Acts, Chapter 14
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 307.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1εγενετο δε εν εικονιω κατα το αυτο ειϲελθειν αυτουϲ ειϲ την ϲυναγωγην και λαληϲαι ουτωϲ ωϲτε πιϲτευϲαι ϊουδαιων τε και ελληνων πολυ πληθοϲ · 2οι δε απιθηϲατεϲ ϊουδαιοι επηγιραν και εκακωϲα ταϲ ψυχαϲ των εθνων κατα των αδελφων 3ϊκανον μεν ουν χρονον διετριψα παρρηϲιαζομενοι επι τω κω τω μαρτυρουντι επι τω λογω τηϲ χαριτοϲ αυτου διδοντοϲ ϲημια και τερατα γεινεϲθαι δια των χιρων αυτων · 4εϲχιϲθη δε το πληθοϲ τηϲ πολεωϲ και οι μεν ηϲαν ϲυν τοιϲ ϊουδαιοιϲ οι δε ϲυν τοιϲ αποϲτολοιϲ ˙ 5ωϲ δε εγενετο ορμη τω εθνων τε και ϊουδαιων ϲυν τοιϲ αρχουϲιν αυτων ϋβριϲαι και λιθοβοληϲαι αυτουϲ 6ϲυνϊδοντεϲ κατεφυγον ειϲ ταϲ πολειϲ τηϲ λυκαονιαϲ λυϲτραν και δερβην και την περιχωρον 7κακει ευαγγελιζομενοι ηϲαν 8και τιϲ ανηρ αδυνατοϲ εν λυϲτροιϲ τοιϲ ποϲιν εκαθητο χωλοϲ εκ κοιλιαϲ μητροϲ αυτου οϲ ουδεποτε περιεπατηϲεν
Compare: Tischendorf 8th edition (1869)
1Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 2οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. 3ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι ἐπὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντος σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 4ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 5ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, 6συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, 7κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν. 8Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν.
1And it came to pass in Iconium, that they went both together into the synagogue of the Jews, and so spake, that a great multitude both of the Jews and also of the Greeks believed. 2But the unbelieving Jews stirred up the Gentiles, and made their minds evil affected against the brethren. 3Long time therefore abode they speaking boldly in the Lord, which gave testimony unto the word of his grace, and granted signs and wonders to be done by their hands. 4But the multitude of the city was divided: and part held with the Jews, and part with the apostles. 5And when there was an assault made both of the Gentiles, and also of the Jews with their rulers, to use them despitefully, and to stone them, 6They were ware of it, and fled unto Lystra and Derbe, cities of Lycaonia, and unto the region that lieth round about: 7And there they preached the gospel. 8And there sat a certain man at Lystra, impotent in his feet, being a cripple from his mother’s womb, who never had walked:
9ουτοϲ ουκ ηκουϲεν του παυλου λεγοντοϲ οϲ ατενιϲαϲ αυτω και ϊδων οτι εχει πιϲτιν του ϲωθηναι 10ειπεν μεγαλη φωνη αναϲτηθι επι τουϲ ποδαϲ ϲου ορθοϲ και ηλατο και περιεπατει · 11οι τε οχλοι ειδοντεϲ ο εποιηϲεν παυλοϲ επηραν την φωνην λυκαονιϲτι λεγοτεϲ · οι θεοι ομοιωθεντεϲ ανθρωποι κατεβηϲαν προϲ ημαϲ 12εκαλου τε τον βαρναβαν δια τον δε παυλον ερμην επι αυτοϲ ην ο ηγουμενοϲ του λογου · 13ο τε ϊερευϲ του διοϲ του οντοϲ προ τηϲ πολεωϲ ταυρουϲ και ϲτεμματα επι τουϲ πυλωναϲ ενεγκαϲ ϲυν τοιϲ οχλοιϲ ηθελεν θυειν 14ακουϲαντεϲ δε οι αποϲτολοι · βαρναβαϲ και παυλοϲ διαρρηξαντεϲ τα ϊματια αυτων εξεπηδηϲαν ειϲ τον οχλον κραζοντεϲ 15και λεγοντεϲ ανδρεϲ τι ταυτα ποιειτε και ημειϲ ομοιοπαθειϲ εϲμεν ϋμιν ανθρωποι ευαγγελιζομενοι ϋμαϲ απο τουτων των ματαιων επιϲτρεφιν επι θν το ζωντα οϲ εποιηϲεν τον ουρανον και την γην και την θαλαϲϲαν και παντα τα εν αυτοιϲ16οϲ εν ταιϲ παρωχημεναιϲ γενεαιϲ ϊαϲεν παντα τα εθνη πορευεϲθε ταιϲ οδοιϲ αυτω
Compare: Tischendorf 8th edition (1869)
9οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος, ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι, 10εἶπεν μεγάλῃ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. 11οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· 12ἐκάλουν τε τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 14ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες 15καὶ λέγοντες, ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
9The same heard Paul speak: who stedfastly beholding him, and perceiving that he had faith to be healed, 10Said with a loud voice, Stand upright on thy feet. And he leaped and walked. 11And when the people saw what Paul had done, they lifted up their voices, saying in the speech of Lycaonia, The gods are come down to us in the likeness of men. 12And they called Barnabas, Jupiter; and Paul, Mercurius, because he was the chief speaker. 13Then the priest of Jupiter, which was before their city, brought oxen and garlands unto the gates, and would have done sacrifice with the people. 14Which when the apostles, Barnabas and Paul, heard of, they rent their clothes, and ran in among the people, crying out, 15And saying, Sirs, why do ye these things? We also are men of like passions with you, and preach unto you that ye should turn from these vanities unto the living God, which made heaven, and earth, and the sea, and all things that are therein: 16Who in times past suffered all nations to walk in their own ways.
17καιτοι γε ουκ αμαρτυρον αυτον αφηκεν αγαθουργων ουρανοθεν ϋμιν διδουϲ ϋετουϲ και καιρουϲ καρποφορουϲ εμπιπλων τροφηϲ και ευφροϲυνηϲ ταϲ καρδιαϲ ϋμων 18και ταυτα λεγοντεϲ μολιϲ κατεπαυϲαν τουϲ οχλουϲ του μη θυειν αυτοιϲ 19επηλθαν δε απο αντιοχιαϲ και ϊκονιου ϊουδαιοι και πιϲαντεϲ τουϲ οχλουϲ και λιθαϲατεϲ τον παυλον εϲυρον τηϲ πολεωϲ νομιζοντεϲ αυτον τεθνηκεναι ˙ 20κυκλωϲαντων δε των μαθητω αυτον αναϲταϲ ειϲηλθεν ειϲ την πολιν 21εκεινην και μαθητευϲαντεϲ ϊκανουϲ ϋπεϲτρεψαν ειϲ την λυϲτραν και ειϲ εικονιον και ειϲ αντιοχιαν 22επιϲτηριζοντεϲ ταϲ ψυχαϲ των μαθητων παρακαλουντεϲ ε ενμενιν τη πιϲτει και οτι δια πολλω θλιψεων δει ημαϲ ειϲελθιν ειϲ την βαϲιλειαν του θυ 23χειροτονηϲαντεϲ δε αυτοιϲ κατ εκκληϲιαν πρεϲβυτερουϲ προϲευξαμενοι μετα νηϲτιων παρεθεντο αυτουϲ τω κω ειϲ ο πεπιϲτευκιϲαν 24και διελθοντεϲ ειϲ την πιϲιδιαν ηλθον ειϲ την παμφυλιαν
Compare: Tischendorf 8th edition (1869)
17καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. 18καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. 19Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι. 20κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην. 21εὐαγγελιζόμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν, 22ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 23χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυτέρους προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. 24καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν,
17Nevertheless he left not himself without witness, in that he did good, and gave us rain from heaven, and fruitful seasons, filling our hearts with food and gladness. 18And with these sayings scarce restrained they the people, that they had not done sacrifice unto them. 19And there came thither certain Jews from Antioch and Iconium, who persuaded the people, and, having stoned Paul, drew him out of the city, supposing he had been dead. 20Howbeit, as the disciples stood round about him, he rose up, and came into the city: and the next day he departed with Barnabas to Derbe. 21And when they had preached the gospel to that city, and had taught many, they returned again to Lystra, and to Iconium, and Antioch, 22Confirming the souls of the disciples, and exhorting them to continue in the faith, and that we must through much tribulation enter into the kingdom of God. 23And when they had ordained them elders in every church, and had prayed with fasting, they commended them to the Lord, on whom they believed. 24And after they had passed throughout Pisidia, they came to Pamphylia.
25και λαληϲατεϲ ειϲ την περγη τον λογον του κυ κατεβηϲαν ειϲ ατταλιαν 26κακειθεν απεπλευϲαν ειϲ αντιοχειαν οθεν ηϲαν παραδεδομενοι τη χαριτι του θυ ειϲ το εργον ο επληρωϲαν 27παραγενομενοι δε και ϲυναγαγοντεϲ την εκκληϲιαν ανηγγελλον οϲα ο θϲ εποιηϲεν μετ αυτων και οτι ηνυξεν τοιϲ εθνεϲιν θυραν πιϲτεωϲ 28διετριβον δε χρονον ουχ ολιγον ϲυν τοιϲ μαθηταιϲ
Compare: Tischendorf 8th edition (1869)
25καὶ λαλήσαντες εἰς τὴν Πέργην τὸν λόγον κατέβησαν εἰς Ἀτταλίαν. 26κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
25And when they had preached the word in Perga, they went down into Attalia: 26And thence sailed to Antioch, from whence they had been recommended to the grace of God for the work which they fulfilled. 27And when they were come, and had gathered the church together, they rehearsed all that God had done with them, and how he had opened the door of faith unto the Gentiles. 28And there they abode long time with the disciples.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library