I saw was like unto a leopard, and his feet were as the feet of a bear, and his mouth as the mouth of a lion: and the dragon gave him his power, and his seat, and great authority. 3And I saw one of his heads as it were wounded to death; and his deadly wound was healed: and all the world wondered after the beast. 4And they worshipped the dragon which gave power unto the beast: and they worshipped the beast, saying, Who is like unto the beast? who is able to make war with him? 5And there was given unto him a mouth speaking great things and blasphemies; and power was given unto him to continue forty and two months.
6και ηνοιξε το ϲτομα αυτου ειϲ βλαϲφημιαϲ προϲ τον θν βλαϲφημηϲαι αυτον και την ϲκηνην αυτου τουϲ ε τω ουνω ϲκηνουτεϲ 7και εδοθη αυτω ποιηϲαι πολεμον μετα των αγιων και νικηϲαι αυτουϲ και εδοθη αυτω εξουϲιαν επι παϲαν φυλην και λαον και γλωϲϲα και εθνοϲ 8και προϲκυνηϲουϲιν αυτω παντεϲ οι κατοικουντεϲ επι τηϲ γηϲ ων γεγραπται τα ονοματα αυτω εν βιβλω τηϲ ζωηϲ του αρνιου του εϲφαγμενου απο καταβοληϲ κοϲμ(ου) 9ει τιϲ εχει ουϲ ακουϲατω · 10ει τιϲ ειϲ αιχμαλωϲιαν ϋπαγει ει τιϲ εν μαχαιρα αποκτεινει δει αυτον εν μαχαιρα αποκτανθηναι ωδε εϲτιν η ϋπομονη και υ η πιϲτιϲ των αγιων
Compare: Tischendorf 8th edition (1869)
6καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. 7καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. 8καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. 9εἴ τις ἔχει οὖς ἀκουσάτω. 10εἴ τις εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρῃ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
6And he opened his mouth in blasphemy against God, to blaspheme his name, and his tabernacle, and them that dwell in heaven. 7And it was given unto him to make war with the saints, and to overcome them: and power was given him over all kindreds, and tongues, and nations. 8And all that dwell upon the earth shall worship him, whose names are not written in the book of life of the Lamb slain from the foundation of the world. 9If any man have an ear, let him hear. 10He that leadeth into captivity shall go into captivity: he that killeth with the sword must be killed with the sword. Here is the patience and the faith of the saints.
11και ειδον αλλο θηριον αναβαινον εκ τηϲ γηϲ και ειχεν κερατα δυο ομοια αρνιω και ελαλει ωϲ δρακων 12και την εξουϲιαν του πρωτου θηριου παϲαν ποιει ενωπιον αυτου και ποιει την γην και τουϲ εν αυτη κατοικουνταϲ προϲκυνιν το θηριον το πρωτον ου εθεραπευθη η πληγη του θανατου αυτου 13και ποιει ϲημια μεγαλα ϊνα και πυρ ποιη καταβαινειν εκ του ουνου ειϲ την γην ενωπιον των ανων 14και πλανα τουϲ κατοικουνταϲ επι τηϲ γηϲ δια τα ϲημια α εδοθη αυτω ποιηϲαι ενωπιον του θηριου λεγων τοιϲ κατοικουϲιν επι τηϲ γηϲ και ποιηϲαι εικονα τω θηριω ο εχει πληγηϲ τηϲ μαχαιρηϲ και εζηϲεν 15και εδοθη αυτω δουναι πνα τη εικονι του θηριου ινα και λαληϲη η εικων του θηριου και ποιηϲει οϲοι αν μη προϲκυνηϲουϲιν τη εικονι του θηριου αποκτανθωϲιν
Compare: Tischendorf 8th edition (1869)
11Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 13καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα καὶ πῦρ ποιῇ καταβαίνειν ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃς ἔχει τὴν πληγὴν τῆς μαχαίρης καὶ ἔζησεν. 15καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ὅσοι ἐὰν μὴ προσκυνήσουσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν.
11And I beheld another beast coming up out of the earth; and he had two horns like a lamb, and he spake as a dragon. 12And he exerciseth all the power of the first beast before him, and causeth the earth and them which dwell therein to worship the first beast, whose deadly wound was healed. 13And he doeth great wonders, so that he maketh fire come down from heaven on the earth in the sight of men, 14And deceiveth them that dwell on the earth by the means of those miracles which he had power to do in the sight of the beast; saying to them that dwell on the earth, that they should make an image to the beast, which had the wound by a sword, and did live. 15And he had power to give life unto the image of the beast, that the image of the beast should both speak, and cause that as many as would not worship the image of the beast should be killed.
16και ποιει πανταϲ τουϲ μικρουϲ και μεγαλουϲ και τουϲ πτωχουϲ και τουϲ πλουϲιουϲ και τουϲ ελευθερουϲ και τουϲ δουλουϲ ϊνα δωϲιν αυτω χαραγμα επι τηϲ χειροϲ αυτων τηϲ δεξιαϲ η επι το μετωπον αυτων 17ϊνα μη τιϲ δυνηται αγοραϲαι η πωληϲαι ει μη ο εχων το χαραγμα του θηριου η το ονομα αυτου η το αριθμον του ονοματοϲ αυτου 18ωδε η ϲοφια εϲτιν ο εχων ουϲ ψηφιϲατω τον αριθμο του θηριου αριθμοϲ γαρ ανου εϲτιν εξακοϲιαι εξηκοτα εξʼ ·
Compare: Tischendorf 8th edition (1869)
16καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, 17ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. 18ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς αὐτοῦ χξϛʹ.
16And he causeth all, both small and great, rich and poor, free and bond, to receive a mark in their right hand, or in their foreheads: 17And that no man might buy or sell, save he that had the mark, or the name of the beast, or the number of his name. 18Here is wisdom. Let him that hath understanding count the number of the beast: for it is the number of a man; and his number is Six hundred threescore and six.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library