James, Chapter 4
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 318.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ποθεν πολεμοι και ποθεν μαχαι εν υμιν ουκ εντευθεν εκ των ηδονων ϋμων των ϲτρατευομενων εν τοιϲ μελεϲιν ϋμων 2επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυναϲθαι επιτυχειν μαχεϲθε και πολεμειτε και ουκ εχετε δια το μη αιτιϲθαι ϋμαϲ 3αιτιτε και ου λαμβανετε διοτι κακωϲ αιτιϲθαι ϊνα εν ταιϲ ηδοναιϲ ϋμων καταδαπανηϲητε 4μοιχαλειδεϲ ουκ οιδατε οτι η φιλια του κοϲμου τουτου εχθρα εϲτι τω θω εαν ουν βουληθη φιλοϲ ειναι του κοϲμου εχθρα του θυ καθιϲταται · 5η δοκειται οτι κενωϲ η γραφη λεγει προϲ φθονον επιποθει το πνα ο κατωκιϲε εν ημιν
Compare: Tischendorf 8th edition (1869)
1Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. καὶ οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα ἐστὶν τῷ θεῷ; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν;
1From whence come wars and fightings among you? come they not hence, even of your lusts that war in your members? 2Ye lust, and have not: ye kill, and desire to have, and cannot obtain: ye fight and war, yet ye have not, because ye ask not. 3Ye ask, and receive not, because ye ask amiss, that ye may consume it upon your lusts. 4Ye adulterers and adulteresses, know ye not that the friendship of the world is enmity with God? whosoever therefore will be a friend of the world is the enemy of God. 5Do ye think that the scripture saith in vain, The spirit that dwelleth in us lusteth to envy?
6μιζονα δε διδωϲιν χαρι διο λεγει · ο θϲ ϋπερηφανοιϲ αντιταϲϲεται ταπινοιϲ δε διδωϲιν χαρι 7ϋποταγητε ουν τω θω αντιϲτητε δε τω διαβολω και φευξετε αφ υμων · 8εγγιϲατε τω θω και εγγιει υμι καθαριϲατε χειραϲ αμαρτωλοι και αγνιϲατε καρδιαϲ διψυχοι · 9ταλαιπωρηϲατε κ(αι) πενθηϲατε κλαυϲατε ο γελωϲ ϋμων ειϲ πενθοϲ μεταϲτραφητω και η χαρα ειϲ κατηφιαν 10ταπινωθητε ουν ενωπιον κυ και ϋψωϲει υμαϲ ·
Compare: Tischendorf 8th edition (1869)
6μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 7ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν· 8ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9ταλαιπωρήσατε καὶ πενθήσατε, κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν. 10ταπεινώθητε ἐνώπιον κυρίου, καὶ ὑψώσει ὑμᾶς.
6But he giveth more grace. Wherefore he saith, God resisteth the proud, but giveth grace unto the humble. 7Submit yourselves therefore to God. Resist the devil, and he will flee from you. 8Draw nigh to God, and he will draw nigh to you. Cleanse your hands, ye sinners; and purify your hearts, ye double minded. 9Be afflicted, and mourn, and weep: let your laughter be turned to mourning, and your joy to heaviness. 10Humble yourselves in the sight of the Lord, and he shall lift you up.
11μη καταλαλειται αλληλων αδελφοι ο καταλαλων αδελφου η κρινων τον αδελφον αυτου καταλαλει νομου κ(αι) κρινι νομον ει δε νομον κρινιϲ ουκ ει ποιητηϲ νομ(ου) αλλα κριτηϲ · 12ειϲ εϲτιν ο νομοθετηϲ και κριτηϲ ο δυναμενοϲ ϲωϲαι και απολεϲαι ϲυ δε τιϲ ει ο κρινων τον πληϲιον 13αγε νυν οι λεγοντεϲ ϲημερον η αυριον πορευϲομεθα ειϲ τηνδε την πολιν και ποιηϲωμεν εκει ενιαυτον και εμπορευϲομεθα και κερδηϲομεν 14οιτινεϲ ουκ επιϲταϲθε το τηϲ αυριον ποια η ζωη ϋμων η προϲ ολιγον φαινομενη επειτα και αφανιζομενη 15αντι του λεγιν ϋμαϲ εαν ο κϲ θεληϲη και ζηϲομεν και ποιηϲομεν τουτο η εκινο
Compare: Tischendorf 8th edition (1869)
11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον; 13Ἄγε νῦν οἱ λέγοντες, σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν· 14οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία γὰρ ἡ ζωὴ ὑμῶν. ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη· 15ἀντὶ τοῦ λέγειν ὑμᾶς· ἐὰν ὁ κύριος θελήσῃ, καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.
11Speak not evil one of another, brethren. He that speaketh evil of his brother, and judgeth his brother, speaketh evil of the law, and judgeth the law: but if thou judge the law, thou art not a doer of the law, but a judge. 12There is one lawgiver, who is able to save and to destroy: who art thou that judgest another? 13Go to now, ye that say, To day or to morrow we will go into such a city, and continue there a year, and buy and sell, and get gain: 14Whereas ye know not what shall be on the morrow. For what is your life? It is even a vapour, that appeareth for a little time, and then vanisheth away. 15For that ye ought to say, If the Lord will, we shall live, and do this, or that.
16νυν δε κατακαυχαϲθε εν ταιϲ αλαζονιαιϲ υμων · απαϲα καυχηϲειϲ τοιαυτη πονηρα εϲτι 17ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εϲτιν ·
Compare: Tischendorf 8th edition (1869)
16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονίαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
16But now ye rejoice in your boastings: all such rejoicing is evil. 17Therefore to him that knoweth to do good, and doeth it not, to him it is sin.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library