1 Corinthians, Chapter 16
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 273.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1περι δε τηϲ λογιαϲ τηϲ ειϲ τουϲ αγιουϲ ωϲπερ διεταξα ταιϲ εκκληϲιαιϲ τηϲ γαλατειαϲ ουτωϲ και υμιϲ ποιηϲατε 2κατα μιαν ϲαββατω εκαϲτοϲ ϋμω παρ εαυτω τιθετω θηϲαυριζων ο τι αν ευοδωται ϊνα μη οταν ελθω τοτε λογιαι γινωται 3οταν δε παραγενωμαι ουϲ εαν δοκιμαϲηται δι επιϲτολων τουτουϲ πεμψω απενεγκιν την χαριν ϋμων ιϲ ιηλμ 4εα δε η αξιον του καμε πορευεϲθαι ϲυν εμοι πορευϲονται 5ελευϲομαι δε προϲ ϋμαϲ οταν μακαιδονιαν διελθω μακαιδονιαν γαρ διερχομαι 6προϲ ϋμαϲ δε τυχον παραμενω η και παραχειμαϲω ϊνα ϋμειϲ με προπεμψητε ου εαν πορευωμαι 7ου θελω γαρ ϋμαϲ αρτι εν παροδω ειδιν ελπιζω γαρ χρονον τινα επιμειναι προϲ ϋμαϲ εαν ο κϲ επιτρεψη 8επιμενω δε εν εφεϲω εωϲ τηϲ πετηκοϲτηϲ
Compare: Tischendorf 8th edition (1869)
1Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. 2κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται. 3ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ· 4ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. 5ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι, 6πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 7οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ. 8ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
1Now concerning the collection for the saints, as I have given order to the churches of Galatia, even so do ye. 2Upon the first day of the week let every one of you lay by him in store, as God hath prospered him, that there be no gatherings when I come. 3And when I come, whomsoever ye shall approve by your letters, them will I send to bring your liberality unto Jerusalem. 4And if it be meet that I go also, they shall go with me. 5Now I will come unto you, when I shall pass through Macedonia: for I do pass through Macedonia. 6And it may be that I will abide, yea, and winter with you, that ye may bring me on my journey whithersoever I go. 7For I will not see you now by the way; but I trust to tarry a while with you, if the Lord permit. 8But I will tarry at Ephesus until Pentecost.
9θυρα γαρ μοι ανεωγεν μεγαλη και ενεργηϲ και αντικιμενοι πολλοι 10εαν δε ελθη τιμοθεοϲ βλεπεται ϊνα αφοβωϲ γενηται προϲ υμαϲ το γαρ εργον κυ εργαζεται ωϲ καγω 11μη τιϲ ουν αυτον εξουθενηϲη προπεμψατε αυτον εν ϊρηνη ϊνα ελθη προϲ με εκδεχομαι γαρ αυτον μετα των αδελφων · 12περι δε του αδελφου δηλω ϋμιν οτι πολλα παρεκαλεϲα αυτο ϊνα ελθη προϲ ϋμαϲ μετα των αδελφων και παν τωϲ ουκ ην θελημα ϊνα νυν ελθη ελευϲεται δε οταν ευκερηϲη13γρηγορειτε ϲτηκετε εν τη πιϲτι ανδριζεϲθε κρατεουϲθαι 14παντα ϋμων εν αγαπη γινεϲθω 15παρακαλω ϋμαϲ αδελφοι οιδατε τη οικιαν ϲτεφανα οτι εϲτιν απαρχη τηϲ αχαιαϲ και ειϲ διακονιαν τοιϲ αγιοιϲ εταξαν εαυτουϲ 16ϊνα και ϋμειϲ υποταϲϲηϲθε τοιϲ τοιουτοιϲ και παντι τω ϲυνεργουντι και κοπιωντι
Compare: Tischendorf 8th edition (1869)
9θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. 10Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ· 11μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. 12Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. 13Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· 14πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. 15Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἔστιν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
9For a great door and effectual is opened unto me, and there are many adversaries. 10Now if Timotheus come, see that he may be with you without fear: for he worketh the work of the Lord, as I also do. 11Let no man therefore despise him: but conduct him forth in peace, that he may come unto me: for I look for him with the brethren. 12As touching our brother Apollos, I greatly desired him to come unto you with the brethren: but his will was not at all to come at this time; but he will come when he shall have convenient time. 13Watch ye, stand fast in the faith, quit you like men, be strong. 14Let all your things be done with charity. 15I beseech you, brethren, (ye know the house of Stephanas, that it is the firstfruits of Achaia, and that they have addicted themselves to the ministry of the saints,) 16That ye submit yourselves unto such, and to every one that helpeth with us, and laboureth.
17χαιρω δε επι τη παρουϲια ϲτεφανα και φορτουνατου και αχαϊκου οτι το ϋμων ϋϲτερημα ουτοι ανεπληρωϲαν 18ανεπαυϲαν γαρ το εμον πνα και το ϋμων επιγινωϲκεται ουν τουϲ τοιουτουϲ 19αϲπαζονται ϋμαϲ αι εκκληϲιαι τηϲ αϲιαϲ αϲπαζεται ϋμαϲ εν κω πολλα ακυλαϲ και πριϲκα ϲυν τη κατ οικον αυτων εκκληϲια · 20αϲπαζονται υμαϲ οι αδελφοι παντεϲ αϲπαϲαϲθε αλληλουϲ εν φιληματι αγιω 21ο αϲπαϲμοϲ τη εμη χειρι παυλου 22ει τιϲ ου φιλει τον κν ητω αναθεμα μαρανα θα 23η χαριϲ του κυ ιυ μεθ υμων 24η αγαπη μου μετα πατων ϋμων εν χω ιυ αμην ·
Compare: Tischendorf 8th edition (1869)
17χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, 18ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. 19Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. 21Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. μαρὰν ἀθά. 23ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ’ ὑμῶν. 24ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
17I am glad of the coming of Stephanas and Fortunatus and Achaicus: for that which was lacking on your part they have supplied. 18For they have refreshed my spirit and yours: therefore acknowledge ye them that are such. 19The churches of Asia salute you. Aquila and Priscilla salute you much in the Lord, with the church that is in their house. 20All the brethren greet you. Greet ye one another with an holy kiss. 21The salutation of me Paul with mine own hand. 22If any man love not the Lord Jesus Christ, let him be Anathema Maranatha. 23The grace of our Lord Jesus Christ be with you. 24My love be with you all in Christ Jesus. Amen.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library