1 Thessalonians, Chapter 1
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 286.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1παυλοϲ και ϲιλουανοϲ και τιμοθεοϲ τη εκκληϲια θεϲϲαλονικεων εν θω πατρι και κω ιυ χω χαριϲ ϋμιν και ειρηνη απο θυ πρϲ ημων και κυ ιυ χυ 2ευχαριϲτουμεν τω θω παντοτε περι παντων ϋμων μνιαν ποιουμενοι επι των προϲευχων ημων αδειαλιπτωϲ 3μνημονευοντεϲ ϋμων του εργου τηϲ πιϲτεωϲ και του κοπου τηϲ αγαπηϲ και τηϲ ϋπομονηϲ τηϲ ελπιδοϲ του κυ ημων ιυ χυ εμπροϲθεν του θυ και πατροϲ ημων 4ειδοτεϲ αδελφοι ηγαπημενοι ϋπο του θυ την εκλογη ϋμων 5οτι το ευαγγελιον του θυ ημω ουκ εγενηθη ειϲ ϋμαϲ εν λογω μονον αλλα και εν δυναμι και εν πνι αγιω και πληροφορια πολλη καθωϲ οιδατε οιοι εγενηθημεν υμιν δι ϋμαϲ
Compare: Tischendorf 8th edition (1869)
1Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ. χάρις ὑμῖν καὶ εἰρήνη. 2Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, 3ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, 4εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ τοῦ θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, 5ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς.
1Paul, and Silvanus, and Timotheus, unto the church of the Thessalonians which is in God the Father and in the Lord Jesus Christ: Grace be unto you, and peace, from God our Father, and the Lord Jesus Christ. 2We give thanks to God always for you all, making mention of you in our prayers; 3Remembering without ceasing your work of faith, and labour of love, and patience of hope in our Lord Jesus Christ, in the sight of God and our Father; 4Knowing, brethren beloved, your election of God. 5For our gospel came not unto you in word only, but also in power, and in the Holy Ghost, and in much assurance; as ye know what manner of men we were among you for your sake.
6και υμειϲ μιμητε ημων εγενηθητε και του κυ δεξαμενοι τον λογο εν θλιψει πολλη μετα χαραϲ πνϲ αγιου 7ωϲτε γενεϲθαι ϋμαϲ τυπουϲ παϲιν τοιϲ πιϲτευουϲιν εν τη μακαιδονια και εν τη αχαϊα 8αφ υμων εξηχηται ο λογοϲ του θυ ου μονον εν τη μακαιδονια και εν τη αχαϊα αλλα παντι τοπω η πιϲτιϲ ϋμων η προϲ τον θν εξεληλυθε ωϲτε μη χριαν εχιν ημαϲ λαλειν τι 9αυτοι γαρ περι ημων απαγγελλουϲιν οποιαν ειϲοδον εϲχομεν προϲ ϋμαϲ και πωϲ επεϲτρεψατε προϲ το θν απο των ειδωλων δουλευειν θω ζωντι και αληθινω 10και αναμενι τον υν αυτου εκ των ουρανων ον ηγειρεν εκ των νεκρων ιν τον ρυομενον ημαϲ εκ τηϲ οργηϲ τηϲ ερχομενηϲ
Compare: Tischendorf 8th edition (1869)
6καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου, 7ὥστε γενέσθαι ὑμᾶς τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ. 8ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλ’ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι· 9αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, 10καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.
6And ye became followers of us, and of the Lord, having received the word in much affliction, with joy of the Holy Ghost: 7So that ye were ensamples to all that believe in Macedonia and Achaia. 8For from you sounded out the word of the Lord not only in Macedonia and Achaia, but also in every place your faith to God-ward is spread abroad; so that we need not to speak any thing. 9For they themselves shew of us what manner of entering in we had unto you, and how ye turned to God from idols to serve the living and true God; 10And to wait for his Son from heaven, whom he raised from the dead, even Jesus, which delivered us from the wrath to come.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library