Acts, Chapter 11 (Codex Vaticanus)
Introduction
Acts 11 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verse 1 on p. 1398, col. 1.
1ηκουσαν δε οι αποστολοι και οι αδελφοι οι οντες κατα την ιουδαιαν οτι και τα εθνη εδεξαντο τον λογον του θυ ·
Compare: Tischendorf 8th edition (1869)
1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
1And the apostles and brethren that were in Judaea heard that the Gentiles had also received the word of God.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 2-11 on p. 1398, col. 2.
2οτε δε ανεβη πετρος εις ιερουσαλημ διεκρεινοντο προς αυτον οι εκ περιτομης 3λεγοντες οτι εισηλθεν προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγεν αυτοις · 4αρξαμενος δε πετρος εξετιθετο αυτοις καθεξης λεγων · 5εγω ημην εν πολει ιοππη προσευχομενος και ειδον εν εκστασει οραμα καταβαινον σκευος · · τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενην εκ του ουρανου και ηλθεν αχρι εμου · 6εις ην ατενισας κατενοουν και ειδον τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου · 7ηκουσα δε και φωνης λεγουσης μοι αναστας πετρε θυσον και φαγε · 8ειπον δε μηδαμως κε οτι κοινον η ακαθαρτον ουδεποτε εισηλθεν εις το στομα μου 9απεκριθη δε εκ δευτερου φωνη εκ του ουρανου α ο θς εκαθαρισεν συ μη κοινου 10τουτο δε εγενετο επι τρις και ανεσπασθη παλιν απαντα εις τον ουρανον · 11και ιδου εξαυτης τρεις ανδρες επεστησαν επι την οικιαν εν η ημεν απεσταλμενοι απο καισαρειας προς με ·
Compare: Tischendorf 8th edition (1869)
2ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἱερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς 3λέγοντες ὅτι εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς. 4ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, 5ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· 6εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 7ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 8εἶπον δέ, μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. 9ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. 10τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν. 11καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρίας πρός με.
2And when Peter was come up to Jerusalem, they that were of the circumcision contended with him, 3Saying, Thou wentest in to men uncircumcised, and didst eat with them. 4But Peter rehearsed the matter from the beginning, and expounded it by order unto them, saying, 5I was in the city of Joppa praying: and in a trance I saw a vision, A certain vessel descend, as it had been a great sheet, let down from heaven by four corners; and it came even to me: 6Upon the which when I had fastened mine eyes, I considered, and saw fourfooted beasts of the earth, and wild beasts, and creeping things, and fowls of the air. 7And I heard a voice saying unto me, Arise, Peter; slay and eat. 8But I said, Not so, Lord: for nothing common or unclean hath at any time entered into my mouth. 9But the voice answered me again from heaven, What God hath cleansed, that call not thou common. 10And this was done three times: and all were drawn up again into heaven. 11And, behold, immediately there were three men already come unto the house where I was, sent from Caesarea unto me.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 12-19 on p. 1398, col. 3; verse 19 continues on p. 1399, col. 1 (which begins 'λουντες τον λογον').
12ειπεν δε το πνευμα μοι συνελθειν αυτοις μηδεν διακρειναντα · ηλθον δε συν εμοι και οι εξ αδελφοι ουτοι · και εισηλθομεν εις τον οικον του ανδρος · 13απηγγειλεν δε ημιν πως ειδεν τον αγγελον εν τω οικω αυτου σταθεντα και ειποντα πεμψον εις ιοππην και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον 14ος λαλησει ρηματα προς σε εν οις σωθηση συ και πας ο οικος σου 15εν δε τω αρξασθαι με λαλειν επεπεσεν το πνευμα το αγιον επ αυτους ωσπερ και εφ ημας εν αρχη · 16εμνησθην δε του ρηματος του κυ ως ελεγεν ιωανης μεν εβαπτισεν υδατι υμεις δε βαπτισθησεσθε εν πνευματι αγιω · 17ει ουν την ισην δωρεαν εδωκεν αυτοις ο θς ως και ημιν πιστευσασιν επι τον κν ιν χν . εγω τις ημην δυνατος κωλυσαι τον θν · 18ακουσαντες δε ταυτα ησυχασαν και εδοξασαν τον θν λεγοντες αρα και τοις εθνεσιν ο θς την μετανοιαν εις ζωην εδωκεν · 19οι μεν ουν διασπαρεντες απο της θλειψεως · · της γενομενης επι στεφανω διηλθον εως φοινεικης και κυπρου και αντιοχειας μηδενι λαλουντες τον λογον . ει μη μονον ιουδαιοις
Compare: Tischendorf 8th edition (1869)
12εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· 13ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, 14ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. 15ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ. 16ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. 17εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; 18ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν. 19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
12And the spirit bade me go with them, nothing doubting. Moreover these six brethren accompanied me, and we entered into the man’s house: 13And he shewed us how he had seen an angel in his house, which stood and said unto him, Send men to Joppa, and call for Simon, whose surname is Peter; 14Who shall tell thee words, whereby thou and all thy house shall be saved. 15And as I began to speak, the Holy Ghost fell on them, as on us at the beginning. 16Then remembered I the word of the Lord, how that he said, John indeed baptized with water; but ye shall be baptized with the Holy Ghost. 17Forasmuch then as God gave them the like gift as he did unto us, who believed on the Lord Jesus Christ; what was I, that I could withstand God? 18When they heard these things, they held their peace, and glorified God, saying, Then hath God also to the Gentiles granted repentance unto life. 19Now they which were scattered abroad upon the persecution that arose about Stephen travelled as far as Phenice, and Cyprus, and Antioch, preaching the word to none but unto the Jews only.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 20-28 on p. 1399, col. 1.
20ησαν δε τινες εξ αυτων ανδρες κυπριοι και κυρηναιοι οιτινες ελθοντες εις αντιοχειαν ελαλουν · και προς τους ελληνιστας ευαγγελιζομενοι τον κν ιν · 21και ην χειρ κυ . μετ αυτων · πολυς τε αριθμος ο πιστευσας επεστρεψεν επι τον κν · 22ηκουσθη δε ο λογος εις τα ωτα της εκκλησιας . της ουσης εν ιερουσαλημ περι αυτων · και εξαπεστειλαν βαρναβαν εως αντιοχειας · 23ος παραγενομενος και ιδων την χαριν την του θυ εχαρη και παρεκαλει παντας τη προθεσει της καρδιας προσμενειν εν τω κω 24οτι ην ανηρ αγαθος και πληρης πνευματος αγιου και πιστεως . και προσετεθη οχλος ικανος · 25εξηλθεν δε εις ταρσον αναστησαι σαυλον · 26και ευρων ηγαγεν · εις αντιοχειαν · εγενετο δε αυτοις και ενιαυτον ολον συναχθηναι εν τη εκκλησια · και διδαξαι οχλον ικανον · χρηματισαι τε πρωτως εν αντιοχεια τους μαθητας χρειστιανους · 27εν αυταις δε ταις ημεραις κατηλθον απο ιεροσολυμων προφηται εις αντιοχειαν 28αναστας δε εις εξ αυτων ονοματι αγαβος εσημαινεν δια του πνευματος λειμον μεγαλην μελλειν εσεσθαι εφ ολην την οικουμενην ητις εγενετο επι κλαυδιου ·
Compare: Tischendorf 8th edition (1869)
20ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. 21καὶ ἦν χεὶρ κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. 22Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἱερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως Ἀντιοχείας· 23ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ, 24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. 25ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. 26ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. 27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
20And some of them were men of Cyprus and Cyrene, which, when they were come to Antioch, spake unto the Grecians, preaching the Lord Jesus. 21And the hand of the Lord was with them: and a great number believed, and turned unto the Lord. 22Then tidings of these things came unto the ears of the church which was in Jerusalem: and they sent forth Barnabas, that he should go as far as Antioch. 23Who, when he came, and had seen the grace of God, was glad, and exhorted them all, that with purpose of heart they would cleave unto the Lord. 24For he was a good man, and full of the Holy Ghost and of faith: and much people was added unto the Lord. 25Then departed Barnabas to Tarsus, for to seek Saul: 26And when he had found him, he brought him unto Antioch. And it came to pass, that a whole year they assembled themselves with the church, and taught much people. And the disciples were called Christians first in Antioch. 27And in these days came prophets from Jerusalem unto Antioch. 28And there stood up one of them named Agabus, and signified by the spirit that there should be great dearth throughout all the world: which came to pass in the days of Claudius Caesar.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 29-30 on p. 1399, col. 2.
29των δε μαθητων καθως ευπορειτο τις ωρισαν εκαστος αυτων εις διακονιαν πεμψαι . τοις κατοικουσιν εν τη ιουδαια αδελφοις · 30ο και εποιησαν αποστειλαντες προς τους πρεσβυτερους δια χειρος βαρναβα και σαυλου ·
Compare: Tischendorf 8th edition (1869)
29τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
29Then the disciples, every man according to his ability, determined to send relief unto the brethren which dwelt in Judaea: 30Which also they did, and sent it to the elders by the hands of Barnabas and Saul.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library