Matthew, Chapter 28
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 217.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1οψε δε ϲαββατων τη επιφωϲκουϲη ειϲ μιαν ϲαββατω ηλθεν μαριαμʼ η μαγδαληνη · και η αλλη μαρια · θεωρηϲαι τον ταφο 2και ϊδου ϲιϲμοϲ εγενετο μεγαϲ · αγγελοϲ γαρ κυ καταβαϲ εξ ουνου και προϲελθων απεκυλιϲε τον λιθο και εκαθητο επανω αυτου 3ωϲ αϲτραπη και το εδυμα αυτου λευκον ωϲ χιων : 4απο δε του φοβου αυτου εϲιϲθηϲαν οι τηρουντεϲ και εγενηθηϲαν ωϲ νεκροι 5αποκριθειϲ δε ο αγγελοϲ ειπεν μη φοβηθηται ϋμιϲ · οιδα γαρ οτι ιν τον εϲταυρωμενον ζητειτε ˙
Compare: Tischendorf 8th edition (1869)
1Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. 2καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. 4ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί. 5ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε.
1In the end of the sabbath, as it began to dawn toward the first day of the week, came Mary Magdalene and the other Mary to see the sepulchre. 2And, behold, there was a great earthquake: for the angel of the Lord descended from heaven, and came and rolled back the stone from the door, and sat upon it. 3His countenance was like lightning, and his raiment white as snow: 4And for fear of him the keepers did shake, and became as dead men. 5And the angel answered and said unto the women, Fear not ye: for I know that ye seek Jesus, which was crucified.
6ουκ εϲτιν ωδε · ηγερθη γαρ καθωϲ ειπεν δευτε ειδετε τον τοπον οπου εκειτο · 7και ταχυ πορευθιϲαι ειπατε τοιϲ μαθηταιϲ αυτου οτι ηγερθη απο των νεκρω και ϊδου προαγει ϋμαϲ ειϲ την γαλιλαιαν εκει αυτο οψεϲθαι · ϊδου ειπα υμιν 8και απελθουϲαι ταχυ απο του μνημιου μετα φοβου και χαραϲ μεγαληϲ εδραμον απαγγιλαι τοιϲ μαθηταιϲ αυτου 9και ϊδου ιϲ υπηντηϲεν αυταιϲ λεγω χαιρετε αι δε προϲελθουϲαι εκρατηϲαν αυτου τουϲ ποδαϲ και προϲεκυνηϲαν αυτω · 10τοτε λεγει αυταιϲ ο ιϲ μη φοβειϲθε ϋπαγεται απαγγιλατε τοιϲ αδελφοιϲ ϊνα ελθωϲιν ειϲ την γαλιλαιαν και εκει με οψονται
Compare: Tischendorf 8th edition (1869)
6οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ, καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο. 7καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε. ἰδοὺ εἶπον ὑμῖν. 8καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 9καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται.
6He is not here: for he is risen, as he said. Come, see the place where the Lord lay. 7And go quickly, and tell his disciples that he is risen from the dead; and, behold, he goeth before you into Galilee; there shall ye see him: lo, I have told you. 8And they departed quickly from the sepulchre with fear and great joy; and did run to bring his disciples word. 9And as they went to tell his disciples, behold, Jesus met them, saying, All hail. And they came and held him by the feet, and worshipped him. 10Then said Jesus unto them, Be not afraid: go tell my brethren that they go into Galilee, and there shall they see me.
11πορευομενων δε αυτων ϊδου τινεϲ τηϲ κουϲτωδιαϲ ελθοντεϲ ειϲ την πολιν ανηγγιλαν τοιϲ αρχϊερευϲιν απαντα τα γενομενα 12και ϲυναχθεντεϲ μετα των πρεϲβυτερων ϲυμβουλιον τε εποιηϲαν αργυρια ϊκανα εδωκαν τοιϲ ϲτρατιωταιϲ 13λεγοντεϲ οτι ειπατε οι μαθηται αυτου νυκτοϲ ελθοντεϲ εκλεψαν αυτον ημω κοιμωμενων ˙ 14και εαν ακουϲθη τουτο επι του ηγεμονοϲ ημειϲ πειϲομεν και ϋμαϲ αμεριμνουϲ ποιηϲωμεν 15οι δε λαβοντεϲ αργυρια εποιηϲαν ωϲ εδιδαχθηϲαν και εφημιϲθη ο λογοϲ ουτοϲ παρα ϊουδαιοιϲ εωϲ τηϲ ϲημερον
Compare: Tischendorf 8th edition (1869)
11Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, 13λέγοντες· εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν· καὶ ἐφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον.
11Now when they were going, behold, some of the watch came into the city, and shewed unto the chief priests all the things that were done. 12And when they were assembled with the elders, and had taken counsel, they gave large money unto the soldiers, 13Saying, Say ye, His disciples came by night, and stole him away while we slept. 14And if this come to the governor’s ears, we will persuade him, and secure you. 15So they took the money, and did as they were taught: and this saying is commonly reported among the Jews until this day.
16οι δε ενδεκα μαθηται επορευθηϲαν ειϲ την γαλιλαια ειϲ το οροϲ ου εταξατο αυτοιϲ ο ιϲ 17και ϊδοντεϲ αυτο προϲεκυνηϲαν οι δε εδιϲταϲαν · 18και προϲελθων ο ιϲ ελαληϲεν λεγων εδοθη μοι παϲα εξουϲια εν ουρανω και επι γηϲ · 19πορευθεντεϲ μαθητευϲατε πατα τα εθνη βαπτιζοντεϲ αυτουϲ · ειϲ το ονομα του πρϲ και του ϋϊου και του αγιου πνϲ ˙ 20διδαϲκοντεϲ αυτουϲ τηριν παντα οϲα ενετιλαμην ϋμιν και ϊδου εγω ειμι μεθ υμων παϲαϲ ταϲ ημεραϲ εωϲ τηϲ ϲυντελειαϲ του αιωνοϲ ·:·
Compare: Tischendorf 8th edition (1869)
16Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, 17καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. 18καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. 19πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, 20διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.
16Then the eleven disciples went away into Galilee, into a mountain where Jesus had appointed them. 17And when they saw him, they worshipped him: but some doubted. 18And Jesus came and spake unto them, saying, All power is given unto me in heaven and in earth. 19Go ye therefore, and teach all nations, baptizing them in the name of the Father, and of the Son, and of the Holy Ghost: 20Teaching them to observe all things whatsoever I have commanded you: and, lo, I am with you alway, even unto the end of the world. Amen.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library