Luke, Chapter 2 (Codex Vaticanus)
Introduction
Luke 2 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-4 on p. 1306, col. 3; verse 4 continues on p. 1307, col. 1 (which begins 'εμ δια το').
1εγενετο δε εν ταις ημεραις εκειναις εξηλθεν δογμα παρα καισαρος αυγουστου απογραφεσθαι πασαν την οικουμενην 2αυτη απογραφη πρωτη εγενετο ηγεμονευοντος της συριας κυρεινου 3και επορευοντο παντες απογραφεσθαι εκαστος εις την εαυτου πολιν 4ανεβη δε και ιωσηφ απο της γαλειλαιας εκ πολεως ναζαρετ εις την ιουδαιαν εις πολιν δαυειδ ητις καλειται βηθλεεμ δια το ειναι αυτον εξ οικου και πατριας δαυειδ
Compare: Tischendorf 8th edition (1869)
1Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. 2αὕτη ἀπογραφὴ ἐγένετο πρώτη ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. 3καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. 4ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυεὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυείδ,
1And it came to pass in those days, that there went out a decree from Caesar Augustus, that all the world should be taxed. 2(And this taxing was first made when Cyrenius was governor of Syria.) 3And all went to be taxed, every one into his own city. 4And Joseph also went up from Galilee, out of the city of Nazareth, into Judaea, unto the city of David, which is called Bethlehem; (because he was of the house and lineage of David:)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 5-13 on p. 1307, col. 1.
5απογραψασθαι συν μαριαμ τη εμνηστευμενη αυτω ουση εγγυω 6εγενετο δε εν τω ειναι αυτους εκει επλησθησαν αι ημεραι του τεκειν αυτην 7και ετεκεν τον υιον αυτης τον πρωτοτοκον και εσπαργανωσεν αυτον και ανεκλεινεν αυτον εν φατνη διοτι ουκ ην αυτοις τοπος εν τω καταλυματι 8και ποιμενες ησαν εν τη χωρα τη αυτη αγραυλουντες και φυλασσοντες φυλακας της νυκτος επι την ποιμνην αυτων 9και αγγελος κυ επεστη αυτοις και δοξα κυ περιελαμψεν αυτους και εφοβηθησαν σφοδρα 10και ειπεν αυτοις ο αγγελος μη φοβεισθε ιδου γαρ ευαγγελιζομαι υμιν χαραν μεγαλην ητις εσται παντι τω λαω 11οτι ετεχθη υμιν σημερον σωτηρ ος εστιν χς κς εν πολει δαυειδ 12και τουτο υμιν σημειον ευρησετε βρεφος εσπαργανωμενον και κειμενον εν φατνη 13και εξαιφνης εγενετο συν τω αγγελω πληθος στρατειας ουρανου αινουντων τον θν και λεγοντων
Compare: Tischendorf 8th edition (1869)
5ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. 6Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, 7καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. 8Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. 9καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. 10καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, 11ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν Χριστὸς κύριος ἐν πόλει Δαυείδ· 12καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον ἐν φάτνῃ. 13καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων·
5To be taxed with Mary his espoused wife, being great with child. 6And so it was, that, while they were there, the days were accomplished that she should be delivered. 7And she brought forth her firstborn son, and wrapped him in swaddling clothes, and laid him in a manger; because there was no room for them in the inn. 8And there were in the same country shepherds abiding in the field, keeping watch over their flock by night. 9And, lo, the angel of the Lord came upon them, and the glory of the Lord shone round about them: and they were sore afraid. 10And the angel said unto them, Fear not: for, behold, I bring you good tidings of great joy, which shall be to all people. 11For unto you is born this day in the city of David a Saviour, which is Christ the Lord. 12And this shall be a sign unto you; Ye shall find the babe wrapped in swaddling clothes, lying in a manger. 13And suddenly there was with the angel a multitude of the heavenly host praising God, and saying,
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 14-21 on p. 1307, col. 2.
14δοξα εν υψιστοις θω και · · επι γης ειρηνη εν ανθρωποις ευδοκιας 15και εγενετο ως απηλθον απ αυτων εις τον ουρανον οι αγγελοι οι · · ποιμενες ελαλουν προς αλληλους διελθωμεν δη εως βηθλεεμ και ιδωμεν το ρημα τουτο το γεγονος ο ο κς εγνωρισεν ημιν 16και ηλθαν σπευσαντες και ανευραν την τε μαριαμ και τον ιωσηφ και το βρεφος κειμενον εν τη φατνη 17ιδοντες δε εγνωρισαν περι του ρηματος του λαληθεντος αυτοις περι του παιδιου τουτου 18και παντες οι ακουσαντες εθαυμασαν περι των λαληθεντων υπο των ποιμενων προς αυτους 19η δε μαρια παντα συνετηρει τα ρηματα συμβαλλουσα εν τη καρδια αυτης 20και υπεστρεψαν οι ποιμενες δοξαζοντες και αινουντες τον θν επι πασιν οις ηκουσαν και ειδον καθως ελαληθη προς αυτους 21και οτε επλησθησαν ημεραι οκτω του περιτεμειν αυτον και εκληθη το ονομα αυτου ις το κληθεν υπο του αγγελου προ του συλλημφθηναι αυτον εν τη κοιλια
Compare: Tischendorf 8th edition (1869)
14δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας. 15Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥήμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. 16καὶ ἦλθαν σπεύσαντες, καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· 17ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς· 19ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συνβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20καὶ ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ ἴδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. 21Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
14Glory to God in the highest, and on earth peace, good will toward men. 15And it came to pass, as the angels were gone away from them into heaven, the shepherds said one to another, Let us now go even unto Bethlehem, and see this thing which is come to pass, which the Lord hath made known unto us. 16And they came with haste, and found Mary, and Joseph, and the babe lying in a manger. 17And when they had seen it, they made known abroad the saying which was told them concerning this child. 18And all they that heard it wondered at those things which were told them by the shepherds. 19But Mary kept all these things, and pondered them in her heart. 20And the shepherds returned, glorifying and praising God for all the things that they had heard and seen, as it was told unto them. 21And when eight days were accomplished for the circumcising of the child, his name was called JESUS, which was so named of the angel before he was conceived in the womb.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 22-29 on p. 1307, col. 3; verse 29 continues on p. 1308, col. 1 (which begins 'τον δουλον σου').
22και οτε επλησθησαν αι ημεραι καθαρισμου αυτων · · κατα τον νομον μωυσεως ανηγαγον αυτον εις ιεροσολυμα παραστησαι τω κω 23καθως γεγραπται εν νομω κυ οτι παν αρσεν διανοιγον μητραν αγιον τω κω κληθησεται 24και του δουναι θυσιαν κατα το ειρημενον εν τω νομω κυ ζευγος τρυγονων η δυο νοσσους περιστερων 25και ιδου ανθρωπος ην εν ιερουσαλημ ω ονομα συμεων και ο ανθρωπος ουτος δικαιος και ευλαβης προσδεχομενος παρακλησιν · · του ισραηλ και πνευμα ην αγιον επ αυτον 26και ην αυτω κεχρηματισμενον υπο του πνευματος του αγιου μη ιδειν θανατον πριν αν ιδη τον χν κυ 27και ηλθεν εν τω πνευματι εις το ιερον και εν τω εισαγαγειν τους γονεις το παιδιον ιν του ποιησαι αυτους κατα το ειθισμενον του νομου περι αυτου 28και αυτος εδεξατο αυτο εις τας αγκαλας και ευλογησεν τον θν και ειπεν 29νυν απολυεις τον δουλον σου δεσποτα κατα το ρημα σου εν ειρηνη
Compare: Tischendorf 8th edition (1869)
22Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, 23καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, 24καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ, κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν. 25Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἱερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ’ αὐτόν· 26καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἂν ἴδῃ τὸν Χριστὸν κυρίου. 27καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· 29νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
22And when the days of her purification according to the law of Moses were accomplished, they brought him to Jerusalem, to present him to the Lord; 23(As it is written in the law of the Lord, Every male that openeth the womb shall be called holy to the Lord;) 24And to offer a sacrifice according to that which is said in the law of the Lord, A pair of turtledoves, or two young pigeons. 25And, behold, there was a man in Jerusalem, whose name was Simeon; and the same man was just and devout, waiting for the consolation of Israel: and the Holy Ghost was upon him. 26And it was revealed unto him by the Holy Ghost, that he should not see death, before he had seen the Lord’s Christ. 27And he came by the Spirit into the temple: and when the parents brought in the child Jesus, to do for him after the custom of the law, 28Then took he him up in his arms, and blessed God, and said, 29Lord, now lettest thou thy servant depart in peace, according to thy word:
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 30-38 on p. 1308, col. 1.
30οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου 31ο ητοιμασας κατα προσωπον παντων των λαων 32φως εις αποκαλυψιν εθνων και δοξαν λαου σου ισραηλ 33και ην ο · · πατηρ αυτου και η μητηρ θαυμαζοντες επι τοις λαλουμενοις περι αυτου 34και ευλογησεν αυτους συμεων και ειπεν προς μαριαμ την μητερα αυτου ιδου ουτος κειται εις πτωσιν και αναστασιν πολλων εν τω ισραηλ και εις σημειον αντιλεγομενον 35και σου αυτης την ψυχην διελευσεται ρομφαια οπως αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοι 36και ην αννα προφητις θυγατηρ φανουηλ εκ φυλης ασηρ αυτη προβεβηκυια εν ημεραις πολλαις ζησασα μετα ανδρος ετη επτα απο της παρθενειας αυτης 37και αυτη χηρα εως ετων ογδοηκοντα τεσσαρων η ουκ αφειστα του ιερου νηστειαις και δεησεσι λατρευουσα νυκτα και ημεραν 38και αυτη τη ωρα επιστασα ανθωμολογειτο τω θω και ελαλει περι αυτου πασι τοις προσδεχομενοις λυτρωσιν ιερουσαλημ
Compare: Tischendorf 8th edition (1869)
30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. 35καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. 36Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, Ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. 38καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἱερουσαλήμ.
30For mine eyes have seen thy salvation, 31Which thou hast prepared before the face of all people; 32A light to lighten the Gentiles, and the glory of thy people Israel. 33And Joseph and his mother marvelled at those things which were spoken of him. 34And Simeon blessed them, and said unto Mary his mother, Behold, this child is set for the fall and rising again of many in Israel; and for a sign which shall be spoken against; 35(Yea, a sword shall pierce through thy own soul also,) that the thoughts of many hearts may be revealed. 36And there was one Anna, a prophetess, the daughter of Phanuel, of the tribe of Aser: she was of a great age, and had lived with an husband seven years from her virginity; 37And she was a widow of about fourscore and four years, which departed not from the temple, but served God with fastings and prayers night and day. 38And she coming in that instant gave thanks likewise unto the Lord, and spake of him to all them that looked for redemption in Jerusalem.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 39-46 on p. 1308, col. 2.
39και ως ετελεσαν παντα τα κατα τον νομον κυ επεστρεψαν εις την γαλειλαιαν εις πολιν εαυτων ναζαρεθ̣ 40το δε παιδιον ηυξανεν και εκραταιουτο πληρουμενον σοφια και χαρις θυ ην επ αυτο 41και επορευοντο οι γονεις αυτου κατ ετος εις ιερουσαλημ τη εορτη του πασχα 42και οτε εγενετο ετων δωδεκα αναβαινοντων αυτων κατα το εθος της εορτης 43και τελειωσαντων τας ημερας εν τω υποστρεφειν αυτους υπεμεινεν ις ο παις εν ιερουσαλημ και ουκ εγνωσαν · · οι γονεις αυτου 44νομισαντες δε αυτον ειναι εν τη συνοδια ηλθον ημερας οδον και ανεζητουν αυτον εν τοις συγγενευσιν και τοις γνωστοις 45και μη ευροντες υπεστρεψαν εις ιερουσαλημ αναζητουντες αυτον 46και εγενετο μετα ημερας τρις ευρον αυτον εν τω ιερω καθεζομενον εν μεσω των διδασκαλων και ακουοντα αυτων και επερωτωντα αυτους
Compare: Tischendorf 8th edition (1869)
39Καὶ ὡς ἐτέλεσαν πάντα κατὰ τὸν νόμον κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ. 40τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίας, καὶ χάρις θεοῦ ἦν ἐπ’ αὐτό. 41Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς, 43καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς, 45καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀναζητοῦντες αὐτόν. 46καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
39And when they had performed all things according to the law of the Lord, they returned into Galilee, to their own city Nazareth. 40And the child grew, and waxed strong in spirit, filled with wisdom: and the grace of God was upon him. 41Now his parents went to Jerusalem every year at the feast of the passover. 42And when he was twelve years old, they went up to Jerusalem after the custom of the feast. 43And when they had fulfilled the days, as they returned, the child Jesus tarried behind in Jerusalem; and Joseph and his mother knew not of it. 44But they, supposing him to have been in the company, went a day’s journey; and they sought him among their kinsfolk and acquaintance. 45And when they found him not, they turned back again to Jerusalem, seeking him. 46And it came to pass, that after three days they found him in the temple, sitting in the midst of the doctors, both hearing them, and asking them questions.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 47-52 on p. 1308, col. 3.
47εξισταντο δε παντες επι τη συνεσει και ταις αποκρισεσιν αυτου 48και ιδοντες αυτον εξεπλαγησαν και ειπεν προς αυτον η μητηρ αυτου τεκνον τι εποιησας ημιν ουτως ιδου ο πατηρ σου καγω οδυνωμενοι ζητουμεν σε 49και ειπεν̣ προς αυτους τι οτι εζητειτε με ουκ ηδειτε οτι εν τοις του πατρος μου δει ειναι με 50και αυτοι ου συνηκαν το ρημα ο ελαλησεν αυτοις 51και κατεβη μετ αυτων και ηλθεν εις ναζαρεθ και ην υποτασσομενος αυτοις και η μητηρ αυτου διετηρει παντα τα ρηματα εν τη καρδια αυτης 52και ις προεκοπτεν τη σοφια και ηλικια και χαριτι παρα θω και ανθρωποις
Compare: Tischendorf 8th edition (1869)
47ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. 49καὶ εἶπεν πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. 52καὶ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.
47And all that heard him were astonished at his understanding and answers. 48And when they saw him, they were amazed: and his mother said unto him, Son, why hast thou thus dealt with us? behold, thy father and I have sought thee sorrowing. 49And he said unto them, How is it that ye sought me? wist ye not that I must be about my Father’s business? 50And they understood not the saying which he spake unto them. 51And he went down with them, and came to Nazareth, and was subject unto them: but his mother kept all these sayings in her heart. 52And Jesus increased in wisdom and stature, and in favour with God and man.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library