1 Thessalonians, Chapter 2
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 286.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1αυτοι γαρ οιδαται αδελφοι την ειϲοδον ημων την προϲ ϋμαϲ οτι ου κενη γεγονεν 2αλλα προπαθοντεϲ και ϋβριϲθεντεϲ καθωϲ οιδαται εν φιλιπποιϲ επαρρηϲιαϲαμεθα εν τω θω ημων λαληϲαι προϲ ϋμαϲ το ευαγγελιον του θυ εν πολλω αγωνι 3η γαρ παρακληϲιϲ ημων ουκ εκ πλανηϲ ουδε εξ ακαθαρϲιαϲ ουδε εν δολω 4αλλα καθωϲ δεδοκιμαϲμεθα ϋπο του θυ πιϲτευθηναι το ευαγγελιον ουτωϲ λαλουμεν ουχ ωϲ ανθρωποιϲ αρεϲκοντεϲ αλλα θω τω δοκιμαζοτι ταϲ καρδιαϲ ημων 5ουτε γαρ ποτε εν λογω κολακιαϲ εγενηθημεν καθωϲ οιδατε ουτε εν προφαϲει πλεονεξιαϲ θϲ μαρτυϲ
Compare: Tischendorf 8th edition (1869)
1Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν, 2ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι. 3ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ, 4ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. 5οὔτε γάρ ποτε ἐν λόγῳ κολακίας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, θεὸς μάρτυς,
1For yourselves, brethren, know our entrance in unto you, that it was not in vain: 2But even after that we had suffered before, and were shamefully entreated, as ye know, at Philippi, we were bold in our God to speak unto you the gospel of God with much contention. 3For our exhortation was not of deceit, nor of uncleanness, nor in guile: 4But as we were allowed of God to be put in trust with the gospel, even so we speak; not as pleasing men, but God, which trieth our hearts. 5For neither at any time used we flattering words, as ye know, nor a cloke of covetousness; God is witness:
6ουτε ζητουντεϲ εξ ανθρωπων δοξαν ουτε αφ υμων ουτε απ αλλων 7δυναμενοι εν βαρει ειναι ωϲ χυ αποϲτολοι αλλα εγενηθημε νηπιοι εν μεϲω ϋμων ωϲ αν τροφοϲ θαλπη τα εαυτηϲ τεκνα 8ουτωϲ ομειρομενοι ϋμων ευδοκουμεν μεταδουναι υμιν ου μονο το ευαγγελιον του θυ αλλα και ταϲ εαυτων ψυχαϲ διοτι αγαπητοι ημιν εγενηθητε 9μνημονευετε γαρ αδελφοι τον κοπο ημων και τον μοχθον νυκτοϲ και ημεραϲ εργαζομενοι προϲ το μη επιβαρηϲαι τινα ϋμων εκηρυξαμεν ϋμιν το ευαγγελιον του θυ 10ϋμειϲ μαρτυρεϲ και ο θϲ ωϲ οϲιωϲ και δικαιωϲ και αμεμπτωϲ ϋμιν τοιϲ πιϲτευουϲιν εγενηθημεν
Compare: Tischendorf 8th edition (1869)
6οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι· 7ἀλλὰ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, 8οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε. 9μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ. 10ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,
6Nor of men sought we glory, neither of you, nor yet of others, when we might have been burdensome, as the apostles of Christ. 7But we were gentle among you, even as a nurse cherisheth her children: 8So being affectionately desirous of you, we were willing to have imparted unto you, not the gospel of God only, but also our own souls, because ye were dear unto us. 9For ye remember, brethren, our labour and travail: for labouring night and day, because we would not be chargeable unto any of you, we preached unto you the gospel of God. 10Ye are witnesses, and God also, how holily and justly and unblameably we behaved ourselves among you that believe:
11καθαπερ οιδατε ωϲ ενα εκαϲτον ϋμων ωϲ πατηρ τεκνα εαυτου 12παρακαλουντεϲ και παραμυθουμενοι και μαρτυρομενοι ειϲ το περιπατειν ϋμαϲ αξιωϲ του θυ του καλεϲαντοϲ ϋμαϲ ειϲ την εαυτου βαϲιλειαν και δοξα 13και δια τουτο και ημειϲ ευχαριϲτουμεν τω θω αδιαλιπτωϲ οτι παραλαβοντεϲ λογον ακοηϲ παρ ημων του θυ εδεξαϲθε ου λογον ανθρωπω αλλα καθωϲ εϲτι λογον θυ οϲ και ενεργειται εν ημι τοιϲ πιϲτευουϲιν 14ϋμιϲ γαρ μιμηται εγενηθητε αδελφοι των εκκληϲιων του θυ εδεξαϲθε ου λογον ανθρωπων αλλα καθωϲ εϲτιν λογον θυ οϲ και ενεργιται εν ημιν τοιϲ πιϲτευουϲιν ϋμειϲ γαρ μιμηθητε εγενηθητε αδελφοι των εκκληϲιων του θυ των ουϲων εν τη ϊουδαια εν χω ιυ οτι τα αυτα επαθετε και ϋμιϲ ϋπο των ιδιω ϲυμφυλετων καθωϲ και αυτοι υπο των ϊουδαιων15τω και τον κν αποκτινατων ιν και τουϲ προφηταϲ και ημαϲ εκδιωξαντων και θω μη αρεϲκοντων κ(αι) παϲιν ανοιϲ εναντιων
Compare: Tischendorf 8th edition (1869)
11καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι, 12καὶ μαρτυρόμενοι εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. 13Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθώς ἐστιν ἀληθῶς λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. 14ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, 15τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
11As ye know how we exhorted and comforted and charged every one of you, as a father doth his children, 12That ye would walk worthy of God, who hath called you unto his kingdom and glory. 13For this cause also thank we God without ceasing, because, when ye received the word of God which ye heard of us, ye received it not as the word of men, but as it is in truth, the word of God, which effectually worketh also in you that believe. 14For ye, brethren, became followers of the churches of God which in Judaea are in Christ Jesus: for ye also have suffered like things of your own countrymen, even as they have of the Jews: 15Who both killed the Lord Jesus, and their own prophets, and have persecuted us; and they please not God, and are contrary to all men:
16κωλυοντων ημαϲ τοιϲ εθνεϲιν λαληϲαι ϊνα ϲωθωϲι ειϲ το αναπληρωϲαι αυτων ταϲ αμαρτιαϲ παντοτε εφθαϲε δε επ αυτουϲ η οργη ειϲ τελοϲ 17ημειϲ δε αδελφοι απορφανιϲθεντεϲ αφ υμων προϲ καιρον ωραϲ προϲωπω ου καρδια περιϲϲοτερωϲ εϲπουδαϲαμεν το προϲωπον υμων ϊδειν ε πολλη επιθυμια 18διοτι ηθεληϲαμεν ελθειν προϲ υμαϲ εγω μεν παυλοϲ και απαξ και διϲ και ενεκοψε ημαϲ ο ϲαταναϲ 19τιϲ γαρ ημων ελπιϲ η χαρα η ϲτεφανοϲ καυχηϲεωϲ ουχι και ϋμειϲ εμπροϲθεν του κυ ημων ιυ εν τη αυτου παρουϲια 20ϋμειϲ γαρ εϲται η δοξα ημω και χαρα
Compare: Tischendorf 8th edition (1869)
16κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. 17Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. 18διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς. 19τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; 20ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.
16Forbidding us to speak to the Gentiles that they might be saved, to fill up their sins alway: for the wrath is come upon them to the uttermost. 17But we, brethren, being taken from you for a short time in presence, not in heart, endeavoured the more abundantly to see your face with great desire. 18Wherefore we would have come unto you, even I Paul, once and again; but Satan hindered us. 19For what is our hope, or joy, or crown of rejoicing? Are not even ye in the presence of our Lord Jesus Christ at his coming? 20For ye are our glory and joy.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library