John, Chapter 4
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 248.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ωϲ ουν εγνω ο ιϲ οτι ηκουϲαν οι φαριϲαιοι · οτι ιϲ πλειοναϲ μαθηταϲ ποιει και βαπτιζει · η ϊωαννηϲ · 2καιτοιγε ιϲ αυτοϲ · ουκ εβαπτιζε · αλλ οι μαθηται αυτου · 3αφηκεν τη ϊουδαιαν · και απηλθεν παλιν ειϲ τη γαλιλαιαν · 4εδει δε αυτον διερχεϲθαι δια τηϲ ϲαμαριαϲ 5λεγομενην ϲυχαρ · πληϲιον του χωριου ο εδωκεν ϊακωβʼ τω ϊωϲηφ τω ϋϊω αυτου · 6ην δε εκει πηγη του ϊακωβ · ο ουν ιϲ κεκοπιακωϲ εκ τηϲ οδοιποριαϲ · εκαθεζετο ουτωϲ επι τη πηγη · ωρα η ωϲ εκτη · 7ερχεται τιϲ γυνη εκ τηϲ ϲαμαριαϲ αντληϲαι υδωρ · λεγει αυτη ο ιϲ δοϲ μοι πιν · 8οι γαρ μαθηται αυτου απεληλυθιϲαν ειϲ τη πολιν · ϊνα τροφαϲ αγοραϲωϲιν · 9λεγει αυτω η γυνη η ϲαμαριτιϲ · πωϲ ϲυ ϊουδαιοϲ ων · παρ εμου πιν αιτιϲ γυναικοϲ ϲαμαριτιδοϲ ουϲηϲ 10απεκριθη ιϲ και ειπε αυτη · ει ηδιϲ την δωρεαν του θυ · και τιϲ εϲτιν ο λεγων ϲοι δοϲ μοι πιν · ϲυ αν ητηϲαϲ αυτον · και εδωκεν αν ϲοι · υδωρ ζων ·
Compare: Tischendorf 8th edition (1869)
1Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης, 2καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ, 3ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν. 4ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρίας. 5ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρίας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. 6ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη. 7ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρίας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς, δός μοι πεῖν· 8οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. 9λέγει αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης; 10ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
1When therefore the Lord knew how the Pharisees had heard that Jesus made and baptized more disciples than John, 2(Though Jesus himself baptized not, but his disciples,) 3He left Judaea, and departed again into Galilee. 4And he must needs go through Samaria. 5Then cometh he to a city of Samaria, which is called Sychar, near to the parcel of ground that Jacob gave to his son Joseph. 6Now Jacob’s well was there. Jesus therefore, being wearied with his journey, sat thus on the well: and it was about the sixth hour. 7There cometh a woman of Samaria to draw water: Jesus saith unto her, Give me to drink. 8(For his disciples were gone away unto the city to buy meat.) 9Then saith the woman of Samaria unto him, How is it that thou, being a Jew, askest drink of me, which am a woman of Samaria? for the Jews have no dealings with the Samaritans. 10Jesus answered and said unto her, If thou knewest the gift of God, and who it is that saith to thee, Give me to drink; thou wouldest have asked of him, and he would have given thee living water.
11λεγει αυτω εκεινη · κε ουτε αντλημα εχειϲ · κ(αι) το φρεαρʼ εϲτιν βαθυ · ποθεν εχειϲ το ϋδωρʼ το ζων · 12μη ϲυ μειζον ει του πατροϲ ημων ϊακωβ · οϲτιϲ εδωκεν ημι το φρεαρ · αυτοϲ και εξ αυτου επιεν · και οι υϊοι αυτου και τα θρεμματα αυτου · 13απεκριθη ιϲ και ειπεν αυτη · παϲ ο πινων εκ του ϋδατοϲ τουτου · διψηϲει παλι 14ο δε πινων εκ του ϋδατοϲ ου εγω δωϲω αυτω · ου μη διψηϲει ειϲ τον αιωνα · αλλα το ϋδωρʼ ο εγω δωϲω γενηϲεται εν αυτω πηγη ϋδατοϲ αλλομενου · ειϲ ζωην αιωνιον · 15λεγει προϲ αυτον η γυνη · κε · δοϲ μοι τουτο το ϋδωρ · ϊνα μη δειψω · μηδε διερχωμαι ωδε αντλειν · 16λεγει αυτη ιϲ καλ ϋπαγε φωνηϲον τον ανδρα ϲου και ελθε ενθαδε · 17απεκριθη η γυνη ανδρα ουκ εχω · λεγει αυτη ο ιϲ καλωϲ ειπεϲ · οτι ανδρα ουκ εχιϲ · 18πεντε γαρ ανδραϲ εϲχεϲ · και νυν ον εχιϲ ουκ εϲτιν ϲου ανηρ · τουτο αληθωϲ ειρηκαϲ · 19λεγει αυτω η γυνη θεωρω οτι προφητηϲ ει ϲυ · 20οι πατερεϲ ημω εν τω ορι τουτω προϲεκυνηϲαν · και ϋμειϲ λεγεται οτι εν ϊεροϲολυμοιϲ εϲτιν · οπου προϲκυνιν δει
Compare: Tischendorf 8th edition (1869)
11λέγει αὐτῷ ἡ γυνή· κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 14ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 15λέγει πρὸς αὐτὸν ἡ γυνή· κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν. 16λέγει αὐτῇ· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. 17ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· ἄνδρα οὐκ ἔχω. λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπες ὅτι ἄνδρα οὐκ ἔχω· 18πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 19λέγει αὐτῷ ἡ γυνή· κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.
11The woman saith unto him, Sir, thou hast nothing to draw with, and the well is deep: from whence then hast thou that living water? 12Art thou greater than our father Jacob, which gave us the well, and drank thereof himself, and his children, and his cattle? 13Jesus answered and said unto her, Whosoever drinketh of this water shall thirst again: 14But whosoever drinketh of the water that I shall give him shall never thirst; but the water that I shall give him shall be in him a well of water springing up into everlasting life. 15The woman saith unto him, Sir, give me this water, that I thirst not, neither come hither to draw. 16Jesus saith unto her, Go, call thy husband, and come hither. 17The woman answered and said, I have no husband. Jesus said unto her, Thou hast well said, I have no husband: 18For thou hast had five husbands; and he whom thou now hast is not thy husband: in that saidst thou truly. 19The woman saith unto him, Sir, I perceive that thou art a prophet. 20Our fathers worshipped in this mountain; and ye say, that in Jerusalem is the place where men ought to worship.
21λεγει αυτη ο ιϲ · πιϲτευε μοι γυναι · οτι ερχεται ωρα · οτε ουτε εν τω ορει τουτω ουτε εν ϊεροϲολυμοιϲ προϲκυνηϲεται τω πατρι · 22ϋμιϲ προϲκυνειτε ο ουκ οιδατε · ημιϲ προϲκυνουμεν ο οιδαμεν · οτι η ϲωτηρια εκ των ϊουδαιων εϲτιν · 23αλλα ερχεται ωρα και νυ εϲτιν · οτε οι αληθινοι προϲκυνηται προϲκυνηϲουϲιν τω πατρι · εν πνι και αληθεια · και γαρ ο πατηρ τοιουτουϲ ζητι τουϲ προϲκυνουταϲ αυτω · 24πνα ο θϲ · και τουϲ προϲκυνουνταϲ εν πνι αληθειαϲ προϲκυνι δει · 25λεγει αυτω η γυνη · οιδα οτι μεϲϲιαϲ ερχεται ο λεγομενοϲ χϲ · οταν ελθη · εκεινοϲ αναγγελ λει ημιν απαντα ˙26λεγει αυτη ο ιϲ εγω ειμι ο λαλων ϲοι · 27και εν τουτω επηλθαν οι μαθηται αυτου · και εθαυμαζο οτι μετα γυναικοϲ ελαλει · ουδειϲ μεντοι ειπεν αυτω · τι ζητιϲ · η τι λαλειϲ μετ αυτηϲ · 28αφηκε ουν την ϋδριαν αυτηϲ η γυνη · και απηλθεν ειϲ την πολιν · και λεγει τοιϲ ανθρωποιϲ 29δευτε ϊδετε ανθρωπο · οϲ ειπε μοι παντα α εποιηϲα · μητι ουτοϲ εϲτιν ο χϲ · 30εξηλθον ουν εκ τηϲ πολεωϲ · και ηρχοντο προϲ αυτον ·
Compare: Tischendorf 8th edition (1869)
21λέγει αὐτῇ ὁ Ἰησοῦς· πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν· 23ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. 24πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν δεῖ. 25λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα. 26λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι, ὁ λαλῶν σοι. 27Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν· τί ζητεῖς ἤ τί λαλεῖς μετ’ αὐτῆς; 28ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· 29δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; 30ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.
21Jesus saith unto her, Woman, believe me, the hour cometh, when ye shall neither in this mountain, nor yet at Jerusalem, worship the Father. 22Ye worship ye know not what: we know what we worship: for salvation is of the Jews. 23But the hour cometh, and now is, when the true worshippers shall worship the Father in spirit and in truth: for the Father seeketh such to worship him. 24God is a Spirit: and they that worship him must worship him in spirit and in truth. 25The woman saith unto him, I know that Messias cometh, which is called Christ: when he is come, he will tell us all things. 26Jesus saith unto her, I that speak unto thee am he. 27And upon this came his disciples, and marvelled that he talked with the woman: yet no man said, What seekest thou? or, Why talkest thou with her? 28The woman then left her waterpot, and went her way into the city, and saith to the men, 29Come, see a man, which told me all things that ever I did: is not this the Christ? 30Then they went out of the city, and came unto him.
31εν τω μεταξυ ηρωτων αυτον οι μαθηται λεγοντεϲ · ραββει φαγε ˙ 32ο δε ειπεν αυτοιϲ εγω βρωϲιν εχω φαγιν · ην υμιϲ ουκ οιδατε · 33λεγουϲι οι μαθηται προϲ αλληλουϲ · μη τιϲ ηνεγκεν αυτω φαγειν · 34λεγει αυτοιϲ ο ιϲ εμον βρωμα εϲτιν · ϊνα ποιω το θελημα του πεμψαντοϲ με και τελιωϲω αυτου το εργον 35ουχ υμιϲ λεγεται · οτι ετι τετραμηνοϲ εϲτιν · και ο θεριϲμοϲ ερχεται · ϊδου λεγω ϋμιν επαρατε τουϲ οφθαλμουϲ ϋμων και θεαϲαϲθε ταϲ χωραϲ · οτι λευκαι ειϲιν · προϲ θεριϲμον · ηδη 36ο θεριζων μιϲθον λαμβανει · και ϲυναγι καρπον ειϲ ζωην αιωνιον · ϊνα και ο ϲπιρων ομου χαιρη · και ο θεριζων · 37εν γαρ τουτω ο λογοϲ εϲτιν ο αληθινοϲ · οτι αλλοϲ εϲτιν ο ϲπιρων · κ(αι) αλλοϲ ο θεριζων · 38εγω απεϲταλκα ϋμαϲ θεριζειν · ο ουχ ϋμειϲ κεκοπιακατε · αλλοι κεκοπιακαϲιν και ϋμειϲ ειϲ τον κοπον αυτων ειϲεληλυθατε · 39εκ δε τηϲ πολεωϲ εκινηϲ πολλοι επιϲτευϲαν · των ϲαμαριτων · δια τον λογον τηϲ γυναικοϲ · μαρτυρουϲηϲ οτι ειπε μοι παντα α εποιηϲα · 40ωϲ ουν ηλθον προϲ αυτον οι ϲαμαριται · ηρωτων αυτο μειναι παρ αυτοιϲ · και εμινεν παρ αυτοιϲ ημεραϲ δυο ·
Compare: Tischendorf 8th edition (1869)
31Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ῥαββεί, φάγε. 32ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. 33ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσίν πρὸς θερισμόν. 36ἤδη ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 37ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. 38ἐγὼ ἀπέσταλκα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. 39Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα ἃ ἐποίησα. 40ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
31In the mean while his disciples prayed him, saying, Master, eat. 32But he said unto them, I have meat to eat that ye know not of. 33Therefore said the disciples one to another, Hath any man brought him ought to eat? 34Jesus saith unto them, My meat is to do the will of him that sent me, and to finish his work. 35Say not ye, There are yet four months, and then cometh harvest? behold, I say unto you, Lift up your eyes, and look on the fields; for they are white already to harvest. 36And he that reapeth receiveth wages, and gathereth fruit unto life eternal: that both he that soweth and he that reapeth may rejoice together. 37And herein is that saying true, One soweth, and another reapeth. 38I sent you to reap that whereon ye bestowed no labour: other men laboured, and ye are entered into their labours. 39And many of the Samaritans of that city believed on him for the saying of the woman, which testified, He told me all that ever I did. 40So when the Samaritans were come unto him, they besought him that he would tarry with them: and he abode there two days.
41και πολλω πλειουϲ επιϲτευϲαν δια τον λογον αυτου · 42και ελεγον τη γυναικι οτι ουκετι δια την ϲην μαρτυριαν πιϲτευομε · αυτοι γαρ ακηκοαμεν παρ αυτου · και οιδαμεν οτι αληθωϲ ουτοϲ εϲτιν ο ϲωρ του κοϲμου · 43μετα δε ταϲ δυο ημεραϲ · εξηλθεν εκειθεν · ειϲ την γαλιλαιαν · 44αυτοϲ γαρ ιϲ εμαρτυρηϲεν · οτι προφητηϲ εν τη ϊδια πατριδι · τιμην ουκ εχει · 45ωϲ ουν ηλθεν ειϲ την γαλιλαιαν οι εωρακοτεϲ πατα α εποιηϲεν εν ϊεροϲολυμοιϲ εν τη εορτη · και αυτοι γαρ εληλυθιϲαν ειϲ την εορτην · 46ηλθαν ουν παλι ειϲ την καναν τηϲ γαλιλαιαϲ οπου εποιηϲαν το υδωρʼ οινον · ην δε τιϲ βαϲιλικοϲ ου ο υϊοϲ ηϲθενι · εν καφαρναουμʼ 47ακουϲαϲ οτι ο ιϲ ηκι εκ τηϲ ιουδαιαϲ ειϲ την γαλιλαιαν ηλθεν ουν προϲ αυτον και ηρωτα ινα καταβη · και ϊαϲηται αυτου τον υν · ημελλε γαρ αποθνηϲκειν · 48ειπεν ουν ο ιϲ προϲ αυτον · εαν μη ϲημια και τερατα ϊδητε ου μη πιϲτευϲηται · 49λεγει προϲ αυτο ο βαϲιλικοϲ κε · καταβηθι πριν αποθανιν τον παιδα μου ˙ 50λεγει αυτω ο ιϲ · πορευου · ο υϲ ϲου ζη · επιϲτευϲεν ο ανθρωποϲ τω λογω του ιυ και επορευετο ·
Compare: Tischendorf 8th edition (1869)
41καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου. 43Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν· 44αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. 45ὡς οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ἅ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. 46ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Ἦν δέ βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει, ἐν Καφαρναούμ· 47οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτόν, καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλεν γὰρ ἀποθνῄσκειν. 48εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49λέγει πρὸς αὐτὸν ὁ βασιλικός· κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50λέγει αὐτῷ ὁ Ἰησοῦς· πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο.
41And many more believed because of his own word; 42And said unto the woman, Now we believe, not because of thy saying: for we have heard him ourselves, and know that this is indeed the Christ, the Saviour of the world. 43Now after two days he departed thence, and went into Galilee. 44For Jesus himself testified, that a prophet hath no honour in his own country. 45Then when he was come into Galilee, the Galilaeans received him, having seen all the things that he did at Jerusalem at the feast: for they also went unto the feast. 46So Jesus came again into Cana of Galilee, where he made the water wine. And there was a certain nobleman, whose son was sick at Capernaum. 47When he heard that Jesus was come out of Judaea into Galilee, he went unto him, and besought him that he would come down, and heal his son: for he was at the point of death. 48Then said Jesus unto him, Except ye see signs and wonders, ye will not believe. 49The nobleman saith unto him, Sir, come down ere my child die. 50Jesus saith unto him, Go thy way; thy son liveth. And the man believed the word that Jesus had spoken unto him, and he went his way.
51ηδη δε αυτου καταβαινοντοϲ · οι δουλοι ϋπηντηϲαν αυτω · και ηγγειλαν · οτι ο παιϲ αυτου ζη · 52επυθετο ουν την ωραν παρ αυτων εν η κομψοτερον εϲχεν · και ειπον αυτω · οτι εχθεϲ ωραν εβδομην αφηκεν αυτο ο πυρετοϲ · 53εγνω ουν ο πατηρʼ οτι εκεινη τη ωρα εν η ειπεν αυτω ο ϋϊοϲ ϲου ζη και επιϲτευϲεν αυτοϲ και η οικια αυτου ολη · 54τουτο παλιν δευτερον εποιηϲεν ϲημιο ο ιϲ ελθων εκ τηϲ ϊουδαιαϲ ειϲ την γαλιλαιαν :
Compare: Tischendorf 8th edition (1869)
51ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι ὑπήντησαν αὐτῷ καὶ ἤγγειλαν ὅτι ὁ παῖς αὐτοῦ ζῇ. 52ἐπύθετο οὖν τὴν ὥραν παρ’ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· εἶπον οὖν αὐτῷ ὅτι ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
51And as he was now going down, his servants met him, and told him, saying, Thy son liveth. 52Then enquired he of them the hour when he began to amend. And they said unto him, Yesterday at the seventh hour the fever left him. 53So the father knew that it was at the same hour, in the which Jesus said unto him, Thy son liveth: and himself believed, and his whole house. 54This is again the second miracle that Jesus did, when he was come out of Judaea into Galilee.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library