Matthew, Chapter 7
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 203.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1μη κρινεται ϊνα μη κριθητε 2εν ω γαρ κριματι κρινετε κριθηϲεϲθαι και εν ω μετρω μετριται μετρηθηϲεται ϋμιν 3τι δε βλεπιϲ το καρφοϲ το εν τω οφθαλμω του αδελφου ϲου την δε δοκον την εν τω ϲω οφθαλμω ου κατανοειϲ 4η πωϲ λεγιϲ τω αδελφω ϲου αδελφε αφεϲ εκβαλω το καρφοϲ εκ του οφθαλμου ϲου και ϊδου η δοκοϲ εν τω οφθαλμω ϲου 5ϋποκριτα εκβαλε πρωτον εκ του οφθαλμου ϲου την δοκον και τοτε διαβλεψιϲ εκβαλλειν το καρφοϲ εκ του οφθαλμου του αδελφου ϲου 6μη δωτε το αγιον τοιϲ κυϲιν μηδε βαλητε τουϲ μαργαριταϲ ϋμων εμπροϲθεν τω χοιρων μηποτε καταπατηϲωϲιν αυτουϲ εν τοιϲ ποϲιν αυτων και ϲτραφεντεϲ ρηξωϲιν ϋμαϲ 7αιτειτε και δοθηϲεται ϋμιν ζητειτε και ευρηϲετε κρουεται και ανοιγηϲεται ϋμιν 8παϲ γαρ ο αιτων λαμβανει και ο ζητω ευριϲκει και τω κρουοντι ανοιγηϲεται :
Compare: Tischendorf 8th edition (1869)
1Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. 2ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. 3τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; 5ὑποκριτά, ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. 6Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. 7Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 8πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται.
1Judge not, that ye be not judged. 2For with what judgment ye judge, ye shall be judged: and with what measure ye mete, it shall be measured to you again. 3And why beholdest thou the mote that is in thy brother’s eye, but considerest not the beam that is in thine own eye? 4Or how wilt thou say to thy brother, Let me pull out the mote out of thine eye; and, behold, a beam is in thine own eye? 5Thou hypocrite, first cast out the beam out of thine own eye; and then shalt thou see clearly to cast out the mote out of thy brother’s eye. 6Give not that which is holy unto the dogs, neither cast ye your pearls before swine, lest they trample them under their feet, and turn again and rend you. 7Ask, and it shall be given you; seek, and ye shall find; knock, and it shall be opened unto you: 8For every one that asketh receiveth; and he that seeketh findeth; and to him that knocketh it shall be opened.
9η τιϲ εϲτιν εξ ϋμων ανθρωποϲ ον αιτηϲει ο υϲ αυτου αρτον μη λιθον επιδωϲι αυτω 10η και ϊχθυν αιτηϲι μη οφιν επιδωϲει αυτω 11ει ουν ϋμιϲ πονηροι οντεϲ οιδαται δοματα αγαθα διδοναι τοιϲ τεκνοιϲ ϋμω ποϲω μαλλον ο πηρ ϋμων ο εν τοιϲ ουνοιϲ δωϲει αγαθα τοιϲ αιτουϲι αυτον 12παντα οϲα εαν θεληται ϊνα ποιωϲι ϋμειν οι ανοι ουτωϲ και ϋμιϲ ποιειται αυτοιϲ ουτοϲ γαρ εϲτιν ο νομοϲ και οι προφηται 13ειϲελθατε δια τηϲ ϲτενηϲ πυληϲ οτι πλατια και ευρυχωροϲ η οδοϲ η απαγουϲα ειϲ τη απωλιαν και πολλοι οι ειϲερχομενοι δι αυτηϲ 14οτι ϲτενη η πυλη και τεθλιμμενη η οδοϲ η απαγουϲα ειϲ την ζωην και ολιγοι ειϲιν οι ευριϲκοντεϲ αυτην : 15προϲεχεται απο των ψευδοπροφητων οιτινεϲ ερχονται προϲ ϋμαϲ εν ενδυμαϲι προβατων εϲωθεν δε ειϲιν λυκοι αρπαγεϲ 16απο των καρπων αυτων επιγνωϲεϲθε αυτουϲ :μητι ϲυλλεγουϲιν απο ακανθων ϲταφυλαϲ η απο τριβολων ϲυκα
Compare: Tischendorf 8th edition (1869)
9ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10ἢ καὶ ἰχθὺν αἰτήσει, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. 12πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. 13εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα [ἡ πύλη] καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς· 14ὅτι στενὴ [ἡ πύλη] καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. 15Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. 16ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα;
9Or what man is there of you, whom if his son ask bread, will he give him a stone? 10Or if he ask a fish, will he give him a serpent? 11If ye then, being evil, know how to give good gifts unto your children, how much more shall your Father which is in heaven give good things to them that ask him? 12Therefore all things whatsoever ye would that men should do to you, do ye even so to them: for this is the law and the prophets. 13Enter ye in at the strait gate: for wide is the gate, and broad is the way, that leadeth to destruction, and many there be which go in thereat: 14Because strait is the gate, and narrow is the way, which leadeth unto life, and few there be that find it. 15Beware of false prophets, which come to you in sheep’s clothing, but inwardly they are ravening wolves. 16Ye shall know them by their fruits. Do men gather grapes of thorns, or figs of thistles?
17ουτω παν δενδροαγαθον καρπουϲ καλουϲ ποιει το δε ϲαπρον δενδρον καρπουϲ πονηρουϲ ποιει : 18ου δυναται δενδρον · αγαθον καρπουϲ πονηρουϲ ποιειν ουδε δενδρον ϲαπρον καρπουϲ καλουϲ ενεγκειν 19παν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και ειϲ πυρ βαλλεται 20αρα γε απο των καρπων αυτων επιγνωϲεϲθαι αυτουϲ : 21ου παϲ ο λεγων μοι κε κε ειϲελευϲεται ειϲ την βαϲιλιαν των ουρανων αλλ ο ποιω τα θεληματα του πρϲ μου του εν τοιϲ ουνοιϲ 22πολλοι ερουϲιν μοι εν εκεινη τη ημερα κε κε ου τω ϲω ονοματι επροφητευϲαμεν και τω ϲω ονοματι δεμονια πολλα εξεβαλλομεν και τω ϲω ονοματι δυναμιϲ πολλαϲ εποιηϲαμεν 23και τοτε ομολογηϲω αυτοιϲ οτι ουδεποτε εγνων ϋμαϲ αποχωρειτε απ εμου οι εργαζομενοι την ανομιαν 24παϲ ουν οϲτιϲ ακουει μου τουϲ λογουϲ τουτουϲ και ποιει αυτουϲ ομοιωθηϲεται ανδρι φρονιμω οϲτιϲ ωκοδομηϲεν αυτου την οικιαν επι την πετραν
Compare: Tischendorf 8th edition (1869)
17οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ· 18οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ἐνεγκεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ἐνεγκεῖν. 19πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20ἄραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. 21Οὐ πᾶς ὁ λέγων μοι, κύριε κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. 22πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. 24Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.
17Even so every good tree bringeth forth good fruit; but a corrupt tree bringeth forth evil fruit. 18A good tree cannot bring forth evil fruit, neither can a corrupt tree bring forth good fruit. 19Every tree that bringeth not forth good fruit is hewn down, and cast into the fire. 20Wherefore by their fruits ye shall know them. 21Not every one that saith unto me, Lord, Lord, shall enter into the kingdom of heaven; but he that doeth the will of my Father which is in heaven. 22Many will say to me in that day, Lord, Lord, have we not prophesied in thy name? and in thy name have cast out devils? and in thy name done many wonderful works? 23And then will I profess unto them, I never knew you: depart from me, ye that work iniquity. 24Therefore whosoever heareth these sayings of mine, and doeth them, I will liken him unto a wise man, which built his house upon a rock:
25και κατεβη η βροχη και ηλθον οι ποταμοι και επνευϲα οι ανεμοι και προϲεπεϲεν τη οικια εκινη και ουκ επεϲεν τεθεμελιωτο γαρ επι τη πετραν 26και παϲ και παϲ ο ακουων μου τουϲ λογουϲ τουτουϲ και μη ποιω αυτουϲ ομοιωθηϲεται ανδρι μωρω οϲτιϲ ωκοδομηϲεν αυτου την οικιαν επι την αμμον 27και κατεβη η βροχη και ηλθα οι ποταμοι και προϲεκοψαν τη οικια εκινη και επεϲεν και ην η πτωϲιϲ αυτηϲ μεγαλη28και εγενετο οτε ετελεϲεν ο ιϲ τουϲ λογουϲ τουτουϲ εξεπληττοντο επι τη διδαχη αυτου οι οχλοι 29ην γαρ διδαϲκων αυτουϲ ωϲ εξουϲιαν εχων και ουχ ωϲ οι γραμματειϲ αυτων
Compare: Tischendorf 8th edition (1869)
25καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον. 27καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. 28Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν.
25And the rain descended, and the floods came, and the winds blew, and beat upon that house; and it fell not: for it was founded upon a rock. 26And every one that heareth these sayings of mine, and doeth them not, shall be likened unto a foolish man, which built his house upon the sand: 27And the rain descended, and the floods came, and the winds blew, and beat upon that house; and it fell: and great was the fall of it. 28And it came to pass, when Jesus had ended these sayings, the people were astonished at his doctrine: 29For he taught them as one having authority, and not as the scribes.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library