1 Thessalonians, Chapter 2 (Codex Vaticanus)
Introduction
1 Thessalonians 2 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-4 on p. 1507, col. 1.
1αυτοι γαρ οιδατε αδελφοι την εισοδον ημων την προς υμας οτι ου κενη γεγονεν · 2· · αλλα προπαθοντες και υβρισθεντες · καθως οιδατε εν φιλιπποις επαρησιασαμεθα εν τω θω ημων λαλησαι προς υμας το ευαγγελιον του θυ εν πολλω αγωνι · 3η γαρ παρακλησις ημων ουκ εκ πλανης ουδε εξ ακαθαρσιας ουδε εν δολω · 4αλλα καθως δεδοκιμασμεθα υπο · · του θυ πιστευθηναι το ευαγγελιον · ουτως λαλουμεν ουχ ως ανθρωποις αρεσκοντες αλλα θω τω δοκιμαζοντι τας καρδιας ημων ·
Compare: Tischendorf 8th edition (1869)
1Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν, 2ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι. 3ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ, 4ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
1For yourselves, brethren, know our entrance in unto you, that it was not in vain: 2But even after that we had suffered before, and were shamefully entreated, as ye know, at Philippi, we were bold in our God to speak unto you the gospel of God with much contention. 3For our exhortation was not of deceit, nor of uncleanness, nor in guile: 4But as we were allowed of God to be put in trust with the gospel, even so we speak; not as pleasing men, but God, which trieth our hearts.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 5-12 on p. 1507, col. 2.
5ουτε γαρ ποτε εν λογω κολακειας εγενηθημεν καθως οιδατε · ουτε προφασει πλεονεξιας θεος μαρτυς · 6ουτε ζητουντες εξ ανθρωπων δοξαν ουτε αφ υμων ουτε απ αλλων · 7δυναμενοι εν βαρει ειναι ως χυ αποστολοι αλλα εγενηθημεν · · νηπιοι εν μεσω υμων ως εαν τροφος θαλπη τα εαυτης τεκνα · 8ουτως ομειρομενοι υμων ηυδοκουμεν μεταδουναι υμιν ου μονον το ευαγγελιον του θυ αλλα και τας εαυτων ψυχας · διοτι αγαπητοι ημιν εγενηθητε · 9μνημονευετε γαρ αδελφοι τον κοπον ημων και τον μοχθον νυκτος · · και ημερας εργαζομενοι προς το μη επιβαρησαι τινα υμων · εκηρυξαμεν εις υμας το ευαγγελιον του θυ · 10υμεις μαρτυρες και ο θς ως οσιως και δικαιως και αμεμπτως υμιν τοις πιστευουσιν εγενηθημεν · 11καθαπερ οιδατε ως ενα εκαστον υμων ως πατηρ τεκνα εαυτου 12παρακαλουντες υμας και παραμυθουμενοι · και μαρτυρομενοι εις το περιπατειν υμας αξιως του θυ του καλουντος υμας εις την εαυτου βασιλειαν και δοξαν ·
Compare: Tischendorf 8th edition (1869)
5οὔτε γάρ ποτε ἐν λόγῳ κολακίας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, θεὸς μάρτυς, 6οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι· 7ἀλλὰ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, 8οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε. 9μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ. 10ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, 11καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι, 12καὶ μαρτυρόμενοι εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
5For neither at any time used we flattering words, as ye know, nor a cloke of covetousness; God is witness: 6Nor of men sought we glory, neither of you, nor yet of others, when we might have been burdensome, as the apostles of Christ. 7But we were gentle among you, even as a nurse cherisheth her children: 8So being affectionately desirous of you, we were willing to have imparted unto you, not the gospel of God only, but also our own souls, because ye were dear unto us. 9For ye remember, brethren, our labour and travail: for labouring night and day, because we would not be chargeable unto any of you, we preached unto you the gospel of God. 10Ye are witnesses, and God also, how holily and justly and unblameably we behaved ourselves among you that believe: 11As ye know how we exhorted and comforted and charged every one of you, as a father doth his children, 12That ye would walk worthy of God, who hath called you unto his kingdom and glory.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 13-17 on p. 1507, col. 3; verse 17 continues on p. 1508, col. 1 (which begins 'μεν το προσωπον').
13και δια τουτο και ημεις ευχαριστουμεν τω θω αδιαλειπτως · οτι παραλαβοντες λογον ακοης παρ ημων του θυ · εδεξασθε ου · · λογον ανθρωπων αλλα καθως αληθως εστιν λογον θυ ος και ενεργειται εν υμιν τοις πιστευουσιν · 14υμεις γαρ μειμηται εγενηθητε αδελφοι των εκκλησιων του θυ των ουσων εν τη ιουδαια εν χω ιυ · οτι τα αυτα επαθετε και υμεις υπο των ιδιων συμφυλετων καθως και αυτοι υπο των ιουδαιων 15των και τον κν αποκτειναντων ιν και τους · · προφητας · και ημας εκδιωξαντων · και θω μη αρεσκοντων · και πασιν ανθρωποις εναντιων · 16κωλυοντων ημας τοις εθνεσιν λαλησαι ινα σωθωσιν εις το αναπληρωσαι αυτων παντοτε · εφθακεν δε η οργη επ · · αυτους εις τελος · 17ημεις δε αδελφοι απορφανισθεντες αφ υμων προς καιρον ωρας προσωπω ου καρδια . περισσοτερως εσπουδασαμεν το προσωπον υμων ιδειν εν πολλη επιθυμια ·
Compare: Tischendorf 8th edition (1869)
13Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθώς ἐστιν ἀληθῶς λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. 14ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, 15τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, 16κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. 17Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
13For this cause also thank we God without ceasing, because, when ye received the word of God which ye heard of us, ye received it not as the word of men, but as it is in truth, the word of God, which effectually worketh also in you that believe. 14For ye, brethren, became followers of the churches of God which in Judaea are in Christ Jesus: for ye also have suffered like things of your own countrymen, even as they have of the Jews: 15Who both killed the Lord Jesus, and their own prophets, and have persecuted us; and they please not God, and are contrary to all men: 16Forbidding us to speak to the Gentiles that they might be saved, to fill up their sins alway: for the wrath is come upon them to the uttermost. 17But we, brethren, being taken from you for a short time in presence, not in heart, endeavoured the more abundantly to see your face with great desire.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 18-20 on p. 1508, col. 1.
18διοτι ηθελησαμεν ελθειν προς υμας εγω μεν παυλος και απαξ και δις και ενεκοψεν ημας ο σατανας · 19τις γαρ ημων ελπις η χαρα η στεφανος καυχησεως η ουχι και υμεις εμπροσθεν του κυ ημων ιυ εν τη αυτου παρουσια · 20υμεις γαρ εστε η δοξα ημων και η χαρα ·
Compare: Tischendorf 8th edition (1869)
18διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς. 19τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; 20ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.
18Wherefore we would have come unto you, even I Paul, once and again; but Satan hindered us. 19For what is our hope, or joy, or crown of rejoicing? Are not even ye in the presence of our Lord Jesus Christ at his coming? 20For ye are our glory and joy.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library