1 Corinthians, Chapter 7
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 269.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1περι δε ων εγραψατε καλον ανθρωπω γυναικοϲ μη απτεϲθαι 2δια δε ταϲ πορνιαϲ εκαϲτοϲ την εαυτου γυναικα εχετω και εκαϲτη το ϊδιον ανδρα εχετω 3τη γυναικι ο ανηρ την οφιλην αποδιδοτω ομοιωϲ δε και η γυνη τω αδρι · 4η γυνη του ϊδιου ϲωματοϲ ουκ εξουϲιαζει αλλα ο ανηρ · ομοιωϲ δε και ο ανηρ του ϊδιου ϲωματοϲ ουκ εξουϲιαζει αλλα η γυνη 5μη αποϲτεριτε αλληλουϲ ει μητι α εκ ϲυμφωνου προϲ καιρον ινα ϲχολαϲητε τη προϲευχη και παλιν επι το αυτο ητε ινα μη πιραζη ϋμαϲ ο ϲαταναϲ δια την ακραϲιαν ϋμων 6τουτο δε λεγω κατα ϲυγγνωμην ου κατ επιταγην 7θελω δε πανταϲ ανθρωπουϲ ειναι ωϲ και εμαυτον αλλ εκαϲτοϲ ϊδιο εχει χαριϲμα εκ θυ ο μεν ουτωϲ ο δε ουτωϲ 8λεγω δε τοιϲ αγαμοιϲ και ταιϲ χηραιϲ καλον αυτοιϲ εαν μινωϲιν ωϲ καγω
Compare: Tischendorf 8th edition (1869)
1Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· 2διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. 3τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. 4ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. 5μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. 6τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν. 7θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως. 8Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ·
1Now concerning the things whereof ye wrote unto me: It is good for a man not to touch a woman. 2Nevertheless, to avoid fornication, let every man have his own wife, and let every woman have her own husband. 3Let the husband render unto the wife due benevolence: and likewise also the wife unto the husband. 4The wife hath not power of her own body, but the husband: and likewise also the husband hath not power of his own body, but the wife. 5Defraud ye not one the other, except it be with consent for a time, that ye may give yourselves to fasting and prayer; and come together again, that Satan tempt you not for your incontinency. 6But I speak this by permission, and not of commandment. 7For I would that all men were even as I myself. But every man hath his proper gift of God, one after this manner, and another after that. 8I say therefore to the unmarried and widows, It is good for them if they abide even as I.
9ει δε ουκ εγκρατευονται γαμηϲατωϲαν κριττον γαρ εϲτιν γαμιν η πυρουϲθε 10τοιϲ δε γεγαμηκοϲιν παραγγελλω ουκ εγω αλλα ο κϲ γυναικα απο ανδροϲ μη χωριϲθηναι 11εαν δε και χωριϲθη μενετω αγαμοϲ η τω ανδρι καταλλαγητω κ(αι) ανδρα γυναικα μη αφιεναι 12τοιϲ δε λοιποιϲ λεγω εγω ουχ ο κϲ ει τιϲ αδελφοϲ γυναικα εχει απιϲτον και αυτη ϲυνευδοκει οικειν μετ αυτου · μη αφιετω αυτην 13και γυνη ει τιϲ εχει ανδρα απιϲτον και ουτοϲ ϲυνευδοκει οικειν μετ αυτηϲ μη αφιετω αυτον ανδρα 14ηγιαϲται γαρ ο ανηρ ο απιϲτοϲ εν τη γυναικι και ηγιαϲται η γυνη η απι εν τω αδελφω επει αρα τα τεκνα ϋμων ακαθαρτα εϲτιν νυν δε αγια εϲτιν 15ει δε ο απιϲτοϲ χωριζετε χωριζεϲθω ου δεδουλωται ο αδελφοϲ η αδελφη εν τοιϲ τοιουτοιϲ εν δε ειρηνη κεκληκεν ϋμαϲ ο θϲ · 16τι γαρ οιδαϲ γυναι ει τον ανδρα ϲωϲιϲ η τι οιδαϲ ανερ ει την γυναικα ϲωϲειϲ
Compare: Tischendorf 8th edition (1869)
9εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν· κρεῖττον γάρ ἐστιν γαμεῖν ἢ πυροῦσθαι. 10τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι, 11ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω, καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. 12τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· 13καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα. 14ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. 15εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ θεός. 16τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
9But if they cannot contain, let them marry: for it is better to marry than to burn. 10And unto the married I command, yet not I, but the Lord, Let not the wife depart from her husband: 11But and if she depart, let her remain unmarried, or be reconciled to her husband: and let not the husband put away his wife. 12But to the rest speak I, not the Lord: If any brother hath a wife that believeth not, and she be pleased to dwell with him, let him not put her away. 13And the woman which hath an husband that believeth not, and if he be pleased to dwell with her, let her not leave him. 14For the unbelieving husband is sanctified by the wife, and the unbelieving wife is sanctified by the husband: else were your children unclean; but now are they holy. 15But if the unbelieving depart, let him depart. A brother or a sister is not under bondage in such cases: but God hath called us to peace. 16For what knowest thou, O wife, whether thou shalt save thy husband? or how knowest thou, O man, whether thou shalt save thy wife?
17ει μη εκαϲτω ωϲ μεμερικεν ο κϲ εκαϲτον ωϲ κεκληκεν ο θϲ ουτω περιπατειτω και ουτωϲ εν παϲαιϲ ταιϲ εκκληϲιαιϲ · διαταϲϲομαι 18περιτετμημενοϲ τιϲ εκληθη μη επιϲπαϲθω · εν ακροβυϲτια κεκληται τιϲ μη περιτεμνεϲθω 19η περιτομη ουδεν εϲτιν και η ακροβυϲτια ουδεν εϲτιν αλλα τηρηϲιϲ εντολων θυ . 20εκαϲτοϲ εν τη κληϲει η εκληθη εν ταυτη μενετω 21δουλοϲ εκληθηϲ μη ϲοι μελετω αλλ ει και δυναϲαι ελευθεροϲ γενεϲθαι μαλλον χρηϲαι 22ο γαρ εν κω κληθειϲ δουλοϲ απελευθεροϲ κυ εϲτιν · ομοιωϲ ο ελευθεροϲ κληθειϲ δουλοϲ χυ εϲτιν · 23τιμηϲ ηγοραϲθητε μη γεινεϲθε δουλοι ανθρωπων 24εκαϲτοϲ εν ω εκληθη αδελφοι εν τουτω μενετω παρα θω
Compare: Tischendorf 8th edition (1869)
17εἰ μὴ ἑκάστῳ ὡς μεμέρικεν ὁ κύριος, ἕκαστον ὡς κέκληκεν ὁ θεός, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 18περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. ἐν ἀκροβυστίᾳ κέκληταί τις; μὴ περιτεμνέσθω. 19ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. 20ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω. 21δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. 22ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 23τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.
17But as God hath distributed to every man, as the Lord hath called every one, so let him walk. And so ordain I in all churches. 18Is any man called being circumcised? let him not become uncircumcised. Is any called in uncircumcision? let him not be circumcised. 19Circumcision is nothing, and uncircumcision is nothing, but the keeping of the commandments of God. 20Let every man abide in the same calling wherein he was called. 21Art thou called being a servant? care not for it: but if thou mayest be made free, use it rather. 22For he that is called in the Lord, being a servant, is the Lord’s freeman: likewise also he that is called, being free, is Christ’s servant. 23Ye are bought with a price; be not ye the servants of men. 24Brethren, let every man, wherein he is called, therein abide with God.
25περι δε των παρθενων επιταγην κυ ουκ εχω γνωμη δε διδωμι ωϲ ηλεημενοϲ υπο κυ πιϲτοϲ ειναι 26νομιζω ουν τουτο καλον ϋπαρχειν δια την ενεϲτωϲαν αναγκην οτι καλον ανθρωπω το ουτωϲ ειναι · 27δεδεϲε γυναικι μη ζητι λυϲιν λελυϲαι απο γυναικοϲ μη ζητι γυ ναικα28εαν δε και γαμηϲηϲ ουχ ημαρτεϲ και εαν γημη η παρθενοϲ ουχ ημαρτεν · θλιψι δε τη ϲαρκι εξουϲι οι τοιουτοι εγω δε ϋμων φιδομαι 29τουτο δε φημι αδελφοι ο καιροϲ ϲυννεϲταλμενοϲ εϲτι το λοιπον ϊνα και οι εχοντεϲ γυναικαϲ ωϲ μη εχοντεϲ ωϲιν 30και οι κλαιοντεϲ ωϲ μη κλαιοντεϲ και οι χαιροντεϲ ωϲ μη χαιροντεϲ και οι αγοραζοντεϲ ωϲ μη κατεχοντεϲ 31και οι χρωμενοι τον κοϲμον ωϲ μη καταχρωμενοι · παραγει γαρ το ϲχημα του κοϲμου τουτου 32θελω δε ϋμαϲ αμεριμνουϲ ειναι ο αγαμοϲ μεριμνα τα του κυ πωϲ αρεϲη τω κω
Compare: Tischendorf 8th edition (1869)
25Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. 26νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. 27δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. 28ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. 29τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, 30καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, 31καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. 32θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ·
25Now concerning virgins I have no commandment of the Lord: yet I give my judgment, as one that hath obtained mercy of the Lord to be faithful. 26I suppose therefore that this is good for the present distress, I say, that it is good for a man so to be. 27Art thou bound unto a wife? seek not to be loosed. Art thou loosed from a wife? seek not a wife. 28But and if thou marry, thou hast not sinned; and if a virgin marry, she hath not sinned. Nevertheless such shall have trouble in the flesh: but I spare you. 29But this I say, brethren, the time is short: it remaineth, that both they that have wives be as though they had none; 30And they that weep, as though they wept not; and they that rejoice, as though they rejoiced not; and they that buy, as though they possessed not; 31And they that use this world, as not abusing it: for the fashion of this world passeth away. 32But I would have you without carefulness. He that is unmarried careth for the things that belong to the Lord, how he may please the Lord:
33ο δε γαμηϲαϲ μεριμνα τα του κοϲμου πωϲ αρεϲη τη γυναικι 34και μεμεριϲται κ(αι) η γυνη η αγαμοϲ και η παρθενοϲ η αγαμοϲ μεριμνα τα του κυ ϊνα η αγια κ(αι) τω ϲωματι και τω πνι η δε γαμηϲαϲα μεριμνα τα του κοϲμου πωϲ αρεϲη τω ανδρι 35τουτο δε προϲ το ϋμων αυτων ϲυμφορο λεγω ουχ ινα βροχο ϋμιν επιβαλω αλλα προϲ το ευϲχημον και ευπαρεδρο τω κω απεριϲπαϲτωϲ 36ει δε τιϲ αϲχημονι επι την παρθενον αυτου νομιζει εαν η ϋπερακμοϲ και ουτωϲ οφιλει γινεϲθε ο θελει ποιειτω ουχ αμαρτανει γαμιτωϲαν 37οϲ δε εϲτηκεν εν τη καρδια αυτου εδραιοϲ μη εχων αναγκην εξουϲιαν δε εχει περι του ϊδιου θεληματοϲ και τουτο κεκρικε εν τη ϊδια καρδια τηριν την εαυτου παρθενον καλωϲ ποιηϲει 38ωϲτε και ο γαμιζων την εαυτου παρθενον καλωϲ ποιει και ο μη γαμιζων κριϲϲον ποιηϲει 39γυνη δεδεται εφ οϲον χρονον ζη ο ανηρ αυτηϲ ˙ εαν δε κοιμηθη ο ανηρ ελευθερα εϲτιν ω θελει γαμηθηναι μονον εν κω 40μακαριωτερα δε εϲτιν εαν ουτωϲ μινη κατα την εμην γνωμην δοκω δε καγω πνα θυ εχειν
Compare: Tischendorf 8th edition (1869)
33ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, 34καὶ μεμέρισται. καὶ ἡ γυνὴ καὶ ἡ παρθένος ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί. 35τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως. 36εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. 37ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει· 38ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει. 39γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. 40μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν.
33But he that is married careth for the things that are of the world, how he may please his wife. 34There is difference also between a wife and a virgin. The unmarried woman careth for the things of the Lord, that she may be holy both in body and in spirit: but she that is married careth for the things of the world, how she may please her husband. 35And this I speak for your own profit; not that I may cast a snare upon you, but for that which is comely, and that ye may attend upon the Lord without distraction. 36But if any man think that he behaveth himself uncomely toward his virgin, if she pass the flower of her age, and need so require, let him do what he will, he sinneth not: let them marry. 37Nevertheless he that standeth stedfast in his heart, having no necessity, but hath power over his own will, and hath so decreed in his heart that he will keep his virgin, doeth well. 38So then he that giveth her in marriage doeth well; but he that giveth her not in marriage doeth better. 39The wife is bound by the law as long as her husband liveth; but if her husband be dead, she is at liberty to be married to whom she will; only in the Lord. 40But she is happier if she so abide, after my judgment: and I think also that I have the Spirit of God.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library