Romans, Chapter 2
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 261.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1διο αναπολογητοϲ ι ω ανε παϲ ο κρινω εν ω γαρ κρινιϲ το ετερον ϲεαυτον κατακρινιϲ τα γαρ αυτα πραϲϲειϲ ο κρινω 2οιδαμεν γαρ · οτι το κριμα του θυ εϲτιν κατα αληθειαν επι τουϲ τα τοιαυτα πραϲϲονταϲ 3λογιζη δε τουτο ω ανθρωπε ο κρινω τουϲ τα τοιαυτα πραϲϲονταϲ και ποιων αυτα οτι ϲυ εκφευξη το κριμα του θυ 4η του πλουτου τηϲ χρηϲτοτητοϲ αυτου και τηϲ ανοχηϲ και τηϲ μακροθυμιαϲ καταφρονιϲ αγνοων οτι το χρηϲτον του θυ ειϲ μετανοιαν ϲε αγει 5κατα δε την ϲκληροτητα ϲου και αμετανοητον καρδιαν θηϲαυριζειϲ ϲεαυτω οργην εν ημερα οργηϲ και αποκαλυψεωϲ δικαιοκριϲιαϲ του θυ 6οϲ αποδωϲει εκαϲτω κατα τα εργα αυτου 7τοιϲ μεν καθ υπομονην εργου αγαθου δοξαν · και τιμην · και αφθαρϲιαν ζητουϲιν ζωην αιωνιον 8τοιϲ δε εξ εριθειαϲ και απιθουϲι τη αληθια πιθομενοιϲ δε τη αδικια · οργη · και θυμοϲ ·
Compare: Tischendorf 8th edition (1869)
1Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. 2οἴδαμεν γὰρ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. 3λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ; 4ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; 5κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, 6ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, 7τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν, ζωὴν αἰώνιον· 8τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ θυμός.
1Therefore thou art inexcusable, O man, whosoever thou art that judgest: for wherein thou judgest another, thou condemnest thyself; for thou that judgest doest the same things. 2But we are sure that the judgment of God is according to truth against them which commit such things. 3And thinkest thou this, O man, that judgest them which do such things, and doest the same, that thou shalt escape the judgment of God? 4Or despisest thou the riches of his goodness and forbearance and longsuffering; not knowing that the goodness of God leadeth thee to repentance? 5But after thy hardness and impenitent heart treasurest up unto thyself wrath against the day of wrath and revelation of the righteous judgment of God; 6Who will render to every man according to his deeds: 7To them who by patient continuance in well doing seek for glory and honour and immortality, eternal life: 8But unto them that are contentious, and do not obey the truth, but obey unrighteousness, indignation and wrath,
9θλιψιϲ και ϲτενοχωρια επι παϲαν ψυχη ανου του κατεργαζομενου το κακο ϊουδαιου τε πρωτο και ελληνοϲ 10δοξα δε και τιμη κ(αι) ειρηνη παντι τω εργαζομενω το αγαθον ϊουδαιω τε πρωτον και ελληνι 11ου γαρ εϲτιν προϲωπολημψια παρα τω θω 12οϲοι γαρ ανομωϲ ημαρτον ανομωϲ και απολουνται και οϲοι εν νομω ημαρτον δια νομου κριθηϲονται 13ου γαρ οι ακροαται νομου δικαιοι παρα τω θω αλλ οι ποιηται νομου δικαιωθηϲονται 14οταν γαρ εθνη τα μη νομον εχοντα φυϲει τα του νομου ποιωϲιν ουτοι νομον μη εχοντεϲ εαυτοιϲ ειϲιν νομοϲ 15οιτινεϲ ενδικνυνται το εργον του νομου γραπτο εν ταιϲ καρδιεϲ αυτων ϲυνμαρτυρουϲηϲ αυτων τηϲ ϲυνειδηϲεωϲ και μεταξυ αλληλω των λογιϲμων κατηγορουντων η και απολογουμενων 16εν ημερα οτε κρινει ο θϲ τα κρυπτα των ανων κατα το ευαγγελιον μου δια ιυ χυ
Compare: Tischendorf 8th edition (1869)
9θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· 10δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 11Οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ θεῷ. 12ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· 13οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ νόμου δικαιωθήσονται. 14ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος· 15οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συνμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, 16ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ.
9Tribulation and anguish, upon every soul of man that doeth evil, of the Jew first, and also of the Gentile; 10But glory, honour, and peace, to every man that worketh good, to the Jew first, and also to the Gentile: 11For there is no respect of persons with God. 12For as many as have sinned without law shall also perish without law: and as many as have sinned in the law shall be judged by the law; 13(For not the hearers of the law are just before God, but the doers of the law shall be justified. 14For when the Gentiles, which have not the law, do by nature the things contained in the law, these, having not the law, are a law unto themselves: 15Which shew the work of the law written in their hearts, their conscience also bearing witness, and their thoughts the mean while accusing or else excusing one another;) 16In the day when God shall judge the secrets of men by Jesus Christ according to my gospel.
17ει δε ϲυ ϊουδαιοϲ επονομαζη και επαναπαυη νομω και καυχαϲαι εν θω 18και γινωϲκιϲ το θελημα και δοκιμαζειϲ τα διαφεροντα κατηχουμενοϲ εκ του νομου 19πεποιθαϲ τε ϲεαυτον οδηγον ειναι τυφλων · φωϲ των εν ϲκοτι 20παιδευτην αφρονω διδαϲκαλον νηπιων εχοντα την μορφωϲιν τηϲ γνωϲεωϲ και τηϲ αληθειαϲ εν τω νομω 21ο ουν διδαϲκων ετερον ϲεαυτον ου διδαϲκειϲ · ο κηρυϲϲων μη κλεπτιν κλεπτιϲ · 22ο λεγων μη μοιχευειν μοιχευειϲ · ο βδελυϲϲομενοϲ τα ϊδωλα ϊεροϲυλειϲ · 23οϲ εν νομω καυχαϲαι δια τηϲ παραβαϲεωϲ του νομου τον θν ατιμαζειϲ · 24το γαρ ονομα του θυ δι ϋμαϲ βλαϲφημιται εν τοιϲ εθνεϲι · καθωϲ γεγραπται ·
Compare: Tischendorf 8th edition (1869)
17εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ 18καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, 19πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, 20παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. 21ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; 22ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; 23ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις; 24τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται.
17Behold, thou art called a Jew, and restest in the law, and makest thy boast of God, 18And knowest his will, and approvest the things that are more excellent, being instructed out of the law; 19And art confident that thou thyself art a guide of the blind, a light of them which are in darkness, 20An instructor of the foolish, a teacher of babes, which hast the form of knowledge and of the truth in the law. 21Thou therefore which teachest another, teachest thou not thyself? thou that preachest a man should not steal, dost thou steal? 22Thou that sayest a man should not commit adultery, dost thou commit adultery? thou that abhorrest idols, dost thou commit sacrilege? 23Thou that makest thy boast of the law, through breaking the law dishonourest thou God? 24For the name of God is blasphemed among the Gentiles through you, as it is written.
25περιτομη μεν γαρ ωφελι εαν νομο πραϲϲηϲ εαν δε παραβατηϲ νομου ηϲ η περιτομη ϲου ακροβυϲτια γεγονε · 26εαν ουν η ακροβυϲτια τα δικαιωματα του νομου φυλαϲϲη ουχ η ακροβυϲτια αυτου ειϲ περιτομην λογιϲθηϲεται 27και κρινει η εκ φυϲεωϲ ακροβυϲτια τον νομον τελουϲα ϲε τον δια γραμματοϲ και περιτομηϲ παραβατην νομου 28ου γαρ ο εν τω φανερω ϊουδαιοϲ εϲτιν ουδε η εν τω φανερω εν ϲαρκι περιτομη 29αλλ ο εν τω κρυπτω ϊουδαιοϲ και περιτομη καρδιαϲ εν πνι ου γραμματι ου ο επαινοϲ ουκ εξ ανων αλλ εκ του θυ
Compare: Tischendorf 8th edition (1869)
25περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. 26ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; 27καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. 28οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· 29ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ θεοῦ.
25For circumcision verily profiteth, if thou keep the law: but if thou be a breaker of the law, thy circumcision is made uncircumcision. 26Therefore if the uncircumcision keep the righteousness of the law, shall not his uncircumcision be counted for circumcision? 27And shall not uncircumcision which is by nature, if it fulfil the law, judge thee, who by the letter and circumcision dost transgress the law? 28For he is not a Jew, which is one outwardly; neither is that circumcision, which is outward in the flesh: 29But he is a Jew, which is one inwardly; and circumcision is that of the heart, in the spirit, and not in the letter; whose praise is not of men, but of God.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library