James, Chapter 1
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 317.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ϊακωβοϲ θυ και κυ ιυ χυ δουλοϲ ταιϲ δωδεκα φυλαιϲ ταιϲ εν τη διαϲπορα χαιρειν · 2παϲαν χαραν ηγηϲαϲθαι αδελφοι μ(ου) οταν πιραϲμοιϲ περιπεϲηται ποικιλοιϲ 3γινωϲκοντεϲ οτι το δοκιμειον ϋμων τηϲ πιϲτεωϲ κατεργαζεται υπομονην · 4η δε ϋπομονη εργον τελιον εχετω ϊνα ητε τελιοι και ολοκληροι εν μηδενι λειπομενοι 5ει δε τιϲ ϋμων λειπεται ϲοφιαϲ αιτιτω παρα του διδοντοϲ θυ παϲιν απλωϲ και μη ονιδιζοντοϲ κ(αι) δοθηϲεται αυτω 6αιτειτω δε εν πιϲτι μηδεν διακρινομενοϲ ο γαρ διακρινομενοϲ εοικεν κλυδωνι θαλαϲϲηϲ ανεμιζομενω και ριπιζομενω 7μη γαρ οιεϲθω ο ανθρωποϲ εκεινοϲ οτι λημψετε παρα του κυ 8ανηρ διψυχοϲ ακαταϲτατοϲ εν παϲαιϲ ταιϲ οδοιϲ αυτου
Compare: Tischendorf 8th edition (1869)
1Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν. 2Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, 3γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν. 4ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. 5εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. 6αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. 7μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου, 8ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
1James, a servant of God and of the Lord Jesus Christ, to the twelve tribes which are scattered abroad, greeting. 2My brethren, count it all joy when ye fall into divers temptations; 3Knowing this, that the trying of your faith worketh patience. 4But let patience have her perfect work, that ye may be perfect and entire, wanting nothing. 5If any of you lack wisdom, let him ask of God, that giveth to all men liberally, and upbraideth not; and it shall be given him. 6But let him ask in faith, nothing wavering. For he that wavereth is like a wave of the sea driven with the wind and tossed. 7For let not that man think that he shall receive any thing of the Lord. 8A double minded man is unstable in all his ways.
9καυχαϲθω δε ο αδελφοϲ ο ταπινοϲ εν τω ϋψει αυτου 10ο δε πλουϲιοϲ εν τη ταπινωϲει αυτου οτι ωϲ ανθοϲ χορτου παρελευϲεται 11ανετιλεν γαρ ο ηλιοϲ ϲυν τω καυϲωνι και εξηρανεν τον χορτον και το ανθοϲ αυτου εξεπεϲεν και η ευπρεπια του προϲωπου αυτου απωλετο ουτωϲ και ο πλουϲιοϲ εν ταιϲ ποριαιϲ αυτου μαρανθηϲεται ˙ 12μακαριοϲ ανηρ οϲ υπομενι πειραϲμον οτι δοκιμοϲ γενομενοϲ λημψεται τον ϲτεφανον τηϲ ζωηϲ ον επηγγιλατο τοιϲ αγαπωϲιν αυτον 13μηδιϲ πιραζομενοϲ λεγετω οτι ϋπο θυ πειραζομαι ο γαρ θϲ απειραϲτοϲ εϲτιν κακων πειραζει δε αυτοϲ ουδενα 14εκαϲτοϲ δε πιραζετε ϋπο τηϲ ϊδιαϲ επιθυμιαϲ εξελκομενοϲ και δελεαζομενοϲ 15ειτα η επιθυμια ϲυλλαβουϲα τικτει αμαρτιαν η δε αμαρτια αποτελεϲθιϲα αποκυει θανατον 16μη πλαναϲθαι αδελφοι μου αγαπητοι
Compare: Tischendorf 8th edition (1869)
9Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, 10ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. 11ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. 12Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν. 13μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. 14ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· 15εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. 16Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.
9Let the brother of low degree rejoice in that he is exalted: 10But the rich, in that he is made low: because as the flower of the grass he shall pass away. 11For the sun is no sooner risen with a burning heat, but it withereth the grass, and the flower thereof falleth, and the grace of the fashion of it perisheth: so also shall the rich man fade away in his ways. 12Blessed is the man that endureth temptation: for when he is tried, he shall receive the crown of life, which the Lord hath promised to them that love him. 13Let no man say when he is tempted, I am tempted of God: for God cannot be tempted with evil, neither tempteth he any man: 14But every man is tempted, when he is drawn away of his own lust, and enticed. 15Then when lust hath conceived, it bringeth forth sin: and sin, when it is finished, bringeth forth death. 16Do not err, my beloved brethren.
17παϲα δοϲιϲ αγαθη και παν δωρημα τελειον ανωθε εϲτιν καταβενον απο του πατροϲ τω φωτων παρ ω ουκ εϲτιν παραλλαγη η τροπηϲ αποϲκιαϲματοϲ 18βουληθιϲ απεκυηϲεν ημαϲ λογω αληθιαϲ ειϲ το ειναι ημαϲ απαρχην τινα τω αυτου κτιϲματω 19ϊϲτω αδελφοι μου αγαπητοι · εϲτω δε παϲ ανθρωποϲ ταχυϲ ειϲ το ακουϲαι βραδυϲ ειϲ το λαληϲαι · βραδυϲ ειϲ οργη 20οργη γαρ ανδροϲ δικαιοϲυνην θυ ουκ εργαζεται · 21διο αποθεμενοι παϲαν ρυπαριαν και περιϲϲιαν κακιαϲ εμ πραϋτητι δεξαϲθαι τον εμφυτον λογον τον δυναμενον ϲωϲαι ταϲ ψυχαϲ υμων · 22γεινεϲθαι δε ποιηται λογου και μη μονον ακροαται παραλογιζομενοι εαυτουϲ 23οτι ει τιϲ ακροατηϲ λογου εϲτι και ου ποιητηϲ ουτοϲ εοικεν ανδρι κατανοουντεϲ το προϲωπον τηϲ γενεϲεωϲ αυτου εν εϲοπτρω 24κατενοηϲεν γαρ εαυτον και απεληλυθεν και ευθεωϲ επελαθετο οποιοϲ ην
Compare: Tischendorf 8th edition (1869)
17πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. 18βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων. 19Ἴστε, ἀδελφοί μου ἀγαπητοί. ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· 20ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται. 21διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν. 22γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς. 23ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· 24κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
17Every good gift and every perfect gift is from above, and cometh down from the Father of lights, with whom is no variableness, neither shadow of turning. 18Of his own will begat he us with the word of truth, that we should be a kind of firstfruits of his creatures. 19Wherefore, my beloved brethren, let every man be swift to hear, slow to speak, slow to wrath: 20For the wrath of man worketh not the righteousness of God. 21Wherefore lay apart all filthiness and superfluity of naughtiness, and receive with meekness the engrafted word, which is able to save your souls. 22But be ye doers of the word, and not hearers only, deceiving your own selves. 23For if any be a hearer of the word, and not a doer, he is like unto a man beholding his natural face in a glass: 24For he beholdeth himself, and goeth his way, and straightway forgetteth what manner of man he was.
25ο δε παρακυψαϲ ειϲ νομον τελειον τον τηϲ ελευθεριαϲ και παραμιναϲ ουκ ακροατηϲ επιληϲμονηϲ γενομενοϲ αλλα ποιητηϲ εργου ουτοϲ μακαριοϲ εν τη ποιηϲει αυτου εϲται 26ει τιϲ δοκει θρηϲκοϲ ειναι μη χαλιναγωγων γλωϲϲαν αυτου αλλα απατω καρδιαν αυτου του ματαιοϲ η θρηϲκια · 27θρηϲκια καθαρα και αμιαντοϲ παρα θω και πατρι αυτη εϲτιν · επιϲκεπτεϲθε ορφανουϲ και χηραϲ εν τη θλιψει αυτων · αϲπιλο εαυτον τηριν απο του κοϲμου ·
Compare: Tischendorf 8th edition (1869)
25ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται. 26εἴ τις δοκεῖ θρησκὸς εἶναι, μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκία. 27θρησκία καθαρὰ καὶ ἀμίαντος παρὰ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
25But whoso looketh into the perfect law of liberty, and continueth therein, he being not a forgetful hearer, but a doer of the work, this man shall be blessed in his deed. 26If any man among you seem to be religious, and bridleth not his tongue, but deceiveth his own heart, this man’s religion is vain. 27Pure religion and undefiled before God and the Father is this, To visit the fatherless and widows in their affliction, and to keep himself unspotted from the world.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library