John, Chapter 16
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 257.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ταυτα λελαληκα υμιν · ϊνα ϲκανδαλιϲθητε · 2αποϲυναγωγουϲ γαρ ποιηϲωϲιν ϋμαϲ · αλλα ερχεται ωρα ϊνα παϲ ο αποκτιναϲ υμαϲ · δοξη λατριαν προϲφεριν τω θω · 3και ταυτα ποιηϲωϲιν ϋμιν · οτι ουκ εγνωϲαν τον πατερα · ουδε εμε · 4αλλα ταυτα λελαληκα υμιν · ϊνα αν ελθη η ωρα μνημονευηται αυτων · οτι εγω ειπον : ταυτα δε ϋμι εξ αρχηϲ ουκ ειπο · οτι μεθ ϋμων ημην ˙ 5νυν δε εγω ϋπαγω προϲ τον πεμψαντα με · και ουδιϲ εξ ϋμων ερωτα με · που ϋπαγει · 6αλλ οτι ταυτα λελαληκα ϋμιν · η λυπη πεπληρωκεν υμω την καρδιαν · 7αλλ εγω την αληθεια λεγω ϋμιν · ϲυμφερει ϋμιν ϊνα εγω απελθω ˙ εαν γαρ μη απελθω . ο παρακλητοϲ ουκ ελευϲεται προϲ ημαϲ · εαν δε πορευθω · πεμψω αυτον προϲ ϋμαϲ · 8και ελθων · εκεινοϲ ελεγξει το κοϲμον : περι αμαρτιαϲ · και περι δικαιοϲυνηϲ ˙ και περι κριϲεωϲ ·
Compare: Tischendorf 8th edition (1869)
1Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. 3καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. 4ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα μνημονεύητε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην. 5νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· ποῦ ὑπάγεις; 6ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
1These things have I spoken unto you, that ye should not be offended. 2They shall put you out of the synagogues: yea, the time cometh, that whosoever killeth you will think that he doeth God service. 3And these things will they do unto you, because they have not known the Father, nor me. 4But these things have I told you, that when the time shall come, ye may remember that I told you of them. And these things I said not unto you at the beginning, because I was with you. 5But now I go my way to him that sent me; and none of you asketh me, Whither goest thou? 6But because I have said these things unto you, sorrow hath filled your heart. 7Nevertheless I tell you the truth; It is expedient for you that I go away: for if I go not away, the Comforter will not come unto you; but if I depart, I will send him unto you. 8And when he is come, he will reprove the world of sin, and of righteousness, and of judgment:
9περι αμαρτιαϲ μεν · οτι πιϲτευουϲιν ειϲ εμε ˙ 10περι δικαιοϲυνηϲ δε · οτι προϲ τον πατερα ϋπαγω · και ουκετι θεωρειτε με · 11περι δε κριϲεωϲ · οτι ο αρχων του κοϲμου τουτου κεκριται ˙ 12ετι πολλα εχω ϋμιν λεγειν · αλλ ου δυναϲθαι βαϲταζειν · 13οταν δε ελθη εκεινοϲ · το πνα τηϲ αληθιαϲ · οδηγηϲει υμαϲ εν τη αληθεια · ου γαρ λαληϲει αφ εαυτου · αλλʼ οϲἁ ακουει λαληϲει . και τα ερχομενα αναγγελλει ημιν : 14εκεινοϲ εμε δοξαϲει · οτι εκ του εμου λημψεται · κ(αι) αναγγελλει ϋμιν 15 16μεικρον και ουκετι θεωρειτε με · και παλιν μικρον και οψεϲθε με ·
Compare: Tischendorf 8th edition (1869)
9περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. 12ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· 13ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. 16μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με.
9Of sin, because they believe not on me; 10Of righteousness, because I go to my Father, and ye see me no more; 11Of judgment, because the prince of this world is judged. 12I have yet many things to say unto you, but ye cannot bear them now. 13Howbeit when he, the Spirit of truth, is come, he will guide you into all truth: for he shall not speak of himself; but whatsoever he shall hear, that shall he speak: and he will shew you things to come. 14He shall glorify me: for he shall receive of mine, and shall shew it unto you. 15All things that the Father hath are mine: therefore said I, that he shall take of mine, and shall shew it unto you. 16A little while, and ye shall not see me: and again, a little while, and ye shall see me, because I go to the Father.
17ειπο ουν εκ των μαθητων αυτου προϲ αλληλουϲ · τι εϲτιν τουτο ο λεγει ημι μικρον και οψεϲθε με · και ω ϋπαγω προϲ τον πατερα · 18ελεγον ουν τι εϲτιν τουτο το μικρον ουκ οιδαμεν τι λαλει · 19εγνω ο ιϲ οτι ημελλον αυτο ερωταν · και ειπεν αυτοιϲ · περι τουτου ζητειτε μετ αλληλων · οτι ειπον μικρον και ου θεωρειτε με και παλι μικρον και οψεϲθε με · 20αμην αμην λεγω ϋμιν · οτι κλαυϲετε και θρηνηϲητε ϋμιϲ · ο δε κοϲμοϲ χαρηϲεται · ϋμιϲ λυπηθηϲεϲθαι · αλλʼ η λυπη ϋμων ειϲ χαραν γενηϲεται ˙ 21η γυνη οταν τικτη · λυπην εχει οτι ηλθεν η ωρα αυτηϲ ˙ οταν δε γεννηϲη το παιδιον · ουκετι μνημονευει τηϲ θλιψεωϲ δια την χαρα · οτι εγεννηθη ο αθρωποϲ ειϲ τον κοϲμον · 22και ϋμειϲ νυ μεν ουν λυπην εχεται · παλιν δε οψομαι ϋμαϲ · και χαρηϲεται υμων η καρδια · και την χαραν ϋμων · ουδιϲ αιρει αφ ϋμων · 23και εν εκεινη τη ημερα · εμε ουκ ερωτηϲηται ου δεν : αμην αμην λεγω ϋμιν · οτι ο ἁν αιτηϲηται τον πατερα · δωϲει υμιν εν τω ονοματι μου ·24εωϲ αρτι ουκ ητηϲαται ουδεν εν τω ονοματι μου · αιτηϲαϲθαι και λημψεϲθε · ϊνα η χαρα ϋμων ῆ πεπληρωμενη ·
Compare: Tischendorf 8th edition (1869)
17Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί ὅτι ὑπάγω πρὸς τὸν πατέρα; 18ἔλεγον οὖν· τοῦτο τί ἐστιν ὃ λέγει, τὸ μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον, μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν. 23καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν πατέρα, δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. 24ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
17Then said some of his disciples among themselves, What is this that he saith unto us, A little while, and ye shall not see me: and again, a little while, and ye shall see me: and, Because I go to the Father? 18They said therefore, What is this that he saith, A little while? we cannot tell what he saith. 19Now Jesus knew that they were desirous to ask him, and said unto them, Do ye enquire among yourselves of that I said, A little while, and ye shall not see me: and again, a little while, and ye shall see me? 20Verily, verily, I say unto you, That ye shall weep and lament, but the world shall rejoice: and ye shall be sorrowful, but your sorrow shall be turned into joy. 21A woman when she is in travail hath sorrow, because her hour is come: but as soon as she is delivered of the child, she remembereth no more the anguish, for joy that a man is born into the world. 22And ye now therefore have sorrow: but I will see you again, and your heart shall rejoice, and your joy no man taketh from you. 23And in that day ye shall ask me nothing. Verily, verily, I say unto you, Whatsoever ye shall ask the Father in my name, he will give it you. 24Hitherto have ye asked nothing in my name: ask, and ye shall receive, that your joy may be full.
25ταυτα εν παροιμιαιϲ λελαληκα υμι · ερχεται ωρα οπου ουκετι εν παροιμιαιϲ λαληϲω ϋμιν · αλλα παρρηϲια περι του πατροϲ απαγγελλω ϋμιν ˙ 26εν εκεινη τη ημερα · αιτηϲαϲθαι εν τω ονοματι μου · και ου λεγω ϋμιν · οτι εγω ερωτηϲω τον πατερα περι ϋμων ˙ 27αυτοϲ γαρ ο πατηρ φιλει ϋμαϲ · οτι ϋμειϲ με πεφιληκατε και πεπιϲτευκατε · οτι εγω παρα θυ εξηλθον · 28εξηλθον παρα του πατροϲ · και εληλυθα ειϲ τον κοϲμον ˙ παλιν αφιημι τον κοϲμο · και πορευομαι προϲ τον πατερα ˙ 29λεγουϲιν οι μαθηται αυτω ϊδε νυν εν παρρηϲια λαλειϲ · και παροιμιαν ουδεμιαν λεγειϲ · 30νυ οιδαμεν · οτι οιδαϲ παντα · και ου χριαν εχειϲ ϊνα τιϲ ϲε ερωτα · εν τουτω πιϲτευομεν · οτι απο θυ εξηλθεϲ · 31απεκριθη αυτοιϲ ο ιϲ · αρτι πιϲτευεται · 32ϊδου ερχεται ωρα · και εληλυθε · η ωρα ϊνα ϲκορπιϲθητε εκαϲτοϲ ειϲ τα ϊδια · καμε μονον αφητε ˙ και ουκ ειμι μονοϲ · οτι ο πατηρ μετ εμου εϲτιν ˙
Compare: Tischendorf 8th edition (1869)
25Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν. 26ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ θεοῦ ἐξῆλθον. 28ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα. 29Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· ἄρτι πιστεύετε; 32ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν.
25These things have I spoken unto you in proverbs: but the time cometh, when I shall no more speak unto you in proverbs, but I shall shew you plainly of the Father. 26At that day ye shall ask in my name: and I say not unto you, that I will pray the Father for you: 27For the Father himself loveth you, because ye have loved me, and have believed that I came out from God. 28I came forth from the Father, and am come into the world: again, I leave the world, and go to the Father. 29His disciples said unto him, Lo, now speakest thou plainly, and speakest no proverb. 30Now are we sure that thou knowest all things, and needest not that any man should ask thee: by this we believe that thou camest forth from God. 31Jesus answered them, Do ye now believe? 32Behold, the hour cometh, yea, is now come, that ye shall be scattered, every man to his own, and shall leave me alone: and yet I am not alone, because the Father is with me.
33ταυτα λελαληκα ϋμιν · ϊνα εν εμοι ειρηνην εχηται · εν τω κοϲμω θλιψιν εχετε · αλλα θαρϲειται · εγω νενικηκα τον κοϲμο ·
Compare: Tischendorf 8th edition (1869)
33ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
33These things I have spoken unto you, that in me ye might have peace. In the world ye shall have tribulation: but be of good cheer; I have overcome the world.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library