Matthew, Chapter 3 (Codex Vaticanus)
Introduction
Matthew 3 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-3 on p. 1237, col. 1.
1εν δε ταις ημεραις εκειναις παραγεινεται ιωανης ο βαπτιστης κηρυσσων εν τη ερημω της ιουδαιας 2λεγων μετανοειτε ηγγικεν γαρ η βασιλεια των ουρανων 3ουτος γαρ εστιν ο ρηθεις δια ησαιου του προφητου λεγοντος φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυ ευθειας ποιειτε τας τριβους αυτου
Compare: Tischendorf 8th edition (1869)
1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας 2λέγων, μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
1In those days came John the Baptist, preaching in the wilderness of Judaea, 2And saying, Repent ye: for the kingdom of heaven is at hand. 3For this is he that was spoken of by the prophet Esaias, saying, The voice of one crying in the wilderness, Prepare ye the way of the Lord, make his paths straight.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 4-10 on p. 1237, col. 2.
4αυτος δε ο ιωανης ειχεν το ενδυμα αυτου απο τριχων καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου η δε τροφη ην αυτου ακριδες και μελι αγριον 5τοτε εξεπορευετο προς αυτον ιεροσολυμα και πασα η ιουδαια και πασα η περιχωρος του ιορδανου 6και εβαπτιζοντο εν τω ιορδανη ποταμω υπ αυτου εξομολογουμενοι τας αμαρτιας αυτων 7ιδων δε πολλους των φαρεισαιων και σαδδουκαιων ερχομενους επι το βαπτισμα ειπεν αυτοις γεννηματα εχιδνων τις υπεδειξεν υμιν φυγειν απο της μελλουσης οργης 8ποιησατε ουν καρπον αξιον της μετανοιας 9και μη δοξητε λεγειν εν εαυτοις πατερα εχομεν τον αβρααμ λεγω γαρ υμιν οτι δυναται ο θς εκ των λιθων τουτων εγειραι τεκνα τω αβρααμ 10ηδη δε η αξεινη προς την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται
Compare: Tischendorf 8th edition (1869)
4αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. 5τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, 6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 7ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἶπεν αὐτοῖς, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας· 9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
4And the same John had his raiment of camel’s hair, and a leathern girdle about his loins; and his meat was locusts and wild honey. 5Then went out to him Jerusalem, and all Judaea, and all the region round about Jordan, 6And were baptized of him in Jordan, confessing their sins. 7But when he saw many of the Pharisees and Sadducees come to his baptism, he said unto them, O generation of vipers, who hath warned you to flee from the wrath to come? 8Bring forth therefore fruits meet for repentance: 9And think not to say within yourselves, We have Abraham to our father: for I say unto you, that God is able of these stones to raise up children unto Abraham. 10And now also the axe is laid unto the root of the trees: therefore every tree which bringeth not forth good fruit is hewn down, and cast into the fire.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 11-17 on p. 1237, col. 3.
11εγω μεν υμας βαπτιζω εν υδατι εις μετανοιαν ο δε οπισω μου ερχομενος ισχυροτερος μου εστιν ου ουκ ειμι ικανος τα υποδηματα βαστασαι αυτος υμας βαπτισει εν πνι αγιω και πυρι 12ου το · · πτυον εν τη χειρι αυτου και διακαθαριει την αλωνα αυτου και συναξει τον · · σειτον αυτου εις την αποθηκην αυτου το δε αχυρον κατακαυσει πυρι ασβετω 13τοτε παραγεινεται ο ις απο της γαλειλαιας επι τον ιορδανην προς τον ιωαννην του βαπτισθηναι υπ αυτου 14ο δε διεκωλυεν αυτον λεγων εγω χρειαν εχω υπο σου βαπτισθηναι και συ ερχη προς με 15αποκριθεις δε ο ις ειπεν αυτω αφες αρτι ουτω γαρ πρεπον εστιν ημιν πληρωσαι πασαν δικαιοσυνην τοτε αφιησιν αυτον 16βαπτισθεις δε ο ις ευθυς ανεβη απο του υδατος και ιδου ηνεωχθησαν οι ουρανοι και ειδεν πνα θυ καταβαινον ωσει περιστεραν ερχομενον επ αυτον 17και ιδου φωνη εκ των ουρανων λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος εν ω ευδοκησα
Compare: Tischendorf 8th edition (1869)
11ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· 12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. 13Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. 14ὁ δὲ διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν ἐρχόμενον ἐπ’ αὐτόν· 17καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
11I indeed baptize you with water unto repentance: but he that cometh after me is mightier than I, whose shoes I am not worthy to bear: he shall baptize you with the Holy Ghost, and with fire: 12Whose fan is in his hand, and he will throughly purge his floor, and gather his wheat into the garner; but he will burn up the chaff with unquenchable fire. 13Then cometh Jesus from Galilee to Jordan unto John, to be baptized of him. 14But John forbad him, saying, I have need to be baptized of thee, and comest thou to me? 15And Jesus answering said unto him, Suffer it to be so now: for thus it becometh us to fulfil all righteousness. Then he suffered him. 16And Jesus, when he was baptized, went up straightway out of the water: and, lo, the heavens were opened unto him, and he saw the Spirit of God descending like a dove, and lighting upon him: 17And lo a voice from heaven, saying, This is my beloved Son, in whom I am well pleased.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library