1 Corinthians, Chapter 4
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 268.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ουτωϲ ημαϲ λογιζεϲθω ανθρωποϲ ωϲ ϋπηρεταϲ χυ και οικονομουϲ μυϲτηριων θυ 2ωδε λοιπον τι ζητειτε εν τοιϲ οικονομοιϲ ϊνα πιϲτοϲ τιϲ ευρεθη 3εμοι δε ειϲ ελαχιϲτον εϲτιν ϊνα ϋφ υμω ανακριθω η ϋπο ανθρωπινηϲ ημεραϲ αλλ ουδε εμαυτον ανακρινω 4ουδεν γαρ εμαυτω ϲυνοιδα αλλ ουκ εν τουτω δεδικ(αι)ωμαι ο γαρ ανακρινων με κϲ εϲτιν 5ωϲτε μη προ καιρου τι κρινεται εωϲ α ελθη ο κϲ οϲ και φωτιϲει τα κρυπτα του ϲκοτουϲ και φανερωϲει ταϲ βουλαϲ των καρδιων και τοτε ο επαινοϲ γενηϲεται εκαϲτω απο του θυ 6ταυτα αδελφοι μετεϲχηματιϲα ειϲ εμαυτον και απολλων δι ϋμαϲ ϊνα εν ημιν μαθητε το μη ϋπερ α γεγραπτε ϊνα μη ειϲ ϋπερ του ενοϲ φυϲιουϲθαι κατα του ετερου 7τιϲ γαρ ϲε διακρινει τι δε εχειϲ ο ουκ ελαβεϲ ει δε και ελαβεϲ τι καυχαϲαι ωϲ μη λαβων 8ηδη κεκορεϲμενοι εϲτε ηδη επλουτηϲατε χωριϲ ημων εβαϲιλευϲατε και οφελον γε εβαϲιλευϲατε ινα και ημιϲ ϋμιν ϲυνβαϲιλευϲωμεν
Compare: Tischendorf 8th edition (1869)
1Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. 2ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. 3ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· 4οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. 5ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ. 6Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. 7τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; 8ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.
1Let a man so account of us, as of the ministers of Christ, and stewards of the mysteries of God. 2Moreover it is required in stewards, that a man be found faithful. 3But with me it is a very small thing that I should be judged of you, or of man’s judgment: yea, I judge not mine own self. 4For I know nothing by myself; yet am I not hereby justified: but he that judgeth me is the Lord. 5Therefore judge nothing before the time, until the Lord come, who both will bring to light the hidden things of darkness, and will make manifest the counsels of the hearts: and then shall every man have praise of God. 6And these things, brethren, I have in a figure transferred to myself and to Apollos for your sakes; that ye might learn in us not to think of men above that which is written, that no one of you be puffed up for one against another. 7For who maketh thee to differ from another? and what hast thou that thou didst not receive? now if thou didst receive it, why dost thou glory, as if thou hadst not received it? 8Now ye are full, now ye are rich, ye have reigned as kings without us: and I would to God ye did reign, that we also might reign with you.
9δοκω γαρ ο θϲ ημαϲ τουϲ αποϲτολουϲ εϲχατουϲ απεδιξε ωϲ επιθανατιουϲ οτι θεατρον εγενηθημεν τω κοϲμω και αγγελοιϲ και αθρωποιϲ 10ημειϲ μωροι δια χν ϋμειϲ δε φρονιμοι εν χω ημειϲ αϲθενειϲ ϋμειϲ δε ϊϲχυροι ϋμειϲ ενδοξοι ημειϲ δε ατιμοι 11αχρι τηϲ αρτι ωραϲ και πινωμεν · και διψωμεν και γυμνιτευομε και κολαφιζομεθα · και αϲτατουμεν 12και κοπιωμεν · εργαζομενοι ταιϲ ϊδιαιϲ χερϲιν · λοιδορουμενοι ευλογουμεν διωκομενοι ανεχομεθα 13δυϲφημουμενοι παρακαλουμεν ωϲ περικαθαρματα του κοϲμου εγενηθημεν παντων περιψημα εωϲ αρτι · 14ουκ εντρεπων υμαϲ γραφω ταυτα αλλ ωϲ τεκνα μου αγαπητα νουθετω 15εαν γαρ μυριουϲ παιδαγωγουϲ εχη τε εν χω αλλ ου πολλουϲ πατεραϲ εν γαρ χω ιυ δια του ευαγγελιου εγω υμαϲ εγεννηϲα16παρακαλω ουν υμαϲ μιμηται μου γινεϲθε ·
Compare: Tischendorf 8th edition (1869)
9δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. 14Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν. 15ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
9For I think that God hath set forth us the apostles last, as it were appointed to death: for we are made a spectacle unto the world, and to angels, and to men. 10We are fools for Christ’s sake, but ye are wise in Christ; we are weak, but ye are strong; ye are honourable, but we are despised. 11Even unto this present hour we both hunger, and thirst, and are naked, and are buffeted, and have no certain dwellingplace; 12And labour, working with our own hands: being reviled, we bless; being persecuted, we suffer it: 13Being defamed, we intreat: we are made as the filth of the world, and are the offscouring of all things unto this day. 14I write not these things to shame you, but as my beloved sons I warn you. 15For though ye have ten thousand instructers in Christ, yet have ye not many fathers: for in Christ Jesus I have begotten you through the gospel. 16Wherefore I beseech you, be ye followers of me.
17δια τουτο αυτο επεμψα ϋμιν τιμοθεον οϲ εϲτιν μου τεκνον αγαπητο και πιϲτον εν κω οϲ ϋμαϲ αναμνηϲει ταϲ οδουϲ μου ταϲ εν χω ιυ καθωϲ πανταχου εν παϲη εκκληϲια διδαϲκω 18ωϲ μη ερχομενου δε μου προϲ υμαϲ εφυϲιωθηϲαν τινεϲ 19ελευϲομαι δε ταχεωϲ προϲ υμαϲ εαν ο κϲ θεληϲη και γνωϲομαι ου τον λογον των πεφυϲιωμενων αλλα την δυναμι 20ου γαρ εν λογω η βαϲιλεια του θυ αλλ εν δυναμι 21τι θελετε εν ραβδω ελθω προϲ ϋμαϲ η εν αγαπη πνι τε πραοτητοϲ
Compare: Tischendorf 8th edition (1869)
17διὰ τοῦτο αὐτὸ ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. 18ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· 19ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, 20οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάμει. 21τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;
17For this cause have I sent unto you Timotheus, who is my beloved son, and faithful in the Lord, who shall bring you into remembrance of my ways which be in Christ, as I teach every where in every church. 18Now some are puffed up, as though I would not come to you. 19But I will come to you shortly, if the Lord will, and will know, not the speech of them which are puffed up, but the power. 20For the kingdom of God is not in word, but in power. 21What will ye? shall I come unto you with a rod, or in love, and in the spirit of meekness?
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library