Mark, Chapter 8
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 222.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1εν εκειναιϲ ταιϲ ημεραιϲ παλιν πολλου οχλου οντοϲ και μη εχοντω τι φαγωϲιν προϲκαλεϲαμενοϲ τουϲ μαθηταϲ λεγει αυτοιϲ 2ϲπλαγχνιζομε επι τον οχλον οτι ηδη ημεραι τριϲ προϲμενουϲι μοι και ουκ εχουϲι τι φαγωϲι 3και εαν απολυϲω αυτουϲ νηϲτιϲ ειϲ οικον αυτων εκλυθηϲονται εν τη οδω και τινεϲ αυτων απο μακροθε ηκαϲιν 4και απεκριθηϲαν οι μαθηται αυτου και ειπαν ποθε τουτουϲ δυνηϲετε τιϲ ωδε χορταϲαι αρτων επ ερημιαϲ · 5και ηρωτα αυτουϲ ποϲουϲ αρτουϲ εχετε · οι δε ειπαν ζ 6και παραγγελλι τω οχλω αναπεϲειν επι τηϲ γηϲ και λαβων τουϲ ε · ζ · αρτουϲ ευχαριϲτηϲαϲ εκλαϲεν και εδιδου τοιϲ μαθηταιϲ αυτου ϊνα παρατιθωϲιν και παρεθηκαν τω οχλω 7και ειχα ϊχθυδια ολιγα και ευλογηϲαϲ αυτα παρεθηκεν 8και εφαγον παντεϲ και εχορταϲθηϲαν και ηραν τα περιϲϲευματα κλαϲματων επτα ϲφυριδαϲ ·
Compare: Tischendorf 8th edition (1869)
1Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πόλλου ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς· 2σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν. 3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἥκασιν. 4καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας; 5καὶ ἠρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· ἑπτά. 6καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν· καὶ παρέθηκαν τῷ ὄχλῳ. 7καὶ εἶχαν ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ παρέθηκέν. 8καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
1In those days the multitude being very great, and having nothing to eat, Jesus called his disciples unto him, and saith unto them, 2I have compassion on the multitude, because they have now been with me three days, and have nothing to eat: 3And if I send them away fasting to their own houses, they will faint by the way: for divers of them came from far. 4And his disciples answered him, From whence can a man satisfy these men with bread here in the wilderness? 5And he asked them, How many loaves have ye? And they said, Seven. 6And he commanded the people to sit down on the ground: and he took the seven loaves, and gave thanks, and brake, and gave to his disciples to set before them; and they did set them before the people. 7And they had a few small fishes: and he blessed, and commanded to set them also before them. 8So they did eat, and were filled: and they took up of the broken meat that was left seven baskets.
9ηϲα δε τετρακιϲχιλιοι · και απελυϲεν αυτουϲ 10και ευθυϲ εμβαϲ ειϲ το πλοιον μετα τω μαθητων αυτου ηλθεν ο ιϲ ειϲ τα μερη δαλμανουθα : 11και εξηλθον οι φαριϲαιοι και ηρξαντο ϲυνζητειν αυτω ζητουντεϲ παρ αυτου ϲημιον ϊδιν απο του ουρανου πιραζοτεϲ αυτον 12και αναϲτεναξαϲ τω πνι αυτου λεγει · τι η γενεα αυτη ζητι ϲημιον αμην λεγω υμιν ει δοθηϲεται τη γενεα ταυτη ϲημιο 13και αφιϲ αυτουϲ παλιν εμβαϲ απηλθε ειϲ το περαν 14και επελαθοντο λαβειν αρτουϲ · και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτω εν τω πλοιω : 15και διετελλετο αυτοιϲ λεγων ορατε βλεπετε απο τηϲ ζυμηϲ των φαριϲαιων και τηϲ ζυμηϲ ηρωδου ˙ 16και διελογιζοντο προϲ αλληλουϲ οτι αρτουϲ ουκ εχομεν ·
Compare: Tischendorf 8th edition (1869)
9ἦσαν δὲ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 10Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά. 11καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; ἀμὴν λέγω ὑμῖν εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν. 14Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχομεν.
9And they that had eaten were about four thousand: and he sent them away. 10And straightway he entered into a ship with his disciples, and came into the parts of Dalmanutha. 11And the Pharisees came forth, and began to question with him, seeking of him a sign from heaven, tempting him. 12And he sighed deeply in his spirit, and saith, Why doth this generation seek after a sign? verily I say unto you, There shall no sign be given unto this generation. 13And he left them, and entering into the ship again departed to the other side. 14Now the disciples had forgotten to take bread, neither had they in the ship with them more than one loaf. 15And he charged them, saying, Take heed, beware of the leaven of the Pharisees, and of the leaven of Herod. 16And they reasoned among themselves, saying, It is because we have no bread.
17και γνουϲ ο ιϲ λεγει αυτοιϲ τι διαλογιζεϲθε οτι αρτουϲ ουκ εχετε ουπω νοειτε ουδε ϲυνϊετε πεπωρωμενην εχετε την καρδια υμων 18οφθαλμουϲ εχοντεϲ ου βλεπεται ωτα εχοντεϲ ουκ ακουετε και ου μνημονευετε 19οτε τουϲ πεντε αρτουϲ εκλαϲα ειϲ τουϲ πετακιϲχιλιουϲ και ποϲουϲ κοφινουϲ κλαϲματων πληριϲ ηρατε · λεγουϲιν αυτω · ιβ · 20οτε και τουϲ επτα αρτουϲ ειϲ τουϲ τετρακιϲχιλιουϲ ποϲων ϲπυριδων πληρωματα κλαϲματων ηρατε · και λεγουϲιν επτα 21και ελεγεν αυτοιϲ ουπω ϲυνϊετε 22και ερχεται ειϲ βηθϲαϊδα και φερουϲιν αυτω τυφλον και παρακαλουϲιν αυτον ϊνα αυτου αψηται 23και επιλαβομενοϲ τηϲ χειροϲ του τυφλου εξηνεγκεν αυτον εξω τηϲ κωμηϲ · και πτυϲαϲ ειϲ τα ομματα αυτου επιθειϲ ταϲ χιραϲ αυτω επηρωτα αυτον ει τι βλεπει 24και αναβλεψαϲ ειπε βλεπω τουϲ ανουϲ οτι ωϲ δενδρα ορω περιπατουνταϲ ·
Compare: Tischendorf 8th edition (1869)
17καὶ γνοὺς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε, καὶ οὐ μνημονεύετε, 19ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, καὶ πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα. 20ὅτε καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; καὶ λέγουσιν· ἑπτά. 21καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε; 22Καὶ ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν, εἴ τι βλέπει; 24καὶ ἀναβλέψας ἔλεγεν· βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
17And when Jesus knew it, he saith unto them, Why reason ye, because ye have no bread? perceive ye not yet, neither understand? have ye your heart yet hardened? 18Having eyes, see ye not? and having ears, hear ye not? and do ye not remember? 19When I brake the five loaves among five thousand, how many baskets full of fragments took ye up? They say unto him, Twelve. 20And when the seven among four thousand, how many baskets full of fragments took ye up? And they said, Seven. 21And he said unto them, How is it that ye do not understand? 22And he cometh to Bethsaida; and they bring a blind man unto him, and besought him to touch him. 23And he took the blind man by the hand, and led him out of the town; and when he had spit on his eyes, and put his hands upon him, he asked him if he saw ought. 24And he looked up, and said, I see men as trees, walking.
25ειτα παλιν επεθηκεν ταϲ χιραϲ επι τουϲ οφθαλμουϲ αυτου και διεβλεψεν και απεκατεϲτη και εβλεψεν δηλαυγωϲ απαντα 26και απεϲτιλεν ειϲ οικον αυτον αυτου λεγων μη ειϲ την κωμην ειϲελθηϲ 27και εξηλθεν ὁ ιϲ και οι μαθηται αυτου ειϲ ταϲ κωμαϲ καιϲαριαϲ τηϲ φιλιππου και εν τη οδω επηρωτα τουϲ μαθηταϲ αυτου λεγων αυτουϲ · τινα με λεγουϲιν οι ανθρωποι ειναι 28οι δε ειπαν αυτω λε γοντεϲ οτι ϊωαννη τον βαπτιϲτην κ(αι) αλλοι ηλειαν · αλλοι δε οτι ειϲ των προφητων29και αυτοϲ επηρωτα αυτουϲ · ϋμειϲ δε τινα με λεγεται εινε αποκριθειϲ δε ο πετροϲ λεγει αυτω ϲυ ει ο χϲ ο υϲ του θυ · 30και επετιμηϲεν αυτοιϲ ϊνα μηδενι λεγωϲιν περι αυτου 31και ηρξατο διδαϲκι αυτουϲ οτι δει τον υν του ανου πολλα παθειν και αποδοκιμαϲθηνε ϋπο των πρεϲβυτερω και των αρχϊερεων και των γραμματεων και αποκτανθηναι και μετα τρειϲ ημεραϲ αναϲτηναι 32και παρρηϲια τον λογον ελαλει και προϲλαβομενοϲ αυτον ο πετροϲ ηρξατο επιτιμαν αυτω
Compare: Tischendorf 8th edition (1869)
25εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν, καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν δηλαυγῶς ἅπαντα. 26καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων· μὴ εἰς τὴν κώμην εἰσέλθῃς. 27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28οἱ δὲ εἶπαν αὐτῷ λέγοντες ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι, Ἡλείαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν. 29καὶ αὐτὸς ἐπηρώτα αὐτούς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστός. 30καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. 31Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι. 32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
25After that he put his hands again upon his eyes, and made him look up: and he was restored, and saw every man clearly. 26And he sent him away to his house, saying, Neither go into the town, nor tell it to any in the town. 27And Jesus went out, and his disciples, into the towns of Caesarea Philippi: and by the way he asked his disciples, saying unto them, Whom do men say that I am? 28And they answered, John the Baptist: but some say, Elias; and others, One of the prophets. 29And he saith unto them, But whom say ye that I am? And Peter answereth and saith unto him, Thou art the Christ. 30And he charged them that they should tell no man of him. 31And he began to teach them, that the Son of man must suffer many things, and be rejected of the elders, and of the chief priests, and scribes, and be killed, and after three days rise again. 32And he spake that saying openly. And Peter took him, and began to rebuke him.
33ο δε επιϲτραφιϲ και ϊδων τουϲ μαθηταϲ αυτου επετιμηϲεν πετρω και λεγει ϋπαγε οπιϲω μου ϲατανα οτι ου φρονιϲ τα του θυ αλλα τα των ανων 34και προϲκαλεϲαμενοϲ τον οχλο ϲυν τοιϲ μαθητεϲ αυτου ειπεν αυτοιϲ · ει τιϲ θελει οπιϲω μου ελθειν απαρνηϲαϲθω εαυτο και αρατω τον ϲταυρον εαυτου και ακολουθιτω μοι 35οϲ γαρ εαν θελη τη ψυχην αυτου ϲωϲαι απολεϲει αυτη οϲ δ αν απολεϲει την ψυχην αυτου ενεκεν εμου και του ευαγγελιου ϲωϲει αυτην 36τι γαρ ωφελι ανοϲ κερδηϲαι τον κοϲμον ολον και ζημιωθηναι την ψυχην αυτου 37τι γαρ δοι ανοϲ ανταλλαγμα τηϲ ψυχηϲ αυτου 38οϲ γαρ εαν επαιϲχυνθη με και τουϲ εμουϲ λογουϲ εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω και ο υϲ του ανου επαιϲχυθηϲετε αυτον οταν ελθη εν τη δοξη του πρϲ αυτου μετα των αγγελω των αγιων
Compare: Tischendorf 8th edition (1869)
33ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει· ὕπαγε ὀπίσω μου, σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. 34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσει τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, σώσει αὐτήν. 36τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; 37τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
33But when he had turned about and looked on his disciples, he rebuked Peter, saying, Get thee behind me, Satan: for thou savourest not the things that be of God, but the things that be of men. 34And when he had called the people unto him with his disciples also, he said unto them, Whosoever will come after me, let him deny himself, and take up his cross, and follow me. 35For whosoever will save his life shall lose it; but whosoever shall lose his life for my sake and the gospel’s, the same shall save it. 36For what shall it profit a man, if he shall gain the whole world, and lose his own soul? 37Or what shall a man give in exchange for his soul? 38Whosoever therefore shall be ashamed of me and of my words in this adulterous and sinful generation; of him also shall the Son of man be ashamed, when he cometh in the glory of his Father with the holy angels.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library