Matthew, Chapter 24 (Codex Vaticanus)
Introduction
Matthew 24 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-3 on p. 1267, col. 3; verse 3 continues on p. 1268, col. 1 (which begins 'εσται και τι').
1και εξελθων ο ις εκ του ιερου επορευετο και προσηλθον οι μαθηται αυτου επιδειξαι αυτω τας οικοδομας του ιερου 2ο δε αποκριθεις ειπεν αυτοις ου βλεπετε ταυτα παντα αμην λεγω υμιν ου μη αφεθη ωδε λιθος επι λιθον ος ου καταλυθησεται 3καθημενου δε αυτου επι του ορους των ελαιων προσηλθον αυτω οι μαθηται καθ ιδιαν λεγοντες ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον της σης παρουσιας και συντελειας του αιωνος
Compare: Tischendorf 8th edition (1869)
1Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· 2ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται. 3καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος;
1And Jesus went out, and departed from the temple: and his disciples came to him for to shew him the buildings of the temple. 2And Jesus said unto them, See ye not all these things? verily I say unto you, There shall not be left here one stone upon another, that shall not be thrown down. 3And as he sat upon the mount of Olives, the disciples came unto him privately, saying, Tell us, when shall these things be? and what shall be the sign of thy coming, and of the end of the world?
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 4-13 on p. 1268, col. 1.
4και αποκριθεις ο ις ειπεν αυτοις βλεπετε μη τις υμας πλανηση 5πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες εγω ειμι ο χς και πολλους πλανησουσιν 6μελλησεται δε ακουειν πολεμους και ακοας πολεμων ορατε μη θροεισθε δει γαρ γενεσθαι αλλ ουπω εστιν το τελος 7εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν και εσονται λειμοι και σεισμοι κατα τοπους 8παντα δε ταυτα αρχη ωδεινων 9τοτε παραδωσουσιν υμας εις θλειψιν και αποκτενουσιν υμας και εσεσθε μεισουμενοι υπο παντων των εθνων δια το ονομα μου 10και τοτε σκανδαλισθησονται πολλοι και αλληλους παραδωσουσιν και μεισησουσιν αλληλους 11και πολλοι ψευδοπροφηται εγερθησονται και πλανησουσιν πολλους 12και δια το πληθυνθηναι την ανομιαν ψυγησεται η αγαπη των πολλων 13ο δε υπομεινας εις τελος ουτος σωθησεται
Compare: Tischendorf 8th edition (1869)
4καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν. 6μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος. 7ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 8πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 9τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 11καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 12καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
4And Jesus answered and said unto them, Take heed that no man deceive you. 5For many shall come in my name, saying, I am Christ; and shall deceive many. 6And ye shall hear of wars and rumours of wars: see that ye be not troubled: for all these things must come to pass, but the end is not yet. 7For nation shall rise against nation, and kingdom against kingdom: and there shall be famines, and pestilences, and earthquakes, in divers places. 8All these are the beginning of sorrows. 9Then shall they deliver you up to be afflicted, and shall kill you: and ye shall be hated of all nations for my name’s sake. 10And then shall many be offended, and shall betray one another, and shall hate one another. 11And many false prophets shall rise, and shall deceive many. 12And because iniquity shall abound, the love of many shall wax cold. 13But he that shall endure unto the end, the same shall be saved.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 14-24 on p. 1268, col. 2.
14και κηρυχθησεται τουτο το ευαγγελιον της βασιλειας εν ολη τη οικουμενη εις μαρτυριον πασιν τοις εθνεσιν και τοτε ηξει το τελος 15οταν ουν ιδητε το βδελυγμα της ερημωσεως το ρηθεν δια δανιηλ του προφητου εστος εν τοπω αγιω ο αναγινωσκων νοειτω 16τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη 17ο επι του δωματος μη καταβατω αραι τα εκ της οικιας αυτου 18και ο εν τω αγρω μη επιστρεψατω οπισω αραι το ιματιον αυτου 19ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις 20προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνος μηδε σαββατω 21εσται γαρ τοτε θλειψις μεγαλη οια ου γεγονεν απ αρχης κοσμου εως του νυν ουδ ου μη γενηται 22και ει μη εκολοβωθησαν αι ημεραι εκειναι ουκ αν εσωθη πασα σαρξ δια δε τους εκλεκτους κολοβωθησονται αι ημεραι εκειναι 23τοτε εαν τις υμιν ειπη ιδου ωδε ο χς η ωδε μη πιστευετε 24εγερθησονται γαρ ψευδοχρειστοι και ψευδοπροφηται και δωσουσιν σημεια μεγαλα και τερατα ωστε πλανησαι ει δυνατον και τους εκλεκτους
Compare: Tischendorf 8th edition (1869)
14καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος. 15Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, 16τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη, 17ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 19οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ· 21ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐκ ἐγένετο ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται. 22καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ Χριστός, ἤ, ὧδε, μὴ πιστεύσητε· 24ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανηθῆναι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
14And this gospel of the kingdom shall be preached in all the world for a witness unto all nations; and then shall the end come. 15When ye therefore shall see the abomination of desolation, spoken of by Daniel the prophet, stand in the holy place, (whoso readeth, let him understand:) 16Then let them which be in Judaea flee into the mountains: 17Let him which is on the housetop not come down to take any thing out of his house: 18Neither let him which is in the field return back to take his clothes. 19And woe unto them that are with child, and to them that give suck in those days! 20But pray ye that your flight be not in the winter, neither on the sabbath day: 21For then shall be great tribulation, such as was not since the beginning of the world to this time, no, nor ever shall be. 22And except those days should be shortened, there should no flesh be saved: but for the elect’s sake those days shall be shortened. 23Then if any man shall say unto you, Lo, here is Christ, or there; believe it not. 24For there shall arise false Christs, and false prophets, and shall shew great signs and wonders; insomuch that, if it were possible, they shall deceive the very elect.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 25-31 on p. 1268, col. 3; verse 31 continues on p. 1269, col. 1 (which begins 'γος φωνης μεγαλης').
25ιδου προειρηκα υμιν 26εαν ουν ειπωσιν υμιν ιδου εν τη ερημω εστιν μη εξελθητε ιδου εν τοις ταμειοις μη πιστευσητε 27ωσπερ γαρ η αστραπη εξερχεται απο ανατολων και φαινεται εως δυσμων ουτως εσται η παρουσια του υιου του ανθρωπου 28οπου εαν η το πτωμα εκει συναχθησονται οι αετοι 29ευθεως δε μετα την θλειψιν των ημερων εκεινων ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης και οι αστερες πεσουνται απο του ουρανου και αι δυναμεις των ουρανων σαλευθησονται 30και τοτε φανησεται το σημειον του υιου του ανθρωπου εν ουρανω και τοτε κοψονται πασαι αι φυλαι της γης και οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων του ουρανου μετα δυναμεως και δοξης πολλης 31και αποστελει τους αγγελους αυτου μετα σαλπιγγος φωνης μεγαλης και επισυναξουσιν τους εκλεκτους αυτου εκ των τεσσαρων ανεμων απ ακρων ουρανων εως των ακρων αυτων
Compare: Tischendorf 8th edition (1869)
25ἰδοὺ προείρηκα ὑμῖν. 26ἐὰν οὖν εἴπωσιν ὑμῖν· ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 28ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. 29Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 31καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
25Behold, I have told you before. 26Wherefore if they shall say unto you, Behold, he is in the desert; go not forth: behold, he is in the secret chambers; believe it not. 27For as the lightning cometh out of the east, and shineth even unto the west; so shall also the coming of the Son of man be. 28For wheresoever the carcase is, there will the eagles be gathered together. 29Immediately after the tribulation of those days shall the sun be darkened, and the moon shall not give her light, and the stars shall fall from heaven, and the powers of the heavens shall be shaken: 30And then shall appear the sign of the Son of man in heaven: and then shall all the tribes of the earth mourn, and they shall see the Son of man coming in the clouds of heaven with power and great glory. 31And he shall send his angels with a great sound of a trumpet, and they shall gather together his elect from the four winds, from one end of heaven to the other.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 32-39 on p. 1269, col. 1.
32απο δε της συκης μαθετε την παραβολην οταν ηδη ο κλαδος αυτης γενηται απαλος και τα φυλλα εκφυη γεινωσκετε οτι εγγυς το θερος 33ουτως και υμεις οταν ιδητε παντα ταυτα γεινωσκετε οτι εγγυς εστιν επι θυραις 34αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως αν παντα ταυτα γενηται 35ο ουρανος και η γη παρελευσεται οι δε λογοι μου ου μη παρελθωσιν 36περι δε της ημερας εκεινης και ωρας ουδεις οιδεν ουδε οι αγγελοι των ουρανων ουδε ο υιος ει μη ο πατηρ μονος 37ωσπερ γαρ αι ημεραι του νωε ουτως εσται η παρουσια του υιου του ανθρωπου 38ως γαρ ησαν εν ταις ημεραις εκειναις ταις προ του κατακλυσμου τρωγοντες και πεινοντες γαμουντες και γαμισκοντες αχρι ης ημερας εισηλθεν νωε εις την κειβωτον 39και ουκ εγνωσαν εως ηλθεν ο κατακλυσμος και ηρεν απαντας ουτως εσται η παρουσια του υιου του ανθρωπου
Compare: Tischendorf 8th edition (1869)
32Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 36Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος. 37ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
32Now learn a parable of the fig tree; When his branch is yet tender, and putteth forth leaves, ye know that summer is nigh: 33So likewise ye, when ye shall see all these things, know that it is near, even at the doors. 34Verily I say unto you, This generation shall not pass, till all these things be fulfilled. 35Heaven and earth shall pass away, but my words shall not pass away. 36But of that day and hour knoweth no man, no, not the angels of heaven, but my Father only. 37But as the days of Noe were, so shall also the coming of the Son of man be. 38For as in the days that were before the flood they were eating and drinking, marrying and giving in marriage, until the day that Noe entered into the ark, 39And knew not until the flood came, and took them all away; so shall also the coming of the Son of man be.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 40-49 on p. 1269, col. 2.
40τοτε εσονται δυο εν τω αγρω εις παραλαμβανεται και εις αφιεται 41δυο αληθουσαι εν τω μυλω μια παραλαμβανεται και μια αφιεται 42γρηγορειτε ουν οτι ουκ οιδατε ποια ημερα ο κς υμων ερχεται 43εκεινο δε γεινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια φυλακη ο κλεπτης ερχεται εγρηγορησεν αν και ουκ αν ειασεν διορυγηναι την οικιαν αυτου 44δια τουτο και υμεις γεινεσθε ετοιμοι οτι η ου δοκειτε ωρα ο υιος του ανθρωπου ερχεται 45τις αρα εστιν ο πιστος δουλος και φρονιμος ον κατεστησεν ο κς επι της οικετειας αυτου του δουναι αυτοις την τροφην εν καιρω 46μακαριος ο δουλος εκεινος ον ελθων ο κς αυτου ευρησει ουτως ποιουντα 47αμην λεγω υμιν οτι επι πασι τοις υπαρχουσιν αυτου καταστησει αυτον 48εαν δε ειπη ο κακος δουλος εκεινος εν τη καρδια αυτου χρονιζει μου ο κς 49και αρξηται τυπτειν τους συνδουλους αυτου εσθιη δε και πεινη μετα των μεθυοντων
Compare: Tischendorf 8th edition (1869)
40τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· 41δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα. 47ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐν τῇ καρδίᾳ αὐτοῦ· χρονίζει μου ὁ κύριος, 49καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων·
40Then shall two be in the field; the one shall be taken, and the other left. 41Two women shall be grinding at the mill; the one shall be taken, and the other left. 42Watch therefore: for ye know not what hour your Lord doth come. 43But know this, that if the goodman of the house had known in what watch the thief would come, he would have watched, and would not have suffered his house to be broken up. 44Therefore be ye also ready: for in such an hour as ye think not the Son of man cometh. 45Who then is a faithful and wise servant, whom his lord hath made ruler over his household, to give them meat in due season? 46Blessed is that servant, whom his lord when he cometh shall find so doing. 47Verily I say unto you, That he shall make him ruler over all his goods. 48But and if that evil servant shall say in his heart, My lord delayeth his coming; 49And shall begin to smite his fellowservants, and to eat and drink with the drunken;
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 50-51 on p. 1269, col. 3.
50ηξει ο κς του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γεινωσκει 51και διχοτομησει αυτον και το μερος αυτου μετα των υποκριτων θησει εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων
Compare: Tischendorf 8th edition (1869)
50ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
50The lord of that servant shall come in a day when he looketh not for him, and in an hour that he is not aware of, 51And shall cut him asunder, and appoint him his portion with the hypocrites: there shall be weeping and gnashing of teeth.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library