1 Timothy, Chapter 6
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 295.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1οϲοι ειϲιν ϋπο ζυγο δουλοι π τουϲ ιδιουϲ δεϲποταϲ παϲηϲ τιμηϲ αξιουϲ ηγειϲθωϲαν ϊνα μη το ονομα του θυ και η διδαϲκαλια βλαϲφημηται 2οι δε πιϲτουϲ εχοντεϲ δεϲποταϲ μη καταφρονιτωϲαν αλλα μαλλον δουλευετωϲαν οτι πιϲτοι ειϲιν και αγαπητοι οι τηϲ ευεργεϲιαϲ αντιλαμβανομενοι ταυτα διδαϲκε και παρακαλει 3ει τιϲ ετεροδιδαϲκαλει και μη προϲεχετε ϋγιαινουϲι λογοιϲ τοιϲ του κυ ημων ιυ χυ και τη κατ ευϲεβιαν διδαϲκαλια 4τετυφωται μηδε επιϲταμενοϲ αλλα νοϲων περι ζητηϲειϲ και λογομαχιαϲ εξ ων γινεται φθονοϲ · εριϲ βλαϲφημιαι · ϋπονοιαι πονηραι · 5διαπαρατριβαι διεφθαρμενων ανθρωπω τον νουν και απεϲτερημενων τηϲ αληθειαϲ νομιζοτων ποριϲμον ειναι την ευϲεβιαν 6εϲτιν δε ποριϲμοϲ μεγαϲ η ευϲεβεια μετα αυταρκειαϲ 7ουδεν γαρ ειϲηνεγκαμεν ειϲ τον κοϲμον οτι ουδε εξενεγκειν τι δυναμεθα 8εχοντεϲ δε διατροφαϲ και ϲκεπαϲματα τουτοιϲ αρκεϲθηϲομεθα
Compare: Tischendorf 8th edition (1869)
1Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. 2οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει. 3εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις, τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, 4τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί, 5διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. 6ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· 7οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· 8ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.
1Let as many servants as are under the yoke count their own masters worthy of all honour, that the name of God and his doctrine be not blasphemed. 2And they that have believing masters, let them not despise them, because they are brethren; but rather do them service, because they are faithful and beloved, partakers of the benefit. These things teach and exhort. 3If any man teach otherwise, and consent not to wholesome words, even the words of our Lord Jesus Christ, and to the doctrine which is according to godliness; 4He is proud, knowing nothing, but doting about questions and strifes of words, whereof cometh envy, strife, railings, evil surmisings, 5Perverse disputings of men of corrupt minds, and destitute of the truth, supposing that gain is godliness: from such withdraw thyself. 6But godliness with contentment is great gain. 7For we brought nothing into this world, and it is certain we can carry nothing out. 8And having food and raiment let us be therewith content.
9οι δε βουλομενοι πλουτιν εμπιπτουϲιν ειϲ πιραϲμον και παγιδα και επιθυμιαϲ πολλαϲ ανοητουϲ και βλα βεραϲ αιτινεϲ βυθιζουϲι τουϲ ανθρωπουϲ ειϲ ολεθρον και απωλιαν10ριζα γαρ παντων των κακων εϲτι η φιλαργυρια ηϲ τινεϲ ορεγομενοι απεπλανηθηϲαν απο τηϲ πιϲτεωϲ και εαυτουϲ περιεπειραν οδυναιϲ ποικιλαιϲ 11ϲυ δε ω ανθρωπε θυ ταυτα φευγε διωκε δε δικαιοϲυνην πιϲτιν · αγαπην ϋπομονην · πραυπαθιαν · 12αγωνιζου τον καλον αγωνα τηϲ πιϲτεωϲ επιλαβου τηϲ αιωνιου ζωηϲ ειϲ ην εκληθηϲ και ωμολογηϲαϲ την καλην ομολογιαν ενωπιο πολλων μαρτυρω 13παραγγελλω ενωπιον θυ του ζωοποιουντοϲ τα πατα και ιυ χυ του μαρτυρηϲαντοϲ επι ποντιου πιλατου την καλην ομολογιαν 14τηρηϲαι ϲε την εντολην αϲπιλον ανεπιλημπτον μεχρι τηϲ επιφανειαϲ του κυ ημων χυ ιυ 15ην καιροιϲ ϊδιοιϲ διξει ο μακαριοϲ και μονοϲ δυναϲτηϲ ο βαϲιλευϲ των βαϲιλευοντων και κϲ των κυριευοντων 16ο μονοϲ εχων αθαναϲιαν · φωϲ οικων απροϲιτο ον ειδεν ουδειϲ ανθρωπων ουδε ιδειν δυναται ω τιμη και το κρατοϲ αιωνιον αμην ·
Compare: Tischendorf 8th edition (1869)
9οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν· 10ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. 11Σὺ δέ, ὦ ἄνθρωπε θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπαθίαν. 12ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. 13παραγγέλλω ἐνώπιον θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πειλάτου τὴν καλὴν ὁμολογίαν, 14τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, 16ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.
9But they that will be rich fall into temptation and a snare, and into many foolish and hurtful lusts, which drown men in destruction and perdition. 10For the love of money is the root of all evil: which while some coveted after, they have erred from the faith, and pierced themselves through with many sorrows. 11But thou, O man of God, flee these things; and follow after righteousness, godliness, faith, love, patience, meekness. 12Fight the good fight of faith, lay hold on eternal life, whereunto thou art also called, and hast professed a good profession before many witnesses. 13I give thee charge in the sight of God, who quickeneth all things, and before Christ Jesus, who before Pontius Pilate witnessed a good confession; 14That thou keep this commandment without spot, unrebukeable, until the appearing of our Lord Jesus Christ: 15Which in his times he shall shew, who is the blessed and only Potentate, the King of kings, and Lord of lords; 16Who only hath immortality, dwelling in the light which no man can approach unto; whom no man hath seen, nor can see: to whom be honour and power everlasting. Amen.
17τοιϲ πλουϲιοιϲ εν τω νυν καιρω παραγγελλε μη ϋψηλα φρονιν μηδε ηλπικεναι επι πλουτου αδηλοτητι αλλ επι θω τω παρεχοντι ημιν πατα πλουϲιωϲ ειϲ απολαυϲιν 18αγαθοεργειν πλουτιν εν εργοιϲ καλοιϲ ευμεταδοτουϲ ειναι κοινωνικουϲ 19αποθηϲαυριζονταϲ εαυτοιϲ θεμελιο καλον ειϲ το μελλον ϊνα επιλαβωται τηϲ οντωϲ ζωηϲ 20ω τιμοθεε την παραθηκην φυλαξο εκτρεπομενοϲ ταϲ βεβηλουϲ κενοφωνιαϲ και ατιθεϲειϲ τηϲ ψευδωνυμου γνωϲεωϲ 21ην τινεϲ επαγγελλομενοι περι την πιϲτιν ηϲτοχηϲαν η χαριϲ μεθ υμων
Compare: Tischendorf 8th edition (1869)
17Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλὰ φρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἐπὶ θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, 18ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, 19ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς. 20Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, 21ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μεθ’ ὑμῶν.
17Charge them that are rich in this world, that they be not highminded, nor trust in uncertain riches, but in the living God, who giveth us richly all things to enjoy; 18That they do good, that they be rich in good works, ready to distribute, willing to communicate; 19Laying up in store for themselves a good foundation against the time to come, that they may lay hold on eternal life. 20O Timothy, keep that which is committed to thy trust, avoiding profane and vain babblings, and oppositions of science falsely so called: 21Which some professing have erred concerning the faith. Grace be with thee. Amen.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library