Luke, Chapter 18 (Codex Vaticanus)
Introduction
Luke 18 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-4 on p. 1337, col. 1.
1ελεγεν δε παραβολην αυτοις προς το δειν παντοτε προσευχεσθαι αυτους και μη ενκακειν 2λεγων κριτης τις ην εν τινι πολει τον θν μη φοβουμενος και ανθρωπον μη εντρεπομενος 3χηρα δε ην εν τη πολει εκεινη και ηρχετο προς αυτον λεγουσα εκδικησον με απο του αντιδικου μου 4και ουκ ηθελεν επι χρονον μετα ταυτα δε ειπεν εν εαυτω ει και τον θν ου φοβουμαι ουδε ανθρωπον εντρεπομαι
Compare: Tischendorf 8th edition (1869)
1Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν, 2λέγων· κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. 3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. 4καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι,
1And he spake a parable unto them to this end, that men ought always to pray, and not to faint; 2Saying, There was in a city a judge, which feared not God, neither regarded man: 3And there was a widow in that city; and she came unto him, saying, Avenge me of mine adversary. 4And he would not for a while: but afterward he said within himself, Though I fear not God, nor regard man;
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 5-13 on p. 1337, col. 2.
5δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην ινα μη εις τελος ερχομενη υπωπιαζη με 6ειπεν δε ο κς ακουσατε τι ο κριτης της αδικιας λεγει 7ο δε θς ου μη ποιηση την εκδικησιν των εκλεκτων αυτου των βοωντων αυτω ημερας και νυκτος και μακροθυμει επ αυτοις 8λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει πλην ο υιος του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι της γης 9ειπεν δε και προς τινας τους πεποιθοτας εφ εαυτοις οτι εισιν δικαιοι και εξουθενουντες τους λοιπους την παραβολην ταυτην 10ανθρωποι δυο ανεβησαν εις το ιερον προσευξασθαι εις φαρεισαιος και ο ετερος τελωνης 11ο φαρεισαιος σταθεις ταυτα προς εαυτον προσηυχετο ο θς ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων αρπαγες αδικοι μοιχοι η και ως ουτος ο τελωνης 12νηστευω δις του σαββατου αποδεκατευω παντα οσα κτωμαι 13ο δε τελωνης μακροθεν εστως ουκ ηθελεν ουδε τους οφθαλμους επαραι εις τον ουρανον αλλ ετυπτε το στηθος εαυτου λεγων ο θς ειλασθητι μοι τω αμαρτωλω
Compare: Tischendorf 8th edition (1869)
5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. 6εἶπεν δὲ ὁ κύριος, ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· 7ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς; 8λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; 9Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· 10Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11ὁ Φαρισαῖος σταθεὶς ταῦτα προσηύχετο· ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατεύω πάντα ὅσα κτῶμαι. 13ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων· ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
5Yet because this widow troubleth me, I will avenge her, lest by her continual coming she weary me. 6And the Lord said, Hear what the unjust judge saith. 7And shall not God avenge his own elect, which cry day and night unto him, though he bear long with them? 8I tell you that he will avenge them speedily. Nevertheless when the Son of man cometh, shall he find faith on the earth? 9And he spake this parable unto certain which trusted in themselves that they were righteous, and despised others: 10Two men went up into the temple to pray; the one a Pharisee, and the other a publican. 11The Pharisee stood and prayed thus with himself, God, I thank thee, that I am not as other men are, extortioners, unjust, adulterers, or even as this publican. 12I fast twice in the week, I give tithes of all that I possess. 13And the publican, standing afar off, would not lift up so much as his eyes unto heaven, but smote upon his breast, saying, God be merciful to me a sinner.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 14-21 on p. 1337, col. 3; verse 21 continues on p. 1338, col. 1 (which begins 'νεοτητος').
14λεγω υμιν κατεβη ουτος δεδικαιωμενος εις τον οικον εαυτου παρ εκεινον οτι · · πας ο υψων εαυτον ταπεινωθησεται ο δε ταπεινων εαυτον υψωθησεται 15προσεφερον δε αυτω και τα βρεφη ινα απτηται ιδοντες δε οι μαθηται επετειμων αυτοις 16ο δε ις προσεκαλεσατο λεγων αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θυ 17αμην λεγω υμιν ος αν μη δεξηται την βασιλειαν του θυ ως παιδιον ου μη εισελθη εις αυτην 18και επηρωτησεν τις αυτον αρχων λεγων διδασκαλε αγαθε τι ποιησας ζωην αιωνιον κληρονομησω 19ειπεν δε αυτω ο ις τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις θς 20τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρης τιμα τον πατερα σου και την μητερα 21ο δε ειπεν ταυτα παντα εφυλαξα εκ νεοτητος
Compare: Tischendorf 8th edition (1869)
14λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς. 16ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 17ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς θεός. 20τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. 21ὁ δὲ εἶπεν· ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος.
14I tell you, this man went down to his house justified rather than the other: for every one that exalteth himself shall be abased; and he that humbleth himself shall be exalted. 15And they brought unto him also infants, that he would touch them: but when his disciples saw it, they rebuked them. 16But Jesus called them unto him, and said, Suffer little children to come unto me, and forbid them not: for of such is the kingdom of God. 17Verily I say unto you, Whosoever shall not receive the kingdom of God as a little child shall in no wise enter therein. 18And a certain ruler asked him, saying, Good Master, what shall I do to inherit eternal life? 19And Jesus said unto him, Why callest thou me good? none is good, save one, that is, God. 20Thou knowest the commandments, Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Honour thy father and thy mother. 21And he said, All these have I kept from my youth up.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 22-31 on p. 1338, col. 1.
22ακουσας δε ο ις ειπεν αυτω ετι εν σοι λειπει παντα οσα εχεις πωλησον και διαδος πτωχοις και εξεις θησαυρον εν τοις ουρανοις και δευρο ακολουθει μοι 23ο δε ακουσας ταυτα περιλυπος εγενηθη ην γαρ πλουσιος σφοδρα 24ιδων δε αυτον ις ειπεν πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θυ εισπορευονται 25ευκοπωτερον γαρ εστιν καμηλον δια τρηματος βελονης · · εισελθειν η πλουσιον εις την βασιλειαν του θυ εισελθειν 26ειπον δε οι ακουσαντες και τις δυναται σωθηναι 27ο δε ειπεν τα αδυνατα παρα ανθρωποις δυνατα παρα τω θω εστιν 28ειπεν δε ο πετρος ιδου ημεις αφεντες τα ιδια ηκολουθησαμεν σοι 29ο δε ειπεν αυτοις αμην λεγω υμιν οτι ουδεις εστιν ος αφηκεν οικιαν η γυναικα η αδελφους η γονεις η τεκνα εινεκεν της βασιλειας του θυ 30ος ουχι μη λαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον 31παραλαβων δε τους δωδεκα · · ειπεν προς αυτους ιδου αναβαινομεν εις ιερουσαλημ και τελεσθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου
Compare: Tischendorf 8th edition (1869)
22ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 23ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. 24ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς εἶπεν· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· 25εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26εἶπαν δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; 27ὁ δὲ εἶπεν· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν. 28Εἶπεν δὲ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι. 29ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, 30ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· ἰδοὺ ἀναβαίνομεν εἰς Ἱερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
22Now when Jesus heard these things, he said unto him, Yet lackest thou one thing: sell all that thou hast, and distribute unto the poor, and thou shalt have treasure in heaven: and come, follow me. 23And when he heard this, he was very sorrowful: for he was very rich. 24And when Jesus saw that he was very sorrowful, he said, How hardly shall they that have riches enter into the kingdom of God! 25For it is easier for a camel to go through a needle’s eye, than for a rich man to enter into the kingdom of God. 26And they that heard it said, Who then can be saved? 27And he said, The things which are impossible with men are possible with God. 28Then Peter said, Lo, we have left all, and followed thee. 29And he said unto them, Verily I say unto you, There is no man that hath left house, or parents, or brethren, or wife, or children, for the kingdom of God’s sake, 30Who shall not receive manifold more in this present time, and in the world to come life everlasting. 31Then he took unto him the twelve, and said unto them, Behold, we go up to Jerusalem, and all things that are written by the prophets concerning the Son of man shall be accomplished.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 32-42 on p. 1338, col. 2.
32παραδοθησεται γαρ τοις εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται 33και μαστειγωσαντες αποκτενουσιν αυτον και τη ημερα τη τριτη αναστησεται 34και αυτοι ουδεν τουτων συνηκαν και ην το ρημα τουτο κεκρυμμενον απ αυτων και ουκ εγεινωσκον τα λεγομενα 35εγενετο δε εν τω εγγιζειν αυτον εις ιερειχω τυφλος τις εκαθητο παρα την οδον επαιτων 36ακουσας δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο 37απηγγειλαν δε αυτω οτι ις ο ναζωραιος παρερχεται 38και εβοησεν λεγων ιυ υιε δαυειδ ελεησον με 39και οι προαγοντες επετειμων αυτω ινα σειγηση αυτος δε πολλω μαλλον εκραζεν υιε δαυειδ ελεησον με 40σταθεις δε ις εκελευσεν αυτον αχθηναι προς αυτον εγγισαντος δε αυτου επηρωτησεν αυτον 41τι σοι θελεις ποιησω ο δε ειπεν κε ινα αναβλεψω 42και ο ις ειπεν αυτω αναβλεψον η πιστις σου σεσωκεν σε
Compare: Tischendorf 8th edition (1869)
32παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, 33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. 34καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. 35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱερειχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. 36ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο· 37ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυείδ, ἐλέησόν με. 39καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυείδ, ἐλέησόν με. 40σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν· 41τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· κύριε, ἵνα ἀναβλέψω. 42καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.
32For he shall be delivered unto the Gentiles, and shall be mocked, and spitefully entreated, and spitted on: 33And they shall scourge him, and put him to death: and the third day he shall rise again. 34And they understood none of these things: and this saying was hid from them, neither knew they the things which were spoken. 35And it came to pass, that as he was come nigh unto Jericho, a certain blind man sat by the way side begging: 36And hearing the multitude pass by, he asked what it meant. 37And they told him, that Jesus of Nazareth passeth by. 38And he cried, saying, Jesus, thou Son of David, have mercy on me. 39And they which went before rebuked him, that he should hold his peace: but he cried so much the more, Thou Son of David, have mercy on me. 40And Jesus stood, and commanded him to be brought unto him: and when he was come near, he asked him, 41Saying, What wilt thou that I shall do unto thee? And he said, Lord, that I may receive my sight. 42And Jesus said unto him, Receive thy sight: thy faith hath saved thee.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verse 43 on p. 1338, col. 3.
43και παραχρημα ανεβλεψεν και ηκολουθει αυτω δοξαζων τον θν και πας ο λαος ιδων εδωκεν αινον τω θω
Compare: Tischendorf 8th edition (1869)
43καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.
43And immediately he received his sight, and followed him, glorifying God: and all the people, when they saw it, gave praise unto God.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library