Hebrews, Chapter 10
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 291.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ϲκιαν γαρ εχων ο νομοϲ των μελλοντων αγαθω ουκ αυτην την εικονα των πραγματων κατ ενιαυτο ταιϲ αυταιϲ θυϲιαιϲ αυτων αϲ προϲφερουϲιν ειϲ το διηνεκεϲ ουδεποτε δυνανται τουϲ προϲερχομενουϲ τελιωϲαι 2επει ουκ αν επαυϲατο προϲφερομεναι δια το μηδεμιαν εχιν ετι ϲυνϊδηϲιν αμαρτιων τουϲ λατρευονταϲ απαξ κεκαθαριϲμενουϲ 3αλλ εν αυταιϲ αναμνηϲιϲ αμαρτιω κατ ενιαυτον 4αδυνατον γαρ αιμα τραγων και ταυρων αφεριν αμαρτιαϲ 5διο ειϲερχομενοϲ ειϲ τον κοϲμον λεγει θυϲιαν και προϲφοραν ουκ ηθεληϲαϲ ϲωμα δε κατηρτιϲω μοι 6ολοκαυτωματα κ(αι) περι αμαρτιαϲ ουκ ευδοκηϲαϲ 7τοτε ειπον ϊδου εν κεφαλιδι βιβλιου γεγραπται περι εμου του ποιηϲαι ο θϲ το θελημα ϲου · 8ανωτερον λεγων οτι θυϲιαϲ και προϲφοραϲ και ολοκαυτωματα και περι αμαρτιαϲ ουκ ηθεληϲαϲ ουδε ευδοκηϲαϲ αιτινεϲ κατα νομον προϲφερονται
Compare: Tischendorf 8th edition (1869)
1Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι· 2ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους; 3ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν, 4ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. 5διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· 6ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· 7τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου. 8ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ ηὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται,
1For the law having a shadow of good things to come, and not the very image of the things, can never with those sacrifices which they offered year by year continually make the comers thereunto perfect. 2For then would they not have ceased to be offered? because that the worshippers once purged should have had no more conscience of sins. 3But in those sacrifices there is a remembrance again made of sins every year. 4For it is not possible that the blood of bulls and of goats should take away sins. 5Wherefore when he cometh into the world, he saith, Sacrifice and offering thou wouldest not, but a body hast thou prepared me: 6In burnt offerings and sacrifices for sin thou hast had no pleasure. 7Then said I, Lo, I come (in the volume of the book it is written of me,) to do thy will, O God. 8Above when he said, Sacrifice and offering and burnt offerings and offering for sin thou wouldest not, neither hadst pleasure therein; which are offered by the law;
9τοτε ειρηκεν ϊδου ηκω του ποιηϲαι το θελημα ϲου αναιρει το πρωτο ϊνα το δευτερον ϲτηϲη 10εν ω θεληματι ηγιαϲμενοι εϲμεν δια τηϲ προϲφοραϲ του ϲωματοϲ ιυ χυ εφαπαξ 11και παϲ μεν ϊερευϲ εϲτηκεν λιτουργων καθ ημεραν και ταϲ αυταϲ πολλακιϲ προϲφερω θυϲιαϲ αιτινεϲ ουδεποτε δυνανται περιελειν αμαρτιαϲ 12ουτοϲ δε μιαν ϋπερ αμαρτιων προϲενεγκαϲ θυϲιαν ειϲ το διηνεκεϲ εκαθιϲεν εκ δεξια του θυ 13το λοιπον εκδεχομενοϲ εωϲ τεθωϲιν οι εχθροι αυτου υποποδιο των ποδων αυτου 14μια γαρ προϲφορα τετελιωκεν ειϲ το διηνεκεϲ τουϲ αγιαζομενουϲ 15μαρτυρει δε ημιν και το πνα το αγιο μετα γαρ το ειρηκεναι 16αυτη η διαθηκη ην διαθηϲομαι προϲ αυτουϲ μετα ταϲ ημεραϲ εκειναϲ λεγει κϲ διδουϲ νομουϲ μου επι καρδιαϲ αυτων και επι την διανοιαν αυτων επιγραψω αυτουϲ
Compare: Tischendorf 8th edition (1869)
9τότε εἴρηκεν, ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ· 10ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. 11Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ’ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας. 12οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ, 13τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· 14μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. 15μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ εἰρηκέναι, 16αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,
9Then said he, Lo, I come to do thy will, O God. He taketh away the first, that he may establish the second. 10By the which will we are sanctified through the offering of the body of Jesus Christ once for all. 11And every priest standeth daily ministering and offering oftentimes the same sacrifices, which can never take away sins: 12But this man, after he had offered one sacrifice for sins for ever, sat down on the right hand of God; 13From henceforth expecting till his enemies be made his footstool. 14For by one offering he hath perfected for ever them that are sanctified. 15Whereof the Holy Ghost also is a witness to us: for after that he had said before, 16This is the covenant that I will make with them after those days, saith the Lord, I will put my laws into their hearts, and in their minds will I write them;
17και των αμαρτιων αυτων και των ανομιω αυτων ου μη μνηϲθηϲομαι ετι 18οπου δε αφειϲ ουκετι προϲφορα περι αμαρτιαϲ 19εχοντεϲ ουν αδελφοι παρρηϲιαν ειϲ την ειϲοδον τω αγιων εν τω αιματι ιυ 20ην ενεκαινιϲε ημιν οδον προϲφατον και ζωϲαν δια του καταπεταϲματοϲ τουτ εϲτιν τηϲ ϲαρκοϲ αυτου 21και ϊερεα μεγαν επι τον οικον του θυ 22προϲερχωμεθα μετα αληθινηϲ καρδιαϲ εν πληροφορια πιϲτεωϲ ρεραντιϲμενοι ταϲ καρδιαϲ απο ϲυνϊδηϲεωϲ πονηραϲ και λελουϲμενοι το ϲωμα ϋδατι καθαρω 23κατεχωμεν την ομολογιαν τηϲ ελπιδοϲ ημω ακλινη · πιϲτοϲ γαρ ο επαγγειλαμενοϲ 24και κατανοωμεν αλληλουϲ ειϲ παροξυϲμον αγαπηϲ και καλω εργων
Compare: Tischendorf 8th edition (1869)
17καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι. 18ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας. 19Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, 20ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστιν τῆς σαρκὸς αὐτοῦ, 21καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, 22προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς 23καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος, 24καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
17And their sins and iniquities will I remember no more. 18Now where remission of these is, there is no more offering for sin. 19Having therefore, brethren, boldness to enter into the holiest by the blood of Jesus, 20By a new and living way, which he hath consecrated for us, through the veil, that is to say, his flesh; 21And having an high priest over the house of God; 22Let us draw near with a true heart in full assurance of faith, having our hearts sprinkled from an evil conscience, and our bodies washed with pure water. 23Let us hold fast the profession of our faith without wavering; (for he is faithful that promised;) 24And let us consider one another to provoke unto love and to good works:
25μη εγκαταλιποντεϲ την επιϲυναγωγην αυτω καθωϲ εθοϲ τιϲιν αλλα παρακαλουντεϲ και τοϲουτω μαλλον οϲον βλεπετε εγγιζουϲαν τη ημεραν 26εκουϲιωϲ γαρ αμαρτανοντων ημω μετα το λαβειν τηϲ επιγνωϲιαν τηϲ αληθειαϲ ουκετι περι αμαρτιων απολιπεται θυϲια 27φοβερα δε τιϲ εκδοχη κριϲεωϲ και πυροϲ ζηλοϲ εϲθιει μελλοντοϲ τουϲ ϋπεναντιουϲ 28αθετηϲαϲ τιϲ νομο μωϋϲεωϲ χωριϲ οικτιρμων επι δυϲιν η τριϲιν μαρτυϲιν αποθνηϲκει 29ποϲω δοκειτε χειρονοϲ αξιωθηϲεται τιμωριαϲ ο το ϋϊον του θυ καταπατηϲαϲ και το αιμα τηϲ διαθηκηϲ κοινον ηγηϲαμενοϲ εν ω ηγιαϲθη και το πνα τηϲ χαριτοϲ ενυβριϲαϲ 30οιδαμεν γαρ τον ειποντα εμοι εκδικηϲειϲ εγω ανταποδωϲω και παλιν κρινει κϲ τον λαον αυτου 31φοβερον το εμπεϲιν ειϲ χιραϲ θυ ζωντοϲ 32αναμιμνηϲκεϲθε δε ταϲ προτερον αμαρτιαϲ ϋμων εν αιϲ φωτιϲθεντεϲ πολλην αθληϲιν ϋπεμεινατε παθηματων
Compare: Tischendorf 8th edition (1869)
25μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. 26Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, 27φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. 28ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει· 29πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; 30οἴδαμεν γὰρ τὸν εἰπόντα, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω· καὶ πάλιν, κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ. 31φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. 32Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
25Not forsaking the assembling of ourselves together, as the manner of some is; but exhorting one another: and so much the more, as ye see the day approaching. 26For if we sin wilfully after that we have received the knowledge of the truth, there remaineth no more sacrifice for sins, 27But a certain fearful looking for of judgment and fiery indignation, which shall devour the adversaries. 28He that despised Moses’ law died without mercy under two or three witnesses: 29Of how much sorer punishment, suppose ye, shall he be thought worthy, who hath trodden under foot the Son of God, and hath counted the blood of the covenant, wherewith he was sanctified, an unholy thing, and hath done despite unto the Spirit of grace? 30For we know him that hath said, Vengeance belongeth unto me, I will recompense, saith the Lord. And again, The Lord shall judge his people. 31It is a fearful thing to fall into the hands of the living God. 32But call to remembrance the former days, in which, after ye were illuminated, ye endured a great fight of afflictions;
33τουτο μεν ονιδιϲμοιϲ τε και θλιψεϲιν θεατριζομενοι τουτο δε κοινωνοι των ουτωϲ αναϲτρεφομενων γενηθετεϲ 34και γαρ τοιϲ δεϲμοιϲ μου ϲυνεπαθηϲατε και την αρπαγην των ϋπαρχοντων ϋμων μετα χαραϲ προϲεδεξαϲθε γινωϲκο εχειν εαυτουϲ κριϲϲονα ϋπαρξιν και μενουϲαν 35μη αποβαλητε ουν την παρρηϲιαν ϋμων ητιϲ εχει μεγαλην μιϲθαποδοϲιαν 36ϋπομονηϲ γαρ χριαν εχετε ϊνα το θελημα του θυ ποιηϲαντεϲ κομιϲαϲθαι την επαγγελιαν 37ετι γαρ μικρον οϲον οϲον ο ερχομενοϲ ηξει και ου χρονιϲει 38ο δε δικαιοϲ μου εκ πιϲτεωϲ ζηϲεται και εαν ϋποϲτιληται ουκ ευδοκει η ψυχη μου εν αυτω 39ημειϲ δε ουκ εϲμε ϋποϲτοληϲ ειϲ απωλιαϲ αλλα πιϲτεωϲ ειϲ περιποιηϲι ψυχηϲ
Compare: Tischendorf 8th edition (1869)
33τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες· 34καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοὺς κρείσσονα ὕπαρξιν καὶ μένουσαν. 35μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν, 36ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. 37ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει· 38ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. 39ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
33Partly, whilst ye were made a gazingstock both by reproaches and afflictions; and partly, whilst ye became companions of them that were so used. 34For ye had compassion of me in my bonds, and took joyfully the spoiling of your goods, knowing in yourselves that ye have in heaven a better and an enduring substance. 35Cast not away therefore your confidence, which hath great recompence of reward. 36For ye have need of patience, that, after ye have done the will of God, ye might receive the promise. 37For yet a little while, and he that shall come will come, and will not tarry. 38Now the just shall live by faith: but if any man draw back, my soul shall have no pleasure in him. 39But we are not of them who draw back unto perdition; but of them that believe to the saving of the soul.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library