2 Corinthians, Chapter 12
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 278.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1καυχαϲθαι δε ου ϲυμφερον μεν ελευϲομαι δε ειϲ οπταϲιαϲ και αποκαλυψειϲ κυ 2οιδα ανθρωπον εν χω προ ετων δεκατεϲϲαρων ειτε εν ϲωματι ουκ οιδα ειτε εκτοϲ του ϲωματοϲ ουκ οιδα ο θϲ οιδεν αρπαγεντα τον τοιουτον εωϲ τρυτου ουρανου 3και οιδα τον τοιουτον ανθρωπον ειτε εν ϲωματι ειτε εκτοϲ του ϲωματοϲ ουκ οιδα ο θϲ οιδεν 4οτι ηρπαγη ειϲ τον παραδιϲο και ηκουϲεν αρρητα ρηματα α ουκ εξον ανθρωπω λαληϲαι 5ϋπερ του τοιουτου καυχηϲομαι ϋπερ δε εμαυτου καυχηϲομαι ει μη εν ταιϲ αϲθενιαιϲ μου 6εαν γαρ θεληϲω καυχηϲαϲθαι ουκ εϲομαι αφρων αληθειαν γαρ ερω φειδομαι δε μη τιϲ ειϲ εμε λογιϲηται υπερ ο βλεπει με η ακουει εξ εμου 7και τη ϋπερβολη των αποκαλυψεων · διο ϊνα μη ϋπεραιρωμαι εδοθη μοι ϲκολοψ τη ϲαρκι αγγελοϲ ϲατανα ϊνα με κολαφιζη 8ϋπερ τουτου τριϲ το κν παρεκαλεϲα ϊνα αποϲτη απ εμου
Compare: Tischendorf 8th edition (1869)
1Καυχᾶσθαι δεῖ, οὐ συμφέρον μέν, ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. 2οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν 4ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. 6ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ἐξ ἐμοῦ 7καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατανᾶ, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. 8ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ·
1It is not expedient for me doubtless to glory. I will come to visions and revelations of the Lord. 2I knew a man in Christ above fourteen years ago, (whether in the body, I cannot tell; or whether out of the body, I cannot tell: God knoweth;) such an one caught up to the third heaven. 3And I knew such a man, (whether in the body, or out of the body, I cannot tell: God knoweth;) 4How that he was caught up into paradise, and heard unspeakable words, which it is not lawful for a man to utter. 5Of such an one will I glory: yet of myself I will not glory, but in mine infirmities. 6For though I would desire to glory, I shall not be a fool; for I will say the truth: but now I forbear, lest any man should think of me above that which he seeth me to be, or that he heareth of me. 7And lest I should be exalted above measure through the abundance of the revelations, there was given to me a thorn in the flesh, the messenger of Satan to buffet me, lest I should be exalted above measure. 8For this thing I besought the Lord thrice, that it might depart from me.
9και ειρηκεν μοι αρκει ϲοι η χαριϲ μου η γαρ δυναμιϲ εν αϲθενια τελειται ηδιϲτα ουν μαλλο καυχηϲομαι εν ταιϲ αϲθενιαιϲ μ(ου) ϊνα επιϲκηνωϲη επ εμε η δυναμιϲ του χυ 10διο ευδοκω εν αϲθενιαιϲ · εν υβρεϲιν και εναγκαιϲ εν διωγμοιϲ και ϲτενοχωριαιϲ υπερ χυ οταν γαρ αϲθενω τοτε δυνατοϲ ειμι 11γεγονα αφρων ϋμειϲ με ηναγκαϲατε εγω γαρ ωφειλο ϋφ υμων ϲυνιϲταϲθαι ουδεν γαρ ϋϲτερηϲα των ϋπερλιαν αποϲτολων ει και ουδεν ειμι 12τα μεν ϲημεια του αποϲτολου κατειργαϲθη εν υμιν εν παϲη ϋπομονη ϲημιοιϲ τε και τεραϲι και δυναμεϲιν 13τι γαρ εϲτιν ο ηϲϲωθητε ϋπερ ταϲ λοιπαϲ εκκληϲιαϲ ει μη οτι αυτοϲ εγω ου κατεναρκηϲα ϋμων χαριϲαϲθε μοι την αδικιαν ταυτην 14ϊδου τριτον τουτο ετοιμωϲ εχω ελθειν προϲ υμαϲ και ου καταναρκηϲω ου γαρ ζητω τα ϋμων αλλα ϋμαϲ ου γαρ οφιλει τα τεκνα τοιϲ γονευϲι θηϲαυριζει αλλα οι γονιϲ τοιϲ τεκνοιϲ 15εγω δε ηδιϲτα δαπανηϲω και εκδαπανηθηϲομαι ϋπερ των ψυχων ϋμων ει περιϲϲοτερωϲ ϋμαϲ αγαπω ηϲϲο αγαπωμαι 16εϲτω δε εγω ου κατεναρκηϲα υμω αλλα ϋπαρχων πανουργοϲ δολω ϋμαϲ ελαβον
Compare: Tischendorf 8th edition (1869)
9καὶ εἴρηκέν μοι, ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. 10διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. 11Γέγονα ἄφρων· ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. 12τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν. 13τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. 14ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶ, ἧττον ἀγαπῶμαι; 16Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον.
9And he said unto me, My grace is sufficient for thee: for my strength is made perfect in weakness. Most gladly therefore will I rather glory in my infirmities, that the power of Christ may rest upon me. 10Therefore I take pleasure in infirmities, in reproaches, in necessities, in persecutions, in distresses for Christ’s sake: for when I am weak, then am I strong. 11I am become a fool in glorying; ye have compelled me: for I ought to have been commended of you: for in nothing am I behind the very chiefest apostles, though I be nothing. 12Truly the signs of an apostle were wrought among you in all patience, in signs, and wonders, and mighty deeds. 13For what is it wherein ye were inferior to other churches, except it be that I myself was not burdensome to you? forgive me this wrong. 14Behold, the third time I am ready to come to you; and I will not be burdensome to you: for I seek not yours, but you: for the children ought not to lay up for the parents, but the parents for the children. 15And I will very gladly spend and be spent for you; though the more abundantly I love you, the less I be loved. 16But be it so, I did not burden you: nevertheless, being crafty, I caught you with guile.
17μη τινα ων απεϲταλκα προϲ υμαϲ δι αυτου επλεονεκτηϲα ϋμαϲ 18παρεκαλεϲα τιτον και ϲυναπεϲτιλα τον αδελφον μητι επλεονεκτηϲεν υμαϲ τιτοϲ · ου τω αυτω πνι περιεπατηϲαμεν ου τοιϲ αυτοιϲ ϊχνεϲιν 19παλαι δοκειτε οτι υμιν απολογουμεθα κατεναντι θυ εν χω λαλουμε τα δε παντα αγαπητοι ϋπερ τηϲ ϋμων οικοδομηϲ 20φοβουμαι γαρ μη πωϲ ελθων ουχ οιουϲ θελω ευρω ϋμαϲ καγω ευρεθω ϋμιν οιον ου θελετε · μη πωϲ εριϲ · ζηλοι · θυμοι · εριθιαι · καταλαλιαι · ψιθυριϲμοι · φυϲιωϲειϲ · ακαταϲταϲιαι · 21μη παλιν ελθοντοϲ μου ταπινωϲη με ο θϲ μου προϲ ϋμαϲ και πενθηϲω πολλουϲ των προημαρτηκοτων και μη μετανοηϲατων επι τη ακαθαρϲια και πορνια και αϲελγεια η επραξαν
Compare: Tischendorf 8th edition (1869)
17μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν; 19Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. 20φοβοῦμαι γὰρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μήπως ἔρις, ζῆλος, θυμοί, ἐριθείαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21μὴ πάλιν ἐλθόντος μου ταπεινώσει με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
17Did I make a gain of you by any of them whom I sent unto you? 18I desired Titus, and with him I sent a brother. Did Titus make a gain of you? walked we not in the same spirit? walked we not in the same steps? 19Again, think ye that we excuse ourselves unto you? we speak before God in Christ: but we do all things, dearly beloved, for your edifying. 20For I fear, lest, when I come, I shall not find you such as I would, and that I shall be found unto you such as ye would not: lest there be debates, envyings, wraths, strifes, backbitings, whisperings, swellings, tumults: 21And lest, when I come again, my God will humble me among you, and that I shall bewail many which have sinned already, and have not repented of the uncleanness and fornication and lasciviousness which they have committed.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library