Matthew, Chapter 8
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 203.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1καταβαντι δε αυτω απο του ορουϲ ηκολουθηϲαν αυτω οχλοι πολλοι 2και ϊδου λεπροϲ προϲελθων προϲεκυνει αυτω λεγων κε εαν θεληϲ δυναϲαι με καθαριϲαι 3και εκτιναϲ τη χειρα αυτου ηψατο αυτου λεγων θελω καθαριϲθητι και εκαθαριϲθη αυτου η λεπρα 4και ειπεν αυτω ο ιϲ ορα μηδενι ειπηϲ αλλα υπαγε ϲεαυτον διξον τω ϊερει και προϲενεγκε το δωρον ο προϲεταξεν μωὑϲηϲ ειϲ μαρτυριο αυτοιϲ 5ειϲελθοντοϲ δε αυτου ειϲ καφαρναουμ προϲηλθεν αυτω εκατονταρχηϲ παρακαλων αυτον 6και λεγων ο παιϲ μου βεβληται εν τη οικια παραλυτικοϲ δινωϲ βαϲανιζομενοϲ 7και λεγι αυτω ακολουθι μοι εγω ελθων θεραπευϲω αυτον 8αποκριθειϲ δε ο εκατονταρχηϲ ειπεν κε ουκ ειμι ϊκανοϲ ϊνα μου υπο την ϲτεγην ειϲελθηϲ αλλα μονο ειπε λογω και ϊαθηϲεται ο παιϲ μου
Compare: Tischendorf 8th edition (1869)
1Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. 2καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων, κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 3καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθερίσθη αὐτοῦ ἡ λέπρα. 4καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. 5Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατοντάρχης παρακαλῶν αὐτὸν 6καὶ λέγων, κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7λέγει αὐτῷ· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 8ἀποκριθεὶς δὲ ὁ ἑκατοντάρχης ἔφη· κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
1When he was come down from the mountain, great multitudes followed him. 2And, behold, there came a leper and worshipped him, saying, Lord, if thou wilt, thou canst make me clean. 3And Jesus put forth his hand, and touched him, saying, I will; be thou clean. And immediately his leprosy was cleansed. 4And Jesus saith unto him, See thou tell no man; but go thy way, shew thyself to the priest, and offer the gift that Moses commanded, for a testimony unto them. 5And when Jesus was entered into Capernaum, there came unto him a centurion, beseeching him, 6And saying, Lord, my servant lieth at home sick of the palsy, grievously tormented. 7And Jesus saith unto him, I will come and heal him. 8The centurion answered and said, Lord, I am not worthy that thou shouldest come under my roof: but speak the word only, and my servant shall be healed.
9και γαρ εγω ανοϲ ειμι ϋπο εξουϲιαν ταϲϲομενοϲ εχω ϋπ εμαυτον ϲτρατιωταϲ και λεγω τουτω πορευθητι και πορευετε και αλλω ερχου και ερχετε και τω δουλω μου ποιηϲον τουτο και ποιει · 10ακουϲαϲ δε ο ιϲ εθαυμαϲεν και ειπεν τοιϲ ακολουθουϲιν αμην λεγω υμιν ουδε εν τω ιηλ τοϲαυτην πιϲτιν ευρον 11λεγω δε ϋμιν οτι πολλοι απο ανατολων · και δυϲμω ηξουϲιν και ανακλιθηϲονται μετα αβρααμ και ϊϲακ και ϊακωβ εν τη βαϲιλεια των ουρανων 12οι δε ϋϊοι τηϲ βαϲιλειαϲ εκβληθηϲονται ειϲ το ϲκοτοϲ το εξωτερον · εκει εϲτε ο κλαυθμοϲ και ο βρυγμοϲ των οδοντω 13και ειπεν ο ιϲ τω εκατονταρχη ϋπαγε ωϲ επιϲτευϲαϲ γενηθητω ϲοι και ϊαθη ο παιϲ εν τη ωρα εκεινη και ϋποϲτρεψαϲ ο εκατοταρχοϲ ειϲ τον οικον αυτου εν αυτη τη ωρα ευρεν το παιδα ϋγιαινοντα 14και ελθων ο ιϲ ειϲ την οικιαν πετρου ειδεν την πενθεραν αυτου βεβλημενην και πυρεϲϲουϲαν 15και ηψατο τηϲ χιροϲ αυτηϲ και αφηκεν αυτη ο πυρετοϲ και εγερθιϲ διηκονι αυτοιϲ 16οψιαϲ δε γενομενηϲ προϲηνεγκα αυτω δαιμονιζομενουϲ πολλουϲ και εξεβαλεν τα πνατα λογω και πανταϲ τουϲ κακωϲ εχονταϲ εθεραπευϲε
Compare: Tischendorf 8th edition (1869)
9καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. 10ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 11λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐξελεύσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ, ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ. 14Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· 15καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. 16ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν·
9For I am a man under authority, having soldiers under me: and I say to this man, Go, and he goeth; and to another, Come, and he cometh; and to my servant, Do this, and he doeth it. 10When Jesus heard it, he marvelled, and said to them that followed, Verily I say unto you, I have not found so great faith, no, not in Israel. 11And I say unto you, That many shall come from the east and west, and shall sit down with Abraham, and Isaac, and Jacob, in the kingdom of heaven. 12But the children of the kingdom shall be cast out into outer darkness: there shall be weeping and gnashing of teeth. 13And Jesus said unto the centurion, Go thy way; and as thou hast believed, so be it done unto thee. And his servant was healed in the selfsame hour. 14And when Jesus was come into Peter’s house, he saw his wife’s mother laid, and sick of a fever. 15And he touched her hand, and the fever left her: and she arose, and ministered unto them. 16When the even was come, they brought unto him many that were possessed with devils: and he cast out the spirits with his word, and healed all that were sick:
17οπωϲ πληρωθη το ρηθεν δια ηϲαϊου του προφητου λεγοντοϲ αυτοϲ ταϲ αϲθενιαϲ ημων ελαβεν και ταϲ νοϲουϲ εβαϲταϲεν 18ϊδων δε ο ιϲ οχλουϲ περι αυτον εκελευϲεν απελθειν ειϲ το περαν 19και προϲελθων ειϲ γραμματευϲ ειπε αυτω διδαϲκαλε ακολουθηϲω ϲοι οπου εαν απερχη 20και λεγει αυτω ο ιϲ αι αλωπεκεϲ φωλεουϲ εχουϲιν και τα πετινα του ουνου καταϲκηνωϲιϲ ο δε ϋϊοϲ του ανθρωπου ουκ εχι που την κεφαλη κλινη · 21ετεροϲ δε των μαθητων ειπεν αυτω κε επιτρεψον μοι πρωτον απελθειν και θαψε τον πρα μου 22ο δε λεγι αυτω ακολουθι μοι και αφεϲ τουϲ νεκρουϲ θαψε τουϲ εαυτων νεκρουϲ 23και εμβαντι αυτω ειϲ το πλοιον ηκολουθηϲαν αυτω οι μαθητε αυτου 24και ϊδου ϲιϲμοϲ μεγαϲ εγενετο εν τη θαλαϲϲη ωϲτε το πλοιον καλυπτεϲθε ϋπο των κυματων αυτοϲ δε εκαθευδεν
Compare: Tischendorf 8th edition (1869)
17ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν. 18Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 21ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ, κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. 22ὁ δὲ λέγει αὐτῷ, ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. 23Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν.
17That it might be fulfilled which was spoken by Esaias the prophet, saying, Himself took our infirmities, and bare our sicknesses. 18Now when Jesus saw great multitudes about him, he gave commandment to depart unto the other side. 19And a certain scribe came, and said unto him, Master, I will follow thee whithersoever thou goest. 20And Jesus saith unto him, The foxes have holes, and the birds of the air have nests; but the Son of man hath not where to lay his head. 21And another of his disciples said unto him, Lord, suffer me first to go and bury my father. 22But Jesus said unto him, Follow me; and let the dead bury their dead. 23And when he was entered into a ship, his disciples followed him. 24And, behold, there arose a great tempest in the sea, insomuch that the ship was covered with the waves: but he was asleep.
25και προϲελθοντεϲ ηγιραν αυτον λεγοντεϲ κε ϲωϲον απολλυμεθα 26και λεγι αυτοιϲ τι διλοι εϲτε ολιγοπιϲτοι τοτε εγερθιϲ επετιμηϲεν τω ανεμω και τη θαλλαϲϲη και εγενετο γαληνη μεγαλη 27οι δε ανοι εθαυμαϲαν λεγοντεϲ ποταποϲ εϲτιν ουτοϲ οτι και οι ανεμοι και η θαλαϲϲα αυτω υπακουουϲι 28και ελθοντων αυτων ειϲ το περα ειϲ την χωραν τω γαζαρηνων υπητηϲαν αυτω δυο δεμονιζομενοι · εκ των μνημιω εξερχομενοι χαλεποι λιαν ωϲτε μη ϊϲχυειν τινα παρελθειν δια τηϲ οδου εκινηϲ29και ϊδου εκραξαν λεγοντεϲ τι ημιν κ(αι) ϲοι ϋϊε του θυ ηλθεϲ ωδε ημαϲ απολεϲαι προ καιρου 30ην δε μακραν απ αυτων αγελη χοιρων πολλων βοϲκομενη 31οι δε δαιμονεϲ παρεκαλουν αυτο λεγοντεϲ ει εκβαλλιϲ ημαϲ αποϲτιλον ημαϲ ειϲ την αγελην των χοιρων 32και ειπεν αυτοιϲ ϋπαγετε οι δε εξελθοντεϲ απηλθον ειϲ τουϲ χοιρουϲ και ϊδου ωρμηϲεν παϲα η αγελη κατα του κρημνου ειϲ την θαλαϲϲαν και απεθανον εν τοιϲ ϋδαϲιν
Compare: Tischendorf 8th edition (1869)
25καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες, κύριε, σῶσον, ἀπολλύμεθα. 26καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν; 28Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29καὶ ἰδοὺ ἔκραξαν λέγοντες, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. 32καὶ εἶπεν αὐτοῖς, ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
25And his disciples came to him, and awoke him, saying, Lord, save us: we perish. 26And he saith unto them, Why are ye fearful, O ye of little faith? Then he arose, and rebuked the winds and the sea; and there was a great calm. 27But the men marvelled, saying, What manner of man is this, that even the winds and the sea obey him! 28And when he was come to the other side into the country of the Gergesenes, there met him two possessed with devils, coming out of the tombs, exceeding fierce, so that no man might pass by that way. 29And, behold, they cried out, saying, What have we to do with thee, Jesus, thou Son of God? art thou come hither to torment us before the time? 30And there was a good way off from them an herd of many swine feeding. 31So the devils besought him, saying, If thou cast us out, suffer us to go away into the herd of swine. 32And he said unto them, Go. And when they were come out, they went into the herd of swine: and, behold, the whole herd of swine ran violently down a steep place into the sea, and perished in the waters.
33οι δε βοϲκοντεϲ εφυγον και απελθοντεϲ ειϲ την πολιν απηγγιλαν παντα και τα των δαιμονιζομενων 34και ϊδου παϲα η πολιϲ εξηλθεν ειϲ ϋπατηϲιν του ιυ και ειδοντεϲ αυτον παρεκαλεϲαν οπωϲ μεταβη απο των οριων αυτω
Compare: Tischendorf 8th edition (1869)
33οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τοῦ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
33And they that kept them fled, and went their ways into the city, and told every thing, and what was befallen to the possessed of the devils. 34And, behold, the whole city came out to meet Jesus: and when they saw him, they besought him that he would depart out of their coasts.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library