2 Corinthians, Chapter 8
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 276.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1γνωριζομεν δε ϋμιν αδελφοι τη χαριν του θυ την δεδομενην εν ταιϲ εκκληϲιαιϲ τηϲ μακαιδονιαϲ 2οτι εν πολλη δοκιμη θλιψεωϲ η περιϲϲεια τηϲ χαραϲ αυτων και η κατα βαθουϲ πτωχεια αυτων επεριϲϲευϲεν ειϲ το πλουτοϲ τηϲ απλοτητοϲ αυτων 3οτι κατα δυναμιν μαρτυρω και παρα δυναμι αυθερετοι 4μετα πολληϲ παρακληϲεωϲ δεομενοι ημων την χαρι και την κοινωνιαν τηϲ διακονιαϲ τηϲ ειϲ τουϲ αγιουϲ 5και ου καθωϲ ηλπιϲαμεν αλλ εαυτουϲ εδωκαν πρωτον τω κω και ημι δια θεληματοϲ θυ 6ειϲ το παρακαλεϲαι ημαϲ τιτον ινα καθωϲ προενηρξατο ουτωϲ και επιτελεϲη ειϲ υμαϲ και την χαρι ταυτην 7αλλ ωϲπερ εν πατι περιϲϲευετε εν πιϲτι και λογω και γνωϲει και παϲη ϲπουδη και τη εξ υμων εν ημιν αγαπη ινα και εν ταυτη τη χαριτι περιϲϲευητε 8ου κατ επιταγην λεγω αλλα δια τηϲ ετερων ϲπουδηϲ και το τηϲ ϋμετεραϲ αγαπηϲ γνηϲιο δοκιμαζων
Compare: Tischendorf 8th edition (1869)
1Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, 2ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν· 3ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ παρὰ δύναμιν, αὐθαίρετοι 4μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους 5καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλὰ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ, 6εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην. 7ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. 8οὐ κατ’ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων·
1Moreover, brethren, we do you to wit of the grace of God bestowed on the churches of Macedonia; 2How that in a great trial of affliction the abundance of their joy and their deep poverty abounded unto the riches of their liberality. 3For to their power, I bear record, yea, and beyond their power they were willing of themselves; 4Praying us with much intreaty that we would receive the gift, and take upon us the fellowship of the ministering to the saints. 5And this they did, not as we hoped, but first gave their own selves to the Lord, and unto us by the will of God. 6Insomuch that we desired Titus, that as he had begun, so he would also finish in you the same grace also. 7Therefore, as ye abound in every thing, in faith, and utterance, and knowledge, and in all diligence, and in your love to us, see that ye abound in this grace also. 8I speak not by commandment, but by occasion of the forwardness of others, and to prove the sincerity of your love.
9γινωϲκετε γαρ την χαριν του κυ ημω ιυ χυ οτι δι υμαϲ επτωχευϲεν πλουϲιοϲ ων ϊνα ϋμειϲ τη εκεινου πτωχια πλουτηϲητε 10και γνωμην εν τουτω διδωμι τουτο γαρ υμιν ϲυμφερει οιτινεϲ ου μονον το ποιηϲαι αλλα και το θελει προενηρξαϲθε απο περυϲι 11νυνϊ δε και το ποιηϲαι επιτελεϲαται οπωϲ καθαπερ η προθυμια του θελειν ουτωϲ και το επιτελεϲε εκ του εχιν 12ει γαρ η προθυμια προκειται καθο αν εχη ευπροϲδεκτοϲ ου καθο ουκ εχει 13ου γαρ ϊνα αλλοιϲ ανεϲιϲ υμιν θλιψιϲ αλλ εξ ϊϲοτητοϲ 14εν τω νυν καιρω το ϋμων περιϲϲευμα ειϲ το εκεινων υϲτερημα ϊνα και ο εκεινω περιϲϲευμα γενηται ειϲ το ϋμων ϋϲτερημα οπωϲ γενηται ϊϲοτηϲ 15καθωϲ γεγραπται ο το πολυ ουκ επλεοναϲεν και ο το ολιγον ουκ ηλαττονηϲεν 16χαριϲ δε τω θω τω διδοντι την αυτη ϲπουδην ϋπερ ϋμων εν τη καρδια τιτου
Compare: Tischendorf 8th edition (1869)
9γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. 10καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι· 11νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. 12εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἂν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. 13οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν θλῖψις, ἀλλ’ ἐξ ἰσότητος· ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, 14ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης· 15καθὼς γέγραπται, ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν. 16Χάρις δὲ τῷ θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου,
9For ye know the grace of our Lord Jesus Christ, that, though he was rich, yet for your sakes he became poor, that ye through his poverty might be rich. 10And herein I give my advice: for this is expedient for you, who have begun before, not only to do, but also to be forward a year ago. 11Now therefore perform the doing of it; that as there was a readiness to will, so there may be a performance also out of that which ye have. 12For if there be first a willing mind, it is accepted according to that a man hath, and not according to that he hath not. 13For I mean not that other men be eased, and ye burdened: 14But by an equality, that now at this time your abundance may be a supply for their want, that their abundance also may be a supply for your want: that there may be equality: 15As it is written, He that had gathered much had nothing over; and he that had gathered little had no lack. 16But thanks be to God, which put the same earnest care into the heart of Titus for you.
17οτι την μεν παρακληϲιν εδεξατο ϲπουδαιοτεροϲ δε ϋπαρχων αυθαιρετοϲ εξηλθεν προϲ ϋμαϲ 18ϲυνεπεμψαμεν δε τον αδελφον μετ αυτου ου ο επαινοϲ εν τω ευαγγελιω δια παϲω των εκκληϲιων 19ου μονον δε αλλα και χειροτονηθειϲ ϋπο των εκκληϲιων ϲυνεκδημοϲ ημων ϲυ τη χαριτι ταυτη τη διακονουμενη ϋφ ημων προϲ την αυτου του κυ δοξαν και προθυμιαν ημων 20ϲτελλομενοι τουτο μη τιϲ ημαϲ μωμηϲηται εν τη αδροτητι ταυτη τη διακονουμενη ϋφ ημων 21προνοουμεν γαρ καλα ου μονον ενωπιο κυ αλλα και ανθρωπων 22ϲυνεπεμψαμεν δε αυτοιϲ τον αδελφον ημων ον εδοκιμαϲαμεν ε πολλοιϲ πολλακιϲ ϲπουδαιον οντα νυνϊ δε πολυ ϲπουδαιοτερον πεποιθηϲει πολλη τη ειϲ υμαϲ 23ειτε ϋπερ τιτου κοινωνοϲ εμοϲ και ειϲ ϋμαϲ ϲυνεργοϲ ειτε αδελφοι ημω αποϲτολοι εκκληϲιων δοξα χυ 24τη ουν ενδιξιν τηϲ αγαπηϲ υμων και ημων καυχηϲεωϲ ϋπερ ϋμων ειϲ αυτουϲ ενδιξαϲθαι ειϲ προϲωπον τω εκκληϲιων
Compare: Tischendorf 8th edition (1869)
17ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. 18συνεπέμψαμεν δὲ τὸν ἀδελφὸν μετ’ αὐτοῦ, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν 19οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν, 20στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν· 21προνοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. 22συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς. 23εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. 24τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
17For indeed he accepted the exhortation; but being more forward, of his own accord he went unto you. 18And we have sent with him the brother, whose praise is in the gospel throughout all the churches; 19And not that only, but who was also chosen of the churches to travel with us with this grace, which is administered by us to the glory of the same Lord, and declaration of your ready mind: 20Avoiding this, that no man should blame us in this abundance which is administered by us: 21Providing for honest things, not only in the sight of the Lord, but also in the sight of men. 22And we have sent with them our brother, whom we have oftentimes proved diligent in many things, but now much more diligent, upon the great confidence which I have in you. 23Whether any do enquire of Titus, he is my partner and fellowhelper concerning you: or our brethren be enquired of, they are the messengers of the churches, and the glory of Christ. 24Wherefore shew ye to them, and before the churches, the proof of your love, and of our boasting on your behalf.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library