Hebrews, Chapter 1
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 288.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1πολυμερωϲ και πολυτροπωϲ παλαι ο θϲ λαληϲαϲ τοιϲ πατραϲιν εν τοιϲ προφηταιϲ 2επ εϲχατου των ημερων τουτων ελαληϲεν ημιν εν υϊω ον εθηκεν κληρονομον παντων δι ου και εποιηϲεν τουϲ αιωναϲ 3οϲ ων απαυγαϲμα τηϲ δοξηϲ και χαρακτηρ τηϲ ϋποϲταϲεωϲ αυτου φερω τε τα παντα τω ρηματι τηϲ δυναμεωϲ αυτου καθαριϲμο των αμαρτιων ποιηϲαμενοϲ εκαθιϲε εν δεξια τηϲ μεγαλωϲυνηϲ εν υψηλοιϲ 4τοϲουτω κριττων γενομενοϲ των αγγελων οϲω διαφορωτερον παρ αυτουϲ κεκληρονομηκεν ονομα 5τινι γαρ ειπεν ποτε των αγγελων υϊοϲ μου ει ϲυ εγω ϲημερον γεγεννηκα ϲε και παλιν εγω εϲομαι ειϲ πατερα και αυτοϲ εϲται μοι ειϲ υν
Compare: Tischendorf 8th edition (1869)
1Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, 2ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· 3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. 5τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
1God, who at sundry times and in divers manners spake in time past unto the fathers by the prophets, 2Hath in these last days spoken unto us by his Son, whom he hath appointed heir of all things, by whom also he made the worlds; 3Who being the brightness of his glory, and the express image of his person, and upholding all things by the word of his power, when he had by himself purged our sins, sat down on the right hand of the Majesty on high; 4Being made so much better than the angels, as he hath by inheritance obtained a more excellent name than they. 5For unto which of the angels said he at any time, Thou art my Son, this day have I begotten thee? And again, I will be to him a Father, and he shall be to me a Son?
6οταν δε παλιν ειϲαγαγη τον πρωτοτοκον ειϲ την οικουμενην λεγει και προϲκυνηϲατωϲαν αυτω παντεϲ αγγελοι θυ 7και προϲ μεν τουϲ αγγελουϲ λεγει ο ποιων τουϲ αγγελουϲ αυτου πνατα και τουϲ λιτουργουϲ αυτου πυροϲ φλογα8προϲ δε τον υν ο θρονοϲ ϲου ο θϲ ειϲ τον αιωνα του αιωνοϲ και η ραβδοϲ τηϲ βαϲιλειαϲ αυτου 9ηγαπηϲαϲ δικαιοϲυνην και εμιϲηϲαϲ αδικιαν δια τουτο εχριϲεν ϲε ο θϲ ο θϲ ϲου ελαιον αγαλλιαϲεωϲ παρα τουϲ μετοχουϲ ϲου 10και ϲυ κατ αρχαϲ κε την γην εθεμελιωϲαϲ και εργα των χειρων ϲου ειϲιν οι ουρανοι
Compare: Tischendorf 8th edition (1869)
6ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. 7καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· 8πρὸς δὲ τὸν υἱόν, ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου. 9ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· 10καί, σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
6And again, when he bringeth in the firstbegotten into the world, he saith, And let all the angels of God worship him. 7And of the angels he saith, Who maketh his angels spirits, and his ministers a flame of fire. 8But unto the Son he saith, Thy throne, O God, is for ever and ever: a sceptre of righteousness is the sceptre of thy kingdom. 9Thou hast loved righteousness, and hated iniquity; therefore God, even thy God, hath anointed thee with the oil of gladness above thy fellows. 10And, Thou, Lord, in the beginning hast laid the foundation of the earth; and the heavens are the works of thine hands:
11αυτοι απολουνται ϲυ δε διαμενειϲ και παντεϲ ωϲ ϊματιον παλαιωθηϲονται 12και ωϲει περιβολαιον αλλαξειϲ αυτουϲ ωϲ ϊματιον και αλλαγηϲονται ϲυ δε και ο αυτοϲ ει κ(αι) τα ετη ϲου ουκ εκλιψουϲιν 13προϲ τινα δε των αγγελων ειρηκε ποτε καθου εκ δεξιων μου εωϲ αν θω τουϲ εχθρουϲ ϲου ϋποποδιον των ποδων ϲου 14ουχι παντεϲ ειϲιν λιτουργικα πνατα ειϲ διακονιαν αποϲτελλομενα δια τουϲ μελλονταϲ κληρονομειν ϲωτηριαν
Compare: Tischendorf 8th edition (1869)
11αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς, καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. 13πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
11They shall perish; but thou remainest; and they all shall wax old as doth a garment; 12And as a vesture shalt thou fold them up, and they shall be changed: but thou art the same, and thy years shall not fail. 13But to which of the angels said he at any time, Sit on my right hand, until I make thine enemies thy footstool? 14Are they not all ministering spirits, sent forth to minister for them who shall be heirs of salvation?
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library