Romans, Chapter 5
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 262.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1δικαιωθεντεϲ ου εκ πιϲτεωϲ · ειρηνην εχωμεν προϲ τον θν δια του κυ ημων ιυ χυ · 2δι ου και την προϲαγωγην εϲχηκαμε τη πιϲτι · ειϲ την χαριν ταυτην ˙ εν η εϲτηκαμεν και καυχωμεθα ˙ επ ελπιδι τηϲ δοξηϲ του θυ · 3ου μονον δε αλλα και χαυχωμεθα εν ταιϲ θλιψεϲιν ειδοτεϲ οτι η θλιψιϲ ϋπομονην κατεργαζεται · 4η δε ϋπομονη δοκιμη η δε δοκιμη ελπιδα · 5η δε ελπιϲ ου καταιϲχυνει οτι η αγαπη του θυ εκκεχυται εν ταιϲ καρδιεϲ ϋμων δια πνϲ αγιου του δοθεντοϲ ημιν 6ετι γαρ χϲ οντων ημων αϲθενων ετι κατα καιρον ϋπερ αϲεβων απεθανεν 7μογιϲ γαρ ϋπερ δικ(αι)ου τιϲ αποθανιται ϋπερ γαρ του αγαθου ταχα τιϲ και τολμα αποθανιν 8ϲυνϊϲτηϲιν δε τη εαυτου αγαπην ειϲ ημαϲ ο θϲ οτι ετι αμαρτωλων οντων ημων χϲ ϋπερ ημων απεθανεν
Compare: Tischendorf 8th edition (1869)
1Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 2δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. 3οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, 4ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· 5ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν, 6ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν. 7μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν· 8συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.
1Therefore being justified by faith, we have peace with God through our Lord Jesus Christ: 2By whom also we have access by faith into this grace wherein we stand, and rejoice in hope of the glory of God. 3And not only so, but we glory in tribulations also: knowing that tribulation worketh patience; 4And patience, experience; and experience, hope: 5And hope maketh not ashamed; because the love of God is shed abroad in our hearts by the Holy Ghost which is given unto us. 6For when we were yet without strength, in due time Christ died for the ungodly. 7For scarcely for a righteous man will one die: yet peradventure for a good man some would even dare to die. 8But God commendeth his love toward us, in that, while we were yet sinners, Christ died for us.
9πολλω ουν μαλλο δικαιωθεντεϲ ε νυν εν τω αιματι αυτου ϲωθηϲομεθα δι αυτου απο τηϲ οργηϲ 10ει γαρ εχθροι οντεϲ κατηλλαγημεν τω θω δια του θανατου του υϊου αυτου πολλω μαλλον καταλλαγεντεϲ ϲωθηϲομεθα εν τη ζωη αυτου 11ου μονον δε αλλα και καυχωμενοι εν τω θω δια του κυ ημων ιυ χυ δι ου νυν την καταλλαγην ελαβομεν 12δια τουτο ωϲπερ δι ενοϲ ανθρωπου η αμαρτια ειϲ τον κοϲμον ειϲηλθε και δια τηϲ αμαρτιαϲ ο θανατοϲ και ουτωϲ ειϲ πανταϲ ανθρωπουϲ ο θανατοϲ διηλθεν εφ ω παντεϲ ημαρτον 13αχρι γαρ νομου αμαρτια ην εν κοϲμω αμαρτια δε ουκ ενελογειτο μη οντοϲ νομου · 14αλλ εβαϲιλευϲεν ο θανατοϲ απο αδαμ μεχρι μωϋϲεωϲ και επι τουϲ μη αμαρτηϲανταϲ επι τω ομοιωματι τηϲ παραβαϲεωϲ αδαμ οϲ εϲτιν τυποϲ του μελλοντοϲ 15αλλ ουχ ωϲ το παραπτωμα ουτωϲ και το χαριϲμα ει γαρ τω του ενοϲ παραπτωματι οι πολλοι απεθανο πολλω μαλλον η χαριϲ του θυ και η δωρεα εν χαριτι τη του ενοϲ ανθρωπου ιυ χυ ειϲ τουϲ πολλουϲ επεριϲϲευϲεν 16και ουχ ωϲ δι ενοϲ αμαρτητοϲ το δωρημα το μεν γαρ κριμα εξ ενοϲ ειϲ κατακριμα το δε χαριϲμα εκ πολλων παραπτωματω ειϲ δικαιωμα
Compare: Tischendorf 8th edition (1869)
9πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. 10εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ· 11οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. 12Διὰ τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον 13ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου· 14ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος. 15ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. 16καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.
9Much more then, being now justified by his blood, we shall be saved from wrath through him. 10For if, when we were enemies, we were reconciled to God by the death of his Son, much more, being reconciled, we shall be saved by his life. 11And not only so, but we also joy in God through our Lord Jesus Christ, by whom we have now received the atonement. 12Wherefore, as by one man sin entered into the world, and death by sin; and so death passed upon all men, for that all have sinned: 13(For until the law sin was in the world: but sin is not imputed when there is no law. 14Nevertheless death reigned from Adam to Moses, even over them that had not sinned after the similitude of Adam’s transgression, who is the figure of him that was to come. 15But not as the offence, so also is the free gift. For if through the offence of one many be dead, much more the grace of God, and the gift by grace, which is by one man, Jesus Christ, hath abounded unto many. 16And not as it was by one that sinned, so is the gift: for the judgment was by one to condemnation, but the free gift is of many offences unto justification.
17ει γαρ τω του ενοϲ παραπτωματι ο θανατοϲ εβαϲιλευϲεν δια του ενοϲ πολλω μαλλον οι την περιϲϲειαν τηϲ χαριτοϲ και τηϲ δωρεαϲ τηϲ δικαιοϲυνηϲ λαμβανοντεϲ εν ζωη βαϲιλευϲουϲι · δια του ενοϲ ιυ χυ 18αρα ουν ωϲ δι ενοϲ ανθρωπου παραπτωματοϲ ειϲ παταϲ ανθρωπουϲ ειϲ κατακριμα ουτωϲ και δι ενοϲ δικαιωματοϲ ειϲ πανταϲ ανθρωπουϲ ειϲ δικαιωϲι ζωηϲ 19ωϲπερ γαρ δια τηϲ παρακοηϲ του ενοϲ ανθρωπου αμαρτωλοι κατεϲταθηϲαν οι πολλοι ουτωϲ και δια τηϲ ϋπακοηϲ του ενοϲ δικαιοι καταϲταθηϲονται οι πολλοι 20νομοϲ δε παρειϲηλθεν ϊνα πλεοναϲη το παραπτωμα ου δε επλεοναϲε η αμαρτια ϋπερεπεριϲϲευϲεν η χαριϲ 21ϊνα ωϲπερ εβαϲιλευϲεν η αμαρτια εν τω θανατω ουτωϲ και η χαριϲ βαϲιλευϲη δια δικαιοϲυνηϲ ειϲ ζωην αιωνιον δια ιυ χυ του κυ ημων
Compare: Tischendorf 8th edition (1869)
17εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. 18Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς· 19ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. 20νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, 21ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
17For if by one man’s offence death reigned by one; much more they which receive abundance of grace and of the gift of righteousness shall reign in life by one, Jesus Christ.) 18Therefore as by the offence of one judgment came upon all men to condemnation; even so by the righteousness of one the free gift came upon all men unto justification of life. 19For as by one man’s disobedience many were made sinners, so by the obedience of one shall many be made righteous. 20Moreover the law entered, that the offence might abound. But where sin abounded, grace did much more abound: 21That as sin hath reigned unto death, even so might grace reign through righteousness unto eternal life by Jesus Christ our Lord.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library