Mark, Chapter 14
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 226.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ην δε το παϲχα και τα αζυμα μετα δυο ημεραϲ : και εζητουν οι αρχϊεριϲ και οι γραμματιϲ πωϲ αυτον εν δολω κρατηϲαντεϲ αποκτινωϲι 2ελεγον γαρ μη εν τη εορτη μηποτε εϲται θορυβοϲ του λαου : 3και οντοϲ αυτου εν βηθανια εν οικια ϲιμωνοϲ του λεπρου κατακειμενου αυτου ηλθεν γυνη εχουϲα αλαβαϲτρον μυρου ναρδου πιϲτικηϲ πολυτελουϲ ϲυντριψαϲα τον αλαβαϲτρον · κατεχεεν αυτου τηϲ κεφαληϲ · 4ηϲαν δε τινεϲ αγανακτουντεϲ προϲ αυτουϲ ειϲ τι η απωλια αυτη του μυρου γεγονεν · 5ηδυνατο γαρ το μυρο πραθηναι επανω δηναριων τριακοϲιων και δοθηνε τοιϲ πτωχοιϲ και ενεβριμουντο αυτη · 6ο δε ιϲ ειπεν αφετε αυτην τι αυτη κοπουϲ παρεχετε καλον γαρ εργον ηργαϲατο εν εμοι · 7παντοτε γαρ τουϲ πτωχουϲ εχετε μεθ εαυτων και οταν θελητε δυναϲθαι ευ ποιηϲαι · εμε δε ου παντοτε εχετε · 8ο εϲχεν εποιηϲεν προελαβεν μυριϲαι το ϲωμα μου ειϲ τον ενταφιαϲμον · 9αμην δε λεγω υμι οπου εαν κηρυχθη το ευαγγελιο ειϲ ολον τον κοϲμο και ο εποιηϲεν αυτη λαληθηϲεται ειϲ μνημοϲυνον αυτηϲ : 10και ϊουδαϲ ϊϲκαριωθ ειϲ των δωδεκα απηλθεν προϲ τουϲ αρχϊεριϲ ϊνα αυτον παραδω αυτοιϲ ·
Compare: Tischendorf 8th edition (1869)
1Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας, καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν· 2ἔλεγον γάρ· μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἔσται θόρυβος τοῦ λαοῦ. 3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὸν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς. 4ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμοῦντο αὐτῇ. 6ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί. 7πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8ὃ ἔσχεν ἐποίησεν· προέλαβεν μυρίσαι μου τὸ σῶμά εἰς τὸν ἐνταφιασμόν. 9ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς. 10Καὶ Ἰούδας Ἰσκαριώθ, ὁ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς.
1After two days was the feast of the passover, and of unleavened bread: and the chief priests and the scribes sought how they might take him by craft, and put him to death. 2But they said, Not on the feast day, lest there be an uproar of the people. 3And being in Bethany in the house of Simon the leper, as he sat at meat, there came a woman having an alabaster box of ointment of spikenard very precious; and she brake the box, and poured it on his head. 4And there were some that had indignation within themselves, and said, Why was this waste of the ointment made? 5For it might have been sold for more than three hundred pence, and have been given to the poor. And they murmured against her. 6And Jesus said, Let her alone; why trouble ye her? she hath wrought a good work on me. 7For ye have the poor with you always, and whensoever ye will ye may do them good: but me ye have not always. 8She hath done what she could: she is come aforehand to anoint my body to the burying. 9Verily I say unto you, Wheresoever this gospel shall be preached throughout the whole world, this also that she hath done shall be spoken of for a memorial of her. 10And Judas Iscariot, one of the twelve, went unto the chief priests, to betray him unto them.
11οι δε ακουϲαντεϲ εχαρηϲαν και απηγγιλαντο αυτω αργυριον δουναι · και εζητι πωϲ αυτον ευκαιρωϲ παραδω · 12και τη πρωτη ημερα των αζυμων οτε το παϲχα εθυον λεγουϲιν αυτω οι μαθηται αυτου που θελιϲ απελθοντεϲ ετοιμαϲωμεν ϊνα φαγηϲ το παϲχα · 13και αποϲτελλει δυο των μαθητων αυτοιϲ και λεγει αυτοιϲ ϋπαγεται ειϲ την πολιν και απαντηϲι ϋμι ανθρωποϲ κεραμιον ϋδατοϲ βαϲταζων · ακολουθηϲατε αυτω · 14και οπου εαν ειϲελθη ειπατε τω οικοδεϲποτη οτι ο διδαϲκαλοϲ λεγει · που εϲτι το καταλυμα μου οπου το παϲχα μετα των μαθητω μου φαγω · 15και αυτοϲ ϋμιν δειξει αναγαιον μεγα εϲτρωμενον ετοιμον · κακει ετοιμαϲαται ημιν · 16και εξηλθον οι μαθηται ειϲ την πολιν και ευρον καθωϲ ειπεν αυτοιϲ · και ητοιμαϲαν το παϲχα · 17και οψιαϲ γενομενουϲ ερχεται μετα των δωδεκα : 18και ανακειμενω αυτων και εϲθιοντων ο ιϲ ειπεν αμην λεγω ϋμι οτι ειϲ εξ υμων παραδωϲει με ο εϲθιων μετ εμου · 19ηρξαντο λυπιϲθαι και λεγιν αυτω ειϲ κατα ειϲ μητι εγω : 20ο δε ειπεν αυτοιϲ ειϲ των δωδεκα · ο εμβαπτομενοϲ μετ εμου ειϲ το τρυβλιον ˙
Compare: Tischendorf 8th edition (1869)
11οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ. 12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 13καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστιν τὸ κατάλυμά μου, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον, κἀκεῖ ἑτοιμάσατε ἡμῖν. 16καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. 17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ’ ἐμοῦ. 19ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· μήτι ἐγώ; 20ὁ δὲ εἶπεν αὐτοῖς· εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρύβλιον.
11And when they heard it, they were glad, and promised to give him money. And he sought how he might conveniently betray him. 12And the first day of unleavened bread, when they killed the passover, his disciples said unto him, Where wilt thou that we go and prepare that thou mayest eat the passover? 13And he sendeth forth two of his disciples, and saith unto them, Go ye into the city, and there shall meet you a man bearing a pitcher of water: follow him. 14And wheresoever he shall go in, say ye to the goodman of the house, The Master saith, Where is the guestchamber, where I shall eat the passover with my disciples? 15And he will shew you a large upper room furnished and prepared: there make ready for us. 16And his disciples went forth, and came into the city, and found as he had said unto them: and they made ready the passover. 17And in the evening he cometh with the twelve. 18And as they sat and did eat, Jesus said, Verily I say unto you, One of you which eateth with me shall betray me. 19And they began to be sorrowful, and to say unto him one by one, Is it I? and another said, Is it I? 20And he answered and said unto them, It is one of the twelve, that dippeth with me in the dish.
21οτι ο μεν υϲ του ανθρωπου ϋπαγι καθωϲ γεγραπται πε ρι αυτου · ουαι δε τω ανω εκινω · δι ου ο υϲ του ανθρωπου παραδιδοται · καλο ην αυτω ει ουκ εγεννηθη ο ανθρωποϲ εκεινοϲ22και εϲθιοντων αυτω λαβων ο ιϲ αρτον εκλαϲεν ευλογηϲαϲ και εδωκεν αυτοιϲ και ειπεν λαβετε τουτο εϲτιν το ϲωμα μου · 23και λαβω ποτηριον ευχαριϲτηϲαϲ εδωκεν αυτοιϲ και επιον εξ αυτου παντεϲ · 24και ειπεν αυτοιϲ τουτο εϲτιν το αιμα μου τηϲ διαθηκηϲ το εκχυννομενον ϋπερ πολλων · 25αμην λεγω ϋμιν οτι ου μη πιω εκ του γενηματοϲ τηϲ αμπελου · εωϲ τηϲ ημεραϲ εκεινηϲ οταν αυτο πινω καινον εν τη βαϲιλεια του θυ ˙ 26και ϋμνηϲαντεϲ εξηλθον ειϲ το οροϲ των ελαιων ˙ 27και λεγει αυτοιϲ ο ιϲ οτι παντεϲ ϲκαδαλιϲθηϲεϲθαι · οτι γεγραπται παταξω τον ποιμενα και τα προβατα διαϲκορπιϲθηϲονται · 28αλλα μετα το εγερθηναι με προαξω ϋμαϲ ειϲ τη γαλιλαιαν : 29ο δε πετροϲ εφη αυτω ˙ ει και παντεϲ ϲκαδαλιϲθηϲονται · αλλ ουκ εγω 30και λεγει αυτω ο ιϲ αμην λεγω ϲοι οτι ϲημερον ταυτη τη νυκτι πριν αλεκτορα φωνηϲαι · τριϲ με απαρνηϲει ·
Compare: Tischendorf 8th edition (1869)
21ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 22Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· λάβετε· τοῦτό ἐστιν τὸ σῶμά μου. 23καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν. 25ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 26Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. 27καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται· πατάξω τὸν ποιμένα, καὶ τὰ πρόβατα διασκορπισθήσονται. 28ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29ὁ δὲ Πέτρος ἔφη αὐτῷ· εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. 30καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.
21The Son of man indeed goeth, as it is written of him: but woe to that man by whom the Son of man is betrayed! good were it for that man if he had never been born. 22And as they did eat, Jesus took bread, and blessed, and brake it, and gave to them, and said, Take, eat: this is my body. 23And he took the cup, and when he had given thanks, he gave it to them: and they all drank of it. 24And he said unto them, This is my blood of the new testament, which is shed for many. 25Verily I say unto you, I will drink no more of the fruit of the vine, until that day that I drink it new in the kingdom of God. 26And when they had sung an hymn, they went out into the mount of Olives. 27And Jesus saith unto them, All ye shall be offended because of me this night: for it is written, I will smite the shepherd, and the sheep shall be scattered. 28But after that I am risen, I will go before you into Galilee. 29But Peter said unto him, Although all shall be offended, yet will not I. 30And Jesus saith unto him, Verily I say unto thee, That this day, even in this night, before the cock crow twice, thou shalt deny me thrice.
31ο δε εκπεριϲϲωϲ ελαλει · εαν με η ϲυναποθανιν ϲοι ου μη ϲε απαρνηϲωμε ομοιωϲ δε και πατεϲ ελεγον · 32και ερχονται ειϲ χωριο · ὁυ το ονομα γεθϲημανει και λεγει τοιϲ μαθηταιϲ αυτου · καθιϲατε ωδε · εωϲ προϲευξωμαι · 33και παραλαμβανει πετρο και ιακωβον και ϊωαννην μετ αυτου και ηρξατο εκθαμβειϲθαι και αδημονιν 34και λεγει αυτοιϲ περιλυποϲ εϲτιν η ψυχη μου · εωϲ θανατου μινατε ωδε και γρηγορειτε ˙ 35και προελθων μικρον επιπτεν επι τηϲ γηϲ · και προϲηυχετο ει δυνατο παρελθιν απ αυτου η ωρα · 36και ελεγεν αββα ο πατηρʼ παντα δυνατα ϲοι παρενεγκαι το ποτηριον τουτο απ εμου · αλλ ου τι εγω θελω · αλλα τι ϲυ ˙ 37και ερχεται και ευριϲκει αυτουϲ καθευδονταϲ · και λεγει τω πετρω ϲιμων καθευδιϲ · ουκ ϊϲχυϲαϲ μιαν ωραν γρηγορηϲαι 38γρηγορειτε και προϲευχεϲθαι ϊνα μη ελθηται ειϲ πιραϲμον · το μεν πνα προθυμον η δε ϲαρξ αϲθενηϲ · 39και παλιν απελθων προϲηυξατο τον αυτο λογον ειπων · 40και παλιν ελθων ευρεν αυτουϲ καθευδονταϲ · ηϲαν γαρ αυτων οι οφθαλμοι καταβεβαρημενοι και ουκ ηδιϲαν τι αποκριθωϲιν αυτω ·
Compare: Tischendorf 8th edition (1869)
31ὁ δὲ ἐκπερισσῶς ἐλάλει· ἐὰν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. 32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανεί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι. 33καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μετ’ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, 34καὶ λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα, 36καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. 37καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 39καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
31But he spake the more vehemently, If I should die with thee, I will not deny thee in any wise. Likewise also said they all. 32And they came to a place which was named Gethsemane: and he saith to his disciples, Sit ye here, while I shall pray. 33And he taketh with him Peter and James and John, and began to be sore amazed, and to be very heavy; 34And saith unto them, My soul is exceeding sorrowful unto death: tarry ye here, and watch. 35And he went forward a little, and fell on the ground, and prayed that, if it were possible, the hour might pass from him. 36And he said, Abba, Father, all things are possible unto thee; take away this cup from me: nevertheless not what I will, but what thou wilt. 37And he cometh, and findeth them sleeping, and saith unto Peter, Simon, sleepest thou? couldest not thou watch one hour? 38Watch ye and pray, lest ye enter into temptation. The spirit truly is ready, but the flesh is weak. 39And again he went away, and prayed, and spake the same words. 40And when he returned, he found them asleep again, (for their eyes were heavy,) neither wist they what to answer him.
41και ερχεται το τριτον και λεγει αυτοιϲ καθευδετε το λοιπον και αναπαυεϲθε · απεχει · ηλθε η ωρα ˙ ϊδου παραδιδοται ο υϲ του ανθρωπου ειϲ ταϲ χιραϲ των αμαρτωλω · 42εγειρεϲθε αγωμε · ϊδου ο παραδιδουϲ με ηγγιϲεν : 43και ευθυϲ ετι αυτου λαλουντοϲ παραγεινεται ϊουδαϲ ειϲ των δωδεκα · και μετ αυτου οχλοϲ μετα μαχαιρων και ξυλων παρα των αρχϊερεων και των γραμματεων και πρεϲβυτερων : 44δεδωκει δε ο παραδιδουϲ αυτον ϲυνϲημον αυτοιϲ λεγων · ον αν φιληϲω αυτοϲ εϲτιν κρατηϲατε αυτον και απαγετε αϲφαλωϲ 45και ελθων ευθυϲ και προϲελθων αυτω λεγει ραββει · και κατεφιληϲεν αυτον 46οι δε επεβαλαν ταϲ χιραϲ αυτων και εκρατηϲαν αυτον : 47ειϲ δε των παρεϲτηκοτων ϲπαϲαμενοϲ τη μαχαιραν και επεϲεν τον δουλο του αρχϊερεωϲ και αφιλεν αυτου το ωταριον 48και αποκριθειϲ ο ιϲ ειπεν αυτοιϲ ωϲ επι ληϲτην εξηλθαται μετα μαχαιρων και ξυλων ϲυλλαβιν με · 49καθ ημεραν ημην προϲ υμαϲ εν τω ϊερω διδαϲκων και ουκ εκρατηϲαται με · αλλ ινα πληρωθωϲιν αι γραφαι ˙ 50και αφεντεϲ αυτον εφυγον παντεϲ
Compare: Tischendorf 8th edition (1869)
41καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγισεν. 43Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ πρεσβυτέρων. 44δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύνσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς. 45καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει· ῥαββεί, καὶ κατεφίλησεν αὐτόν· 46οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν. 47εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον. 48καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· 49καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
41And he cometh the third time, and saith unto them, Sleep on now, and take your rest: it is enough, the hour is come; behold, the Son of man is betrayed into the hands of sinners. 42Rise up, let us go; lo, he that betrayeth me is at hand. 43And immediately, while he yet spake, cometh Judas, one of the twelve, and with him a great multitude with swords and staves, from the chief priest and the scribes and the elders. 44And he that betrayed him had given them a token, saying, Whomsoever I shall kiss, that same is he; take him, and lead him away safely. 45And as soon as he was come, he goeth straightway to him, and saith, Master, master; and kissed him. 46And they laid their hands on him, and took him. 47And one of them that stood by drew a sword, and smote a servant of the high priest, and cut off his ear. 48And Jesus answered and said unto them, Are ye come out, as against a thief, with swords and with staves to take me? 49I was daily with you in the temple teaching, and ye took me not: but the scriptures must be fulfilled. 50And they all forsook him, and fled.
51και νεανιϲκοϲ τιϲ . ϲυνηκολουθει αυτω περιβεβλημενοϲ ϲινδονα επι γυμνου · και κρατουϲιν αυτον : 52ο δε καταλιπων τη ϲινδονα γυμνοϲ εφυγεν · 53και απηγαγον τον ιν προϲ τον αρχϊερεα · και ϲυνερχονται πατεϲ οι αρχϊεριϲ και οι πρεϲβυτεροι κ(αι) οι γραμματειϲ ˙ 54και ο πετροϲ απο μακροθεν ηκολου θηϲεν αυτω εωϲ εϲω ειϲ την αυλη του αρχιερεωϲ και ην ϲυνκαθημενοϲ μετα των ϋπηρετων και θερμαινομενοϲ προϲ το φωϲ ˙55οι δε αρχϊερειϲ και > ολον το ϲυνεδριον εζητουν κατα του ιυ μαρτυριαν ειϲ το θανατωϲαι αυτον · και ουχ ευριϲκον · 56πολλοι γαρ εψευδομαρτυρου κατ αυτου και ϊϲαι αι μαρτυριαι ουκʼ ηϲαν ˙ 57και τινεϲ αναϲτατεϲ εψευδομαρτυρουν κατ αυτου λεγοντεϲ · 58οτι ειπεν οτι εγω καταλυ>ϲω τον ναον τουτον τον χειροποιητον · και δια τριω ημερων αλλον αχειροποιητον οικοδομηϲω · 59και ουδε ουτωϲ ϊϲη ην η μαρτυρια αυτω · 60και αναϲταϲ ο αρχιερευϲ ειϲ μεϲον · επηρωτηϲεν το ιν λεγων · ουκ αποκρινη ουδεν τι ουτοι ϲου καταμαρτυρουϲιν
Compare: Tischendorf 8th edition (1869)
51Καὶ εἷς τις νεανίσκος συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν· 52ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν. 53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συνκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον· 56πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες 58ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν τί οὗτοί σου καταμαρτυροῦσιν;
51And there followed him a certain young man, having a linen cloth cast about his naked body; and the young men laid hold on him: 52And he left the linen cloth, and fled from them naked. 53And they led Jesus away to the high priest: and with him were assembled all the chief priests and the elders and the scribes. 54And Peter followed him afar off, even into the palace of the high priest: and he sat with the servants, and warmed himself at the fire. 55And the chief priests and all the council sought for witness against Jesus to put him to death; and found none. 56For many bare false witness against him, but their witness agreed not together. 57And there arose certain, and bare false witness against him, saying, 58We heard him say, I will destroy this temple that is made with hands, and within three days I will build another made without hands. 59But neither so did their witness agree together. 60And the high priest stood up in the midst, and asked Jesus, saying, Answerest thou nothing? what is it which these witness against thee?
61ο δε ιϲ εϲιωπα και ουκʼ απεκρινατο ουδε · παλιν ο αρχϊερευϲ επηρωτα αυτον κ(αι) λεγει αυτω ϲυ ει ο χϲ ο υϲ του θυ 62ο δε ιϲ ειπεν εγω ειμι · και οψεϲθε τον > υϊον του ανθρωπου εκ δεξιων καθημενον τηϲ δυναμεωϲ και ερχομενον μετα των νεφελων του ουρανου · 63ο δε αρχϊερευϲ διαρρηξαϲ τουϲ χιτω>ναϲ αυτου λεγει ˙ τι ετι χρειαν εχομε μαρτυρων · 64ϊδε νυ ηκουϲατε τηϲ βλαϲφημιαϲ · τι ϋμιν φαινεται οι δε παντεϲ κατε>κριναν αυτον ενοχον ειναι θανατου · 65και ηρξαντο τινεϲ εμπτυειν αυτω · και περικαλυπτει αυτου το προϲωπο · και κολαφιζειν αυτον και λεγειν αυ>τω προφητευϲο · και οι ϋπηρεται ραπιϲμαϲιν αυτον > ελαβον ˙ 66και οντοϲ του πε>τρου κατω εν τη αυλη · ερχεται μια παιδιϲκη του αρχϊερεωϲ 67και ϊδουϲα τον πετρον θερμαινομενον εμβλεψαϲα > αυτω λεγει · και ϲυ μετα του ιυ ηϲθα του ναζαρηνου · 68ο δε ηρνηϲατο λεγω ουτε οιδα · ουτε επιϲταμαι ϲυ τι λεγειϲ · και εξηλθεν εξω ειϲ το προαυλιον 69και η παιδιϲκη ϊδουϲα αυτον ηρξατο > παλιν λεγειν τοιϲ παρεϲτωϲιν · οτι > ουτοϲ εξ αυτων εϲτιν 70ο δε παλιν ηρνειτο μετα μεικρον > παλιν οι παρεϲτωτεϲ ελεγον τω πετρω αληθωϲ εξ αυτων ει · και γαρ γαλειλαιοϲ ει ·
Compare: Tischendorf 8th edition (1869)
61ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνενεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου. 65Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζεν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον. 66Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ. 68ὁ δὲ ἠρνήσατο λέγων· οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησεν. 69καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν. 70ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ.
61But he held his peace, and answered nothing. Again the high priest asked him, and said unto him, Art thou the Christ, the Son of the Blessed? 62And Jesus said, I am: and ye shall see the Son of man sitting on the right hand of power, and coming in the clouds of heaven. 63Then the high priest rent his clothes, and saith, What need we any further witnesses? 64Ye have heard the blasphemy: what think ye? And they all condemned him to be guilty of death. 65And some began to spit on him, and to cover his face, and to buffet him, and to say unto him, Prophesy: and the servants did strike him with the palms of their hands. 66And as Peter was beneath in the palace, there cometh one of the maids of the high priest: 67And when she saw Peter warming himself, she looked upon him, and said, And thou also wast with Jesus of Nazareth. 68But he denied, saying, I know not, neither understand I what thou sayest. And he went out into the porch; and the cock crew. 69And a maid saw him again, and began to say to them that stood by, This is one of them. 70And he denied it again. And a little after, they that stood by said again to Peter, Surely thou art one of them: for thou art a Galilaean, and thy speech agreeth thereto.
71ο δε ηρξατο αναθεματιζειν και ομνυειν · οτι ουκ οιδα το ανθρωπον · 72και ευθυϲ αλεκτωρ εφωνηϲεν και ανεμνηϲθη ο πετροϲ το ρημα ωϲ ειπεν αυτω ο ιϲ οτι πριν αλεκτορα φωνηϲαι τριϲ με απαρνηϲη και επιβαλων εκλαυϲεν :
Compare: Tischendorf 8th edition (1869)
71ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ. καὶ ἐπιβαλὼν ἔκλαιεν.
71But he began to curse and to swear, saying, I know not this man of whom ye speak. 72And the second time the cock crew. And Peter called to mind the word that Jesus said unto him, Before the cock crow twice, thou shalt deny me thrice. And when he thought thereon, he wept.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library