Revelation, Chapter 22
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 333.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1και εδιξεν μοι ποταμον υδατοϲ ζωηϲ λαμπρον ωϲ κρυϲταλλον εκπορευομενο εκ θρονου του θυ και του αρνιου 2ε μεϲω τηϲ πλατιαϲ αυτηϲ και του ποταμου ενθεν και ποιουν καρπουϲ ιβ κατα μηνα εκαϲτον αποδιδουϲ τουϲ καρπουϲ αυτου και τα φυλλα των ξυλων ειϲ θεραπειαν εθνων 3και παν καταγμα ουκ εϲται και θρονοϲ του θυ και του αρνιου εν αυτη εϲται και οι δουλοι αυτου λατρευϲουϲιν αυτω 4και οψοται το προϲωπον αυτου και το ονομα αυτου και επι των μετωπων αυτων 5και νυξ ουκ εϲται ετι και ουκ εχουϲιν χρεια φωτοϲ λυχνου κ(αι) φωτοϲ ηλιου οτι κϲ ο θϲ φωτιει επ αυτουϲ και βαϲιλευϲουϲιν ειϲ τουϲ αιωναϲ τω αιωνων · 6και ειπεν μοι ουτοι οι λογοι πιϲτοι και αληθινοι · και ο κϲ ο θϲ των πνατων των προφητων απεϲτιλε με τον αγγελον αυτου διξαι τοιϲ δουλοιϲ αυτου α δι γενεϲθαι εν ταχει 7και ϊδου ερχομαι ταχυ · μακαριοϲ ο τηρω τουϲ λογουϲ τηϲ προφηταϲ του βιβλιου τουτου 8καγω ϊωαννηϲ ο βλεπων και ακουων ταυτα και οτε ηκουϲα και εβλεψα επεϲα προϲκυνηϲαι εμπροϲθεν των ποδων του αγγελου του δικνυντοϲ μοι ταυτα
Compare: Tischendorf 8th edition (1869)
1Καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου. 2ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιῶν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. 3καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, 4καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. 5καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτιεῖ ἐπ’ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 6καὶ εἶπέν μοι, οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει. 7καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. 8Κἀγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
1And he shewed me a pure river of water of life, clear as crystal, proceeding out of the throne of God and of the Lamb. 2In the midst of the street of it, and on either side of the river, was there the tree of life, which bare twelve manner of fruits, and yielded her fruit every month: and the leaves of the tree were for the healing of the nations. 3And there shall be no more curse: but the throne of God and of the Lamb shall be in it; and his servants shall serve him: 4And they shall see his face; and his name shall be in their foreheads. 5And there shall be no night there; and they need no candle, neither light of the sun; for the Lord God giveth them light: and they shall reign for ever and ever. 6And he said unto me, These sayings are faithful and true: and the Lord God of the holy prophets sent his angel to shew unto his servants the things which must shortly be done. 7Behold, I come quickly: blessed is he that keepeth the sayings of the prophecy of this book. 8And I John saw these things, and heard them. And when I had heard and seen, I fell down to worship before the feet of the angel which shewed me these things.
9και λεγει μοι ορα μη ϲυνδουλοϲ ϲου ειμι και τω αδελφων ϲου τω προφητων και των τηρουντων τουϲ λογουϲ του βιβλιου τουτου τω θω προϲκυνηϲον 10και λεγει μοι μη ϲφραγιϲηϲ τουϲ λογουϲ τουτουϲ τηϲ προφητειαϲ του βιβλιου τουτου ο καιροϲ γαρ ενγυϲ εϲτιν 11ο αδικων αδικηϲατω ετι · και ο ρυπαροϲ ρυπανθητω ετι · και ο δικαιοϲ δικαιοϲυνην ποιηϲατω ετι και ο αγιοϲ αγιαϲθητω ετι 12ϊδου ερχομαι ταχυ και ο μιϲθοϲ μου μετ εμου αποδοθηναι εκαϲτω ωϲ το εργον εϲτι αυτου 13εγω το αλφα και το ω ο πρωτοϲ κ(αι) ο εϲχατοϲ η αρχη κ(αι) το τελοϲ 14μακαριοι οι πλυνοντεϲ ταϲ ϲτολαϲ αυτων ϊνα εϲται η εξουϲια αυτω ωϲ δε η εξουϲια επι το ξυλον τηϲ ζωηϲ και τοιϲ πυλωϲιν ειϲελθωϲιν ειϲ την πολιν 15εξω οι κυνεϲ · και οι φαρμακοι · και οι πορνοι · και οι φονειϲ και οι ϊδωλολατραι και παϲ ποιων και φιλων ψευδοϲ 16εγω ιϲ επεμψα το αγγελον μου μαρτυρηϲαι υμιν ταυτα επι ταιϲ εκκληϲιαιϲ εγω ειμι η ριζα και το γενοϲ δαδ ο αϲτηρ ο λαμπροϲ ο πρωινοϲ
Compare: Tischendorf 8th edition (1869)
9καὶ λέγει μοι, ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον. 10καὶ λέγει μοι, μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν. 11ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. 12Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ. 13ἐγὼ τὸ ἄλφα καὶ τὸ ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος. 14μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. 15ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ποιῶν καὶ φιλῶν ψεῦδος. 16ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυείδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
9Then saith he unto me, See thou do it not: for I am thy fellowservant, and of thy brethren the prophets, and of them which keep the sayings of this book: worship God. 10And he saith unto me, Seal not the sayings of the prophecy of this book: for the time is at hand. 11He that is unjust, let him be unjust still: and he which is filthy, let him be filthy still: and he that is righteous, let him be righteous still: and he that is holy, let him be holy still. 12And, behold, I come quickly; and my reward is with me, to give every man according as his work shall be. 13I am Alpha and Omega, the beginning and the end, the first and the last. 14Blessed are they that do his commandments, that they may have right to the tree of life, and may enter in through the gates into the city. 15For without are dogs, and sorcerers, and whoremongers, and murderers, and idolaters, and whosoever loveth and maketh a lie. 16I Jesus have sent mine angel to testify unto you these things in the churches. I am the root and the offspring of David, and the bright and morning star.
17και π πνα και νυμφη λεγουϲι ερχου και ο ακουων ειπατω ερχου και ο διψων ερχεϲθω ο θελων λαβετω ϋδωρ ζωηϲ δωρεαν · 18η μαρτυρω εγω παντι τω ακουοντι τουϲ λογουϲ τηϲ προφητειαϲ του βιβλιου τουτου εαν τιϲ επιθηϲει επ αυτον ο θϲ ταϲ πληγαϲ ταϲ γεγραμμεναϲ ε τω βιβλιω τουτω · 19και αν τιϲ αφελη απο των λογων τουτων του βιβλιου τηϲ προφητιαϲ ταυτηϲ αφελι ο θϲ το μεροϲ αυτου απο του ξυλου τηϲ ζωηϲ και εκ τηϲ πολεωϲ τηϲ αγιαϲ των γεγραμμενων εν τω βιβλιω τουτω20λεγι ο μαρτυρων ταυτα ειναι ναι ερχομαι ταχυ ερχου κε ιηυ 21η χαριϲ του κυ ιυ μετα των αγιων αμην :
Compare: Tischendorf 8th edition (1869)
17καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω, ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν. 18Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσει ἐπ’ αὐτὸν ὁ θεὸς τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· 19καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ. 20Λέγει ὁ μαρτυρῶν ταῦτα· ναί, ἔρχομαι ταχύ. Ἀμήν, ἔρχου κύριε Ἰησοῦ. 21Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μετὰ πάντων.
17And the Spirit and the bride say, Come. And let him that heareth say, Come. And let him that is athirst come. And whosoever will, let him take the water of life freely. 18For I testify unto every man that heareth the words of the prophecy of this book, If any man shall add unto these things, God shall add unto him the plagues that are written in this book: 19And if any man shall take away from the words of the book of this prophecy, God shall take away his part out of the book of life, and out of the holy city, and from the things which are written in this book. 20He which testifieth these things saith, Surely I come quickly. Amen. Even so, come, Lord Jesus. 21The grace of our Lord Jesus Christ be with you all. Amen.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library