Acts, Chapter 15 (Codex Vaticanus)
Introduction
Acts 15 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
Manuscript note: Not written in Codex Vaticanus: verse 34. The English is shown with a bracketed note in the Greek column.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-2 on p. 1403, col. 3; verse 2 continues on p. 1404, col. 1 (which begins 'και πρεσβυτερους εις').
1και τινες κατελθοντες απο της ιουδαιας εδιδασκον τους αδελφους οτι εαν μη περιθμητε τω εθει τω μωυσεως ου δυνασθε σωθηναι · 2γενομενης δε στασεως · · και ζητησεως ουκ ολιγης τω παυλω και τω βαρναβα προς αυτους . εταξαν αναβαινειν παυλον και βαρναβαν και τινας αλλους εξ αυτων προς τους αποστολους και πρεσβυτερους εις ιερουσαλημ περι του ζητηματος τουτου ·
Compare: Tischendorf 8th edition (1869)
1Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. 2γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
1And certain men which came down from Judaea taught the brethren, and said, Except ye be circumcised after the manner of Moses, ye cannot be saved. 2When therefore Paul and Barnabas had no small dissension and disputation with them, they determined that Paul and Barnabas, and certain other of them, should go up to Jerusalem unto the apostles and elders about this question.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 3-8 on p. 1404, col. 1.
3οι μεν ουν προπεμφθεντες υπο της εκκλησιας διηρχοντο την τε φοινικην και σαμαρειαν εκδιηγουμενοι την επιστροφην των εθνων και εποιουν χαραν μεγαλην πασι τοις αδελφοις · 4παραγενομενοι δε εις ιεροσολυμα παρεδεχθησαν απο της εκκλησιας και των αποστολων και των πρεσβυτερων · ανηγγειλαν τε οσα ο θς εποιησεν μετ αυτων · 5εξανεστησαν δε τινες των απο της αιρεσεως των φαρεισαιων πεπιστευκοτες . λεγοντες οτι δει περιτεμνειν αυτους παραγγελλειν τε τηρειν τον νομον μωυσεως · 6συνηχθησαν τε οι αποστολοι και οι πρεσβυτεροι ιδειν περι του λογου τουτου 7πολλης δε ζητησεως γενομενης . αναστας πετρος ειπεν προς αυτους · ανδρες αδελφοι υμεις επιστασθε οτι αφ ημερων αρχαιων εν υμιν εξελεξατο ο θς δια του στοματος μου ακουσαι τα εθνη τον λογον του ευαγγελιου και πιστευσαι 8και ο καρδιογνωστης θς εμαρτυρησεν αυτοις δους το πνευμα το αγιον καθως και ημιν
Compare: Tischendorf 8th edition (1869)
3οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάριαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς. 4παραγενόμενοι δὲ εἰς Ἱερουσαλὴμ παρεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ’ αὐτῶν. 5ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. 6Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. 7πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς, ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι· 8καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν,
3And being brought on their way by the church, they passed through Phenice and Samaria, declaring the conversion of the Gentiles: and they caused great joy unto all the brethren. 4And when they were come to Jerusalem, they were received of the church, and of the apostles and elders, and they declared all things that God had done with them. 5But there rose up certain of the sect of the Pharisees which believed, saying, That it was needful to circumcise them, and to command them to keep the law of Moses. 6And the apostles and elders came together for to consider of this matter. 7And when there had been much disputing, Peter rose up, and said unto them, Men and brethren, ye know how that a good while ago God made choice among us, that the Gentiles by my mouth should hear the word of the gospel, and believe. 8And God, which knoweth the hearts, bare them witness, giving them the Holy Ghost, even as he did unto us;
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 9-17 on p. 1404, col. 2.
9και ουθεν διεκρεινεν μεταξυ ημων τε και αυτων τη πιστει καθαρισας τας καρδιας αυτων · 10νυν ουν τι πειραζετε τον θν επιθειναι ζυγον επι τον τραχηλον των μαθητων ον ουτε οι πατερες ημων ουτε ημεις ισχυσαμεν βαστασαι 11αλλα δια της χαριτος του κυ ιυ πιστευομεν σωθηναι καθ ον τροπον κακεινοι · 12εσειγησεν δε παν το πληθος και ηκουον βαρναβα και παυλου εξηγουμενων οσα εποιησεν ο θς σημεια και τερατα εν τοις εθνεσιν δι αυτων · 13μετα δε το σειγησαι αυτους απεκριθη ιακωβος λεγων ανδρες αδελφοι ακουσατε μου · 14συμεων εξηγησατο καθως πρωτον ο θς επεσκεψατο λαβειν εξ εθνων λαον τω ονοματι αυτου · 15και τουτω συμφωνουσιν οι λογοι των προφητων καθως γεγραπται 16μετα ταυτα αναστρεψω και ανοικοδομησω την σκηνην δαυειδ την πεπτωκυιαν και τα κατεστρεμμενα αυτης ανοικοδομησω και ανορθωσω αυτην 17οπως αν εκζητησωσιν οι καταλοιποι των ανθρωπων τον κν και παντα τα εθνη εφ ους επικεκληται το ονομα μου επ αυτους λεγει κς ποιων ταυτα
Compare: Tischendorf 8th edition (1869)
9καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι. 12ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν. 13Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων, ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. 14Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ. 15καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται, 16μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, 17ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς, λέγει κύριος ποιῶν ταῦτα
9And put no difference between us and them, purifying their hearts by faith. 10Now therefore why tempt ye God, to put a yoke upon the neck of the disciples, which neither our fathers nor we were able to bear? 11But we believe that through the grace of the Lord Jesus Christ we shall be saved, even as they. 12Then all the multitude kept silence, and gave audience to Barnabas and Paul, declaring what miracles and wonders God had wrought among the Gentiles by them. 13And after they had held their peace, James answered, saying, Men and brethren, hearken unto me: 14Simeon hath declared how God at the first did visit the Gentiles, to take out of them a people for his name. 15And to this agree the words of the prophets; as it is written, 16After this I will return, and will build again the tabernacle of David, which is fallen down; and I will build again the ruins thereof, and I will set it up: 17That the residue of men might seek after the Lord, and all the Gentiles, upon whom my name is called, saith the Lord, who doeth all these things.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 18-25 on p. 1404, col. 3; verse 25 continues on p. 1405, col. 1 (which begins 'ημων βαρναβα και').
18γνωστα απ αιωνος · 19διο εγω κρεινω μη παρενοχλειν τοις απο των εθνων επιστρεφουσιν επι τον θν · 20αλλ επιστειλαι αυτοις του απεχεσθαι των αλισγηματων των ειδωλων και της πορνειας και πνικτου και του αιματος · 21μωυσης γαρ εκ γενεων αρχαιων κατα πολιν τους κηρυσσοντας αυτον εχει εν ταις συναγωγαις κατα παν σαββατον αναγεινωσκομενος · 22τοτε εδοξε τοις αποστολοις και τοις πρεσβυτεροις συν ολη τη εκκλησια εκλεξαμενους ανδρας εξ αυτων πεμψαι εις αντιοχειαν συν τω παυλω και βαρναβα · ιουδαν τον καλουμενον βαρσαββαν και σειλαν ανδρας ηγουμενους εν τοις αδελφοις 23γραψαντες δια χειρος αυτων · οι αποστολοι και οι πρεσβυτεροι αδελφοι τοις κατα την αντιοχειαν και συριαν και κιλικιαν αδελφοις τοις εξ εθνων χαιρειν · 24επειδη ηκουσαμεν οτι τινες εξ ημων εταραξαν υμας λογοις ανασκευαζοντες τας ψυχας υμων οις ου διεστειλαμεθα 25εδοξεν ημιν γενομενοις ομοθυμαδον εκλεξαμενοις ανδρας πεμψαι προς υμας συν τοις αγαπητοις ημων βαρναβα και παυλω
Compare: Tischendorf 8th edition (1869)
18γνωστὰ ἀπ’ αἰῶνος. 19διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν, 20ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος· 21Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. 22Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, 23γράψαντες διὰ χειρὸς αὐτῶν, οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. 24ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα, 25ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
18Known unto God are all his works from the beginning of the world. 19Wherefore my sentence is, that we trouble not them, which from among the Gentiles are turned to God: 20But that we write unto them, that they abstain from pollutions of idols, and from fornication, and from things strangled, and from blood. 21For Moses of old time hath in every city them that preach him, being read in the synagogues every sabbath day. 22Then pleased it the apostles and elders, with the whole church, to send chosen men of their own company to Antioch with Paul and Barnabas; namely, Judas surnamed Barsabas, and Silas, chief men among the brethren: 23And they wrote letters by them after this manner; The apostles and elders and brethren send greeting unto the brethren which are of the Gentiles in Antioch and Syria and Cilicia: 24Forasmuch as we have heard, that certain which went out from us have troubled you with words, subverting your souls, saying, Ye must be circumcised, and keep the law: to whom we gave no such commandment: 25It seemed good unto us, being assembled with one accord, to send chosen men unto you with our beloved Barnabas and Paul,
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 26-33, 35-36 on p. 1405, col. 1. Verse 34 is not in Codex Vaticanus; the NTVMR transcription (docID 20003) shows the text passing over it on p. 1405, col. 1.
26ανθρωποις παραδεδωκοσι τας ψυχας αυτων υπερ του ονοματος του κυ ημων ιυ χυ · 27απεσταλκαμεν ουν ιουδαν και σειλαν και αυτους δια λογου απαγγελλοντας τα αυτα · 28εδοξεν γαρ τω πνευματι τω αγιω και ημιν μηδεν πλεον επιτιθεσθαι υμιν βαρος πλην τουτων των επαναγκες 29απεχεσθαι ειδωλοθυτων και αιματος και πνικτων και πορνειας εξ ων διατηρουντες εαυτους ευ πραξετε · ερρωσθε 30οι μεν ουν απολυθεντες κατηλθον εις αντιοχειαν και συναγαγοντες το πληθος επεδωκαν την επιστολην · 31αναγνοντες δε εχαρησαν επι τη παρακλησει · 32ιουδας τε και σειλας και αυτοι προφηται οντες . δια λογου πολλου παρεκαλεσαν τους αδελφους και επεστηριξαν · 33ποιησαντες δε χρονον . απελυθησαν μετ ειρηνης απο των αδελφων προς τους αποστειλαντας · · αυτους 34[not in Codex Vaticanus] 35παυλος δε και βαρναβας διετρειβον εν αντιοχεια διδασκοντες και ευαγγελιζομενοι μετα και ετερων πολλων τον λογον του κυ · 36μετα δε τινας ημερας ειπεν προς βαρναβαν παυλος επιστρεψαντες δη επισκεψωμεθα τους αδελφους κατα πολιν πασαν εν αις κατηγγειλαμεν τον λογον του κυ πως εχουσιν ·
Compare: Tischendorf 8th edition (1869)
26ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 27ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28ἔδοξεν γὰρ τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες, 29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε. 30Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· 31ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· 33ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς. 34 35Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου. 36Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρναβᾶν Παῦλος, ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
26Men that have hazarded their lives for the name of our Lord Jesus Christ. 27We have sent therefore Judas and Silas, who shall also tell you the same things by mouth. 28For it seemed good to the Holy Ghost, and to us, to lay upon you no greater burden than these necessary things; 29That ye abstain from meats offered to idols, and from blood, and from things strangled, and from fornication: from which if ye keep yourselves, ye shall do well. Fare ye well. 30So when they were dismissed, they came to Antioch: and when they had gathered the multitude together, they delivered the epistle: 31Which when they had read, they rejoiced for the consolation. 32And Judas and Silas, being prophets also themselves, exhorted the brethren with many words, and confirmed them. 33And after they had tarried there a space, they were let go in peace from the brethren unto the apostles. 34Notwithstanding it pleased Silas to abide there still. 35Paul also and Barnabas continued in Antioch, teaching and preaching the word of the Lord, with many others also. 36And some days after Paul said unto Barnabas, Let us go again and visit our brethren in every city where we have preached the word of the Lord, and see how they do.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 37-41 on p. 1405, col. 2.
37· · βαρναβας δε εβουλετο συνπαραλαβειν και τον ιωαννην τον καλουμενον μαρκον · 38παυλος δε ηξιου . τον αποσταντα απ αυτων απο παμφυλιας και μη συνελθοτα αυτοις εις το εργον . μη συνπαραλαμβανειν τουτον · 39εγενετο δε παροξυσμος . ωστε αποχωρισθηναι αυτους απ αλληλων τον τε βαρναβαν παραλαβοντα τον μαρκον εκπλευσαι εις κυπρον · 40παυλος δε επιλεξαμενος σειλαν εξηλθεν παραδοθεις τη χαριτι του κυ υπο των αδελφων · 41διηρχετο δε την συριαν και την κιλικιαν επιστηριζων τας εκκλησιας ·
Compare: Tischendorf 8th edition (1869)
37Βαρναβᾶς δὲ ἐβούλετο συνπαραλαβεῖν καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον· 38Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συνπαραλαμβάνειν τοῦτον. 39ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον. 40Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν, 41διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
37And Barnabas determined to take with them John, whose surname was Mark. 38But Paul thought not good to take him with them, who departed from them from Pamphylia, and went not with them to the work. 39And the contention was so sharp between them, that they departed asunder one from the other: and so Barnabas took Mark, and sailed unto Cyprus; 40And Paul chose Silas, and departed, being recommended by the brethren unto the grace of God. 41And he went through Syria and Cilicia, confirming the churches.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library