Acts, Chapter 20 (Codex Vaticanus)
Introduction
Acts 20 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-3 on p. 1411, col. 3; verse 3 continues on p. 1412, col. 1 (which begins 'τι αναγεσθαι εις').
1μετα δε το παυσασθαι τον θορυβον . μεταπεμψαμενος ο παυλος τους μαθητας και · · παρακαλεσας . ασπασαμενος εξηλθεν πορευεσθαι εις μακεδονιαν · 2διελθων δε τα μερη εκεινα και παρακαλεσας αυτους λογω πολλω . ηλθεν εις την ελλαδα 3ποιησας τε μηνας τρεις γενομενης επιβουλης αυτω υπο των ιουδαιων μελλοντι αναγεσθαι εις την συριαν εγενετο γνωμης του υποστρεφειν δια μακεδονιας ·
Compare: Tischendorf 8th edition (1869)
1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν. 2διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα, 3ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
1And after the uproar was ceased, Paul called unto him the disciples, and embraced them, and departed for to go into Macedonia. 2And when he had gone over those parts, and had given them much exhortation, he came into Greece, 3And there abode three months. And when the Jews laid wait for him, as he was about to sail into Syria, he purposed to return through Macedonia.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 4-10 on p. 1412, col. 1.
4συνειπετο δε αυτω σωπατρος · · πυρρου βεροιαιος · θεσσαλονεικεων δε αρισταρχος και σεκουνδος και γαιος δερβαιος και τιμοθεος · ασιανοι δε τυχικος και τροφιμος · 5ουτοι δε προσελθοντες εμενον ημας εν τρωαδι · 6ημεις δε εξεπλευσαμεν μετα τας ημερας των αζυμων απο φιλιππων και ηλθομεν προς αυτους εις την τρωαδα αχρι ημερων πεντε ου διετρειψαμεν ημερας επτα · 7εν δε τη μια των σαββατων συνηγμενων ημων κλασαι αρτον ο παυλος διελεγετο αυτοις μελλων εξιεναι τη επαυριον · παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου · 8ησαν δε λαμπαδες ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι · 9καθεζομενος δε τις νεανιας · ονοματι ευτυχος επι της θυριδος καταφερομενος υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεις απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκρος · 10καταβας δε ο παυλος επεπεσεν αυτω και συνπεριλαβων ειπεν μη θορυβεισθαι η γαρ ψυχη αυτου εν αυτω εστιν ·
Compare: Tischendorf 8th edition (1869)
4συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. 5οὗτοι δὲ προελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι· 6ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ὅπου διετρίψαμεν ἡμέρας ἑπτά. 7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. 8ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι· 9καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. 10καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν, μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
4And there accompanied him into Asia Sopater of Berea; and of the Thessalonians, Aristarchus and Secundus; and Gaius of Derbe, and Timotheus; and of Asia, Tychicus and Trophimus. 5These going before tarried for us at Troas. 6And we sailed away from Philippi after the days of unleavened bread, and came unto them to Troas in five days; where we abode seven days. 7And upon the first day of the week, when the disciples came together to break bread, Paul preached unto them, ready to depart on the morrow; and continued his speech until midnight. 8And there were many lights in the upper chamber, where they were gathered together. 9And there sat in a window a certain young man named Eutychus, being fallen into a deep sleep: and as Paul was long preaching, he sunk down with sleep, and fell down from the third loft, and was taken up dead. 10And Paul went down, and fell on him, and embracing him said, Trouble not yourselves; for his life is in him.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 11-18 on p. 1412, col. 2.
11αναβας δε κλασας τον αρτον και γευσαμενος εφ ικανον τε ομειλησας αχρι αυγης . ουτως εξηλθεν 12ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριως · 13ημεις δε προσελθοντες επι το πλοιον ανηχθημεν επι την ασσον εκειθεν μελλοντες αναλαμβανειν τον παυλον ουτως γαρ διατεταγμενον ην μελλων αυτος πεζευειν · 14ως δε συνεβαλλεν · · ημιν εις την ασσον αναλαβοντες αυτον ηλθομεν εις μιτυληνην · 15κακειθεν αποπλευσαντες . τη επιουση κατηντησαμεν αντικρυς χιου · τη δε εσπερα παρεβαλομεν · · εις σαμον · τη δε εχομενη ηλθομεν εις μειλητον · 16κεκρει γαρ ο παυλος παραπλευσαι την εφεσον οπως μη γενηται αυτω χρονοτριβησαι εν τη ασια · εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημεραν της πεντηκοστης γενεσθαι εις ιεροσολυμα · 17απο δε της μειλητου πεμψας εις εφεσον μετεκαλεσατο τους πρεσβυτερους της εκκλησιας · 18ως δε παρεγενοντο προς αυτον . ειπεν αυτοις · υμεις επιστασθε απο πρωτης ημερας αφ ης επεβην εις την ασιαν . πως μεθ υμων τον παντα χρονον εγενομην
Compare: Tischendorf 8th edition (1869)
11ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν. 12ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. 13Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν. 14ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην. 15κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· 16κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱερουσαλήμ. 17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς, ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
11When he therefore was come up again, and had broken bread, and eaten, and talked a long while, even till break of day, so he departed. 12And they brought the young man alive, and were not a little comforted. 13And we went before to ship, and sailed unto Assos, there intending to take in Paul: for so had he appointed, minding himself to go afoot. 14And when he met with us at Assos, we took him in, and came to Mitylene. 15And we sailed thence, and came the next day over against Chios; and the next day we arrived at Samos, and tarried at Trogyllium; and the next day we came to Miletus. 16For Paul had determined to sail by Ephesus, because he would not spend the time in Asia: for he hasted, if it were possible for him, to be at Jerusalem the day of Pentecost. 17And from Miletus he sent to Ephesus, and called the elders of the church. 18And when they were come to him, he said unto them, Ye know, from the first day that I came into Asia, after what manner I have been with you at all seasons,
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 19-25 on p. 1412, col. 3; verse 25 continues on p. 1413, col. 1 (which begins 'υμεις παντες εν').
19δουλευων τω κω μετα πασης ταπεινοφροσυνης και δακρυων και πειρασμων των συμβαντων μοι εν ταις επιβουλαις των ιουδαιων · 20ως ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμας δημοσια και κατ οικους 21διαμαρτυρομενος ιουδαιοις τε και ελλησιν την εις θν μετανοιαν και πιστιν εις τον κν ημων ιν · 22και νυν ιδου δεδεμενος εγω τω πνευματι πορευομαι εις ιερουσαλημ τα εν αυτη συναντησοντα εμοι μη ειδως · 23πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται μοι λεγον οτι δεσμα και θλειψεις με μενουσιν · 24· · αλλ ουδενος λογου ποιουμαι την ψυχην τιμιαν εμαυτω ως τελειωσω τον δρομον μου και την διακονιαν ην ελαβον παρα του κυ ιυ διαμαρτυρασθαι το ευαγγελιον της χαριτος του θυ · 25και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεις παντες εν οις διηλθον κηρυσσων την βασιλειαν ·
Compare: Tischendorf 8th edition (1869)
19δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· 20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους, 21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. 22καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ἐμοὶ μὴ εἰδώς, 23πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. 24ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειῶσαι τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ. 25καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν·
19Serving the Lord with all humility of mind, and with many tears, and temptations, which befell me by the lying in wait of the Jews: 20And how I kept back nothing that was profitable unto you, but have shewed you, and have taught you publickly, and from house to house, 21Testifying both to the Jews, and also to the Greeks, repentance toward God, and faith toward our Lord Jesus Christ. 22And now, behold, I go bound in the spirit unto Jerusalem, not knowing the things that shall befall me there: 23Save that the Holy Ghost witnesseth in every city, saying that bonds and afflictions abide me. 24But none of these things move me, neither count I my life dear unto myself, so that I might finish my course with joy, and the ministry, which I have received of the Lord Jesus, to testify the gospel of the grace of God. 25And now, behold, I know that ye all, among whom I have gone preaching the kingdom of God, shall see my face no more.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 26-34 on p. 1413, col. 1.
26διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαρος ειμι απο του αιματος παντων · 27ου γαρ υπεστειλαμην του μη αναγγειλαι πασαν την βουλην του θυ υμιν · 28προσεχετε εαυτοις και παντι τω ποιμνιω εν ω υμας το πνευμα το αγιον εθετο επισκοπους ποιμαινειν την εκκλησιαν του θυ ην περιεποιησατο · · δια του αιματος του ιδιου 29οτι εγω οιδα οτι εισελευσονται μετα την αφειξιν μου · · λυκοι βαρεις εις υμας μη φειδομενοι του ποιμνιου 30και εξ υμων αναστησονται ανδρες λαλουντες · διεστραμμενα του αποσπαν τους μαθητας οπισω εαυτων · 31διο γρηγορειτε μνημονευοντες οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον · 32και τα νυν παρατιθεμαι υμας τω κω και τω λογω της χαριτος αυτου τω δυναμενω οικοδομησαι και δουναι την κληρονομιαν · εν τοις ηγιασμενοις πασιν · 33αργυριου η χρυσιου η ιματισμου . ουδενος επεθυμησα · 34αυτοι γεινωσκετε οτι ταις χρειαις μου και τοις ουσι μετ εμου υπηρετησαν αι χειρες αυται ·
Compare: Tischendorf 8th edition (1869)
26διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων, 27οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν. 28προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. 29ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, 30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν. 31διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· 34αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
26Wherefore I take you to record this day, that I am pure from the blood of all men. 27For I have not shunned to declare unto you all the counsel of God. 28Take heed therefore unto yourselves, and to all the flock, over the which the Holy Ghost hath made you overseers, to feed the church of God, which he hath purchased with his own blood. 29For I know this, that after my departing shall grievous wolves enter in among you, not sparing the flock. 30Also of your own selves shall men arise, speaking perverse things, to draw away disciples after them. 31Therefore watch, and remember, that by the space of three years I ceased not to warn every one night and day with tears. 32And now, brethren, I commend you to God, and to the word of his grace, which is able to build you up, and to give you an inheritance among all them which are sanctified. 33I have coveted no man’s silver, or gold, or apparel. 34Yea, ye yourselves know, that these hands have ministered unto my necessities, and to them that were with me.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 35-38 on p. 1413, col. 2.
35παντα υπεδειξα υμιν οτι ουτως κοπιωντας δει αντιλαμβανεσθαι των ασθενουντων · μνημονευειν τε των λογων του κυ ιυ οτι αυτος ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανειν · 36και ταυτα ειπων . θεις τα γονατα αυτου συν πασιν αυτοις προσευξατο · 37ικανος δε κλαυθμος εγενετο παντων · και επιπεσοντες επι τον τραχηλον του παυλου κατεφιλουν αυτον 38οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσι το προσωπον αυτου θεωρειν · προεπεμπον δε αυτον εις το πλοιον ·
Compare: Tischendorf 8th edition (1869)
35πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν· μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν. 36καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
35I have shewed you all things, how that so labouring ye ought to support the weak, and to remember the words of the Lord Jesus, how he said, It is more blessed to give than to receive. 36And when he had thus spoken, he kneeled down, and prayed with them all. 37And they all wept sore, and fell on Paul’s neck, and kissed him, 38Sorrowing most of all for the words which he spake, that they should see his face no more. And they accompanied him unto the ship.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library