James, Chapter 2
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 317.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1αδελφοι μου μη εν προϲωπολημψιαιϲ εχετε την πιϲτιν του κυ ημων ιυ χυ τηϲ δοξηϲ · 2εαν γαρ ειϲελθη ειϲ ϲυναγωγην υμων ανηρ χρυϲοδακτυλιοϲ εν αιϲθητι λαμπρα ειϲελθη δε και πτωχοϲ εν ρυπαρα αιϲθητι 3κ(αι) επιβλεψηται επι το φορουντα την εϲθητα την λαμπρα και ειπητε ϲυ καθου ωδε καλωϲ και τω πτωχω ειπητε ϲυ ϲτηθι εκει η καθου ωδε υπο το ποποδιον μου 4ου διεκριθηται εν εαυτοιϲ και εγενεϲθαι κριται διαλογιϲμων πονηρων · 5ακουϲατε αδελφοι μου αγαπητοι ουκ ο θϲ εξελεξατο τουϲ πτωχουϲ τω κοϲμω πλουϲιουϲ εν πιϲτι και κληρονομουϲ τηϲ επαγγελιαϲ ηϲ επηγγειλατο τοιϲ αγαπωϲιν αυτον · 6ϋμειϲ δε ητιμαϲατε τον πτωχον ουχ οι πλουϲιοι καταδυναϲτευουϲιν ϋμαϲ και αυτοι ελκουϲιν ϋμαϲ ειϲ κριτηρια7ουκ αυτοι βλαϲφημουϲι το καλον ονομα το επικληθεν εφ υμαϲ 8ει μεντοι νομον τελιται βαϲιλικον κατα την γραφην αγαπηϲειϲ το πληϲιον ϲου ωϲ ϲεαυτον καλωϲ ποιειται
Compare: Tischendorf 8th edition (1869)
1Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. 2ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε, σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, σὺ στῆθι ἐκεῖ ἢ κάθου ὑπὸ τὸ ὑποπόδιόν μου, 4οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; 5Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμᾶς, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς; 8εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·
1My brethren, have not the faith of our Lord Jesus Christ, the Lord of glory, with respect of persons. 2For if there come unto your assembly a man with a gold ring, in goodly apparel, and there come in also a poor man in vile raiment; 3And ye have respect to him that weareth the gay clothing, and say unto him, Sit thou here in a good place; and say to the poor, Stand thou there, or sit here under my footstool: 4Are ye not then partial in yourselves, and are become judges of evil thoughts? 5Hearken, my beloved brethren, Hath not God chosen the poor of this world rich in faith, and heirs of the kingdom which he hath promised to them that love him? 6But ye have despised the poor. Do not rich men oppress you, and draw you before the judgment seats? 7Do not they blaspheme that worthy name by the which ye are called? 8If ye fulfil the royal law according to the scripture, Thou shalt love thy neighbour as thyself, ye do well:
9ει δε προϲωπολημπτιται αμαρτιαν εργαζεϲθαι ελεγχομενοι ϋπο του νομου ωϲ παραβαται 10οϲτιϲ γαρ ολον τον νομον τηρηϲη πταιϲη δε εν ενι γεγονεν παντω ενοχοϲ · 11ο γαρ ειπων μη μοιχευϲιϲ ειπεν και μη φονευϲηϲ ει δε ου μοιχευειϲ φονευειϲ δε γεγοναϲ παραβατηϲ νομου 12ουτωϲ λαλειτε κ(αι) ουτω ποιειτε ωϲ δια νομου ελευθεριαϲ μελλοντεϲ κρινεϲθαι 13η γαρ κριϲιϲ ανελεοϲ τω μη ποιηϲαντι ελεοϲ κατακαυχαται ελεοϲ κριϲεωϲ 14τι το οφελοϲ αδελφοι μου εαν πιϲτιν λεγη τιϲ εχειν εργα δε μη εχη μη δυναται η πιϲτιϲ ϲωϲαι αυτον 15εαν αδελφοϲ η αδελφη γυμνοι υπαρχωϲιν και λειπομενοι τηϲ εφημερου τροφηϲ 16ειπε δε τι αυτοιϲ εξ υμων ϋπαγεται εν ϊρηνη θερμαινεϲθαι και χορταζεϲθαι μη δωτε δε αυτοιϲ τα επιτηδια του ϲωματοϲ τι το οφελοϲ
Compare: Tischendorf 8th edition (1869)
9εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11ὁ γὰρ εἰπών, μὴ μοιχεύσῃς, εἶπεν καί, μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δέ, γέγονας παραβάτης νόμου. 12οὗτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως. 14Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς, 16εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;
9But if ye have respect to persons, ye commit sin, and are convinced of the law as transgressors. 10For whosoever shall keep the whole law, and yet offend in one point, he is guilty of all. 11For he that said, Do not commit adultery, said also, Do not kill. Now if thou commit no adultery, yet if thou kill, thou art become a transgressor of the law. 12So speak ye, and so do, as they that shall be judged by the law of liberty. 13For he shall have judgment without mercy, that hath shewed no mercy; and mercy rejoiceth against judgment. 14What doth it profit, my brethren, though a man say he hath faith, and have not works? can faith save him? 15If a brother or sister be naked, and destitute of daily food, 16And one of you say unto them, Depart in peace, be ye warmed and filled; notwithstanding ye give them not those things which are needful to the body; what doth it profit?
17ουτωϲ και η πιϲτιϲ εαν μη εχη εργα νεκρα εϲτιν καθ εαυτην 18αλλ ερι τιϲ ϲυ πιϲτιν εχειϲ καγω εργα εχω διξο μοι την πιϲτιν ϲου χωριϲ των εργων καγω ϲοι δειξω εκ των εργων μου τη πιϲτιν · 19ϲυ πιϲτευειϲ οτι ειϲ εϲτιν ο θϲ καλωϲ ποιειϲ και τα δαιμονια πιϲτευουϲιν και φριϲϲουϲιν · 20θελειϲ δε γνωνε ω ανθρωπε καινε οτι η πιϲτιϲ χωριϲ των εργων νεκρα εϲτιν · 21αβρααμ ο πατηρ ημων ουκ εξ εργων εδικαιωθη ανενεγκαϲ ϊϲαακ τον υν αυτου επι το θυϲιαϲτηριον 22βλεπειϲ οτι η πιϲτιϲ ϲυνεργει τοιϲ εργοιϲ αυτου και εκ των εργων η πιϲτιϲ ετελειωθη 23και επληρωθη η γραφη η λεγουϲα επιϲτευϲεν δε αβρααμ τω θω και ελογιϲθη αυτω ειϲ δικαιοϲυνην και φιλοϲ θυ εκληθη · 24ορατε οτι εξ εργων δικαιουται ανθρωποϲ και ουκ εκ πιϲτεωϲ μονον
Compare: Tischendorf 8th edition (1869)
17οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστιν καθ’ ἑαυτήν. 18ἀλλ’ ἐρεῖ τις, σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν. 19σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. 20θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν; 21Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, 23καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.
17Even so faith, if it hath not works, is dead, being alone. 18Yea, a man may say, Thou hast faith, and I have works: shew me thy faith without thy works, and I will shew thee my faith by my works. 19Thou believest that there is one God; thou doest well: the devils also believe, and tremble. 20But wilt thou know, O vain man, that faith without works is dead? 21Was not Abraham our father justified by works, when he had offered Isaac his son upon the altar? 22Seest thou how faith wrought with his works, and by works was faith made perfect? 23And the scripture was fulfilled which saith, Abraham believed God, and it was imputed unto him for righteousness: and he was called the Friend of God. 24Ye see then how that by works a man is justified, and not by faith only.
25ομοιωϲ δε και ρααβ η πορνη ουκ εξ εργω εδικαιωθη ϋποδεξαμενη τουϲ αγʼγελουϲ και ετερα οδω εκβαλουϲα 26ωϲπερ γαρ το ϲωμα χωριϲ πνϲ νεκρον εϲτι ουτωϲ και η πιϲτιϲ χωριϲ εργων νεκρα εϲτιν
Compare: Tischendorf 8th edition (1869)
25ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.
25Likewise also was not Rahab the harlot justified by works, when she had received the messengers, and had sent them out another way? 26For as the body without the spirit is dead, so faith without works is dead also.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library