Romans, Chapter 8
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 263.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ουδεν αρα νυν κατακριμα τοιϲ εν χω ιυ 2ο γαρ νομοϲ του πνϲ τηϲ ζωηϲ εν χω ιυ ηλευθερωϲε ϲε απο του νομου τηϲ αμαρτιαϲ και του θανατου 3το γαρ αδυνατον του νομου εν ω ηϲθενει δια τηϲ ϲαρκοϲ ο θϲ τον εαυτου υν πεμψαϲ εν ομοιωματι ϲαρκοϲ αμαρτιαϲ και περι αμαρτιαϲ κατεκρινε την αμαρτιαν εν τη ϲαρκι 4ϊνα το δικαιωμα του νομου πληρωθη εν ημιν τοιϲ μη κατα ϲαρκα περιπατουϲιν αλλα κατα πνα 5οι γαρ κατα ϲαρκα οτεϲ τα τηϲ ϲαρκοϲ φρονουϲιν οι δε κατα πνα τα του πνϲ6το γαρ φρονημα τηϲ ϲαρκοϲ θανατοϲ το δε φρονημα του πνϲ ζωη και ειρηνη 7διοτι το φρονημα τηϲ ϲαρκοϲ εχθρα ειϲ θν τω γαρ νομω του θυ ουχ ϋποταϲϲεται ουδε γαρ ουναται 8οι δε ε ϲαρκι οντεϲ θω αρεϲαι ου δυνανται
Compare: Tischendorf 8th edition (1869)
1Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ. 2ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. 3τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, 4ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα. 5οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος. 6τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη· 7διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· 8οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.
1There is therefore now no condemnation to them which are in Christ Jesus, who walk not after the flesh, but after the Spirit. 2For the law of the Spirit of life in Christ Jesus hath made me free from the law of sin and death. 3For what the law could not do, in that it was weak through the flesh, God sending his own Son in the likeness of sinful flesh, and for sin, condemned sin in the flesh: 4That the righteousness of the law might be fulfilled in us, who walk not after the flesh, but after the Spirit. 5For they that are after the flesh do mind the things of the flesh; but they that are after the Spirit the things of the Spirit. 6For to be carnally minded is death; but to be spiritually minded is life and peace. 7Because the carnal mind is enmity against God: for it is not subject to the law of God, neither indeed can be. 8So then they that are in the flesh cannot please God.
9ϋμειϲ δε ουκ εϲτε εν ϲαρκι αλλα εν πνι ειπερ πνα θυ οικει εν υμιν ει δε τιϲ πνα χυ ουκ εχει ουτοϲ ουκ εϲτι αυτου 10ει δε χϲ εν υμιν · το μεν ϲωμα νεκρο · δι αμαρτιαν · το δε πνα ζωη δια δικαιοϲυνην · 11ει δε το πνα του εγιραντοϲ τον ιν εκ νεκρων ˙ οικει εν υμιν ˙ ο εγειραϲ εκ νεκρων · χν ιν ζωοποιηϲει τα θνητα ϲωματα ϋμων · δια του ενοικουντοϲ αυτου πνϲ εν υμι · 12αρα ουν αδελφοι ˙ οφιλεται εϲμεν ˙ ου τη ϲαρκι · του κατα ϲαρκα ζην ˙ 13ει γαρ κατα ϲαρκα ζητε · μελλετε αποθνηϲκειν · ει δε πνι · ταϲ πραξιϲ του ϲωματοϲ · θανατουτε ζηϲεϲθε · 14οϲοι γαρ πνι θυ αγοται ˙ ουτοι ϋϊοι θυ ειϲιν ˙ 15ου γαρ ελαβετε πνα δουλιαϲ παλι ειϲ φοβον · αλλα ελαβετε πνα ϋϊοθεϲιαϲ · εν ω κραζομεν αββα ο πηρ · 16αυτο το πνα ϲυνμαρτυρει τω πνι ημω · οτι εϲμεν τεκνα θυ ·
Compare: Tischendorf 8th edition (1869)
9ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. 12Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν· 13εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε ἀποθνῄσκειν, εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε ζήσεσθε. 14ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ εἰσιν θεοῦ. 15οὐ γὰρ ἐλάβετε πνεῦμα δουλίας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ πατήρ· 16αὐτὸ τὸ πνεῦμα συνμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ.
9But ye are not in the flesh, but in the Spirit, if so be that the Spirit of God dwell in you. Now if any man have not the Spirit of Christ, he is none of his. 10And if Christ be in you, the body is dead because of sin; but the Spirit is life because of righteousness. 11But if the Spirit of him that raised up Jesus from the dead dwell in you, he that raised up Christ from the dead shall also quicken your mortal bodies by his Spirit that dwelleth in you. 12Therefore, brethren, we are debtors, not to the flesh, to live after the flesh. 13For if ye live after the flesh, ye shall die: but if ye through the Spirit do mortify the deeds of the body, ye shall live. 14For as many as are led by the Spirit of God, they are the sons of God. 15For ye have not received the spirit of bondage again to fear; but ye have received the Spirit of adoption, whereby we cry, Abba, Father. 16The Spirit itself beareth witness with our spirit, that we are the children of God:
17ει δε τεκνα · και κληρονομοι · κληρονομοι μεν θυ ˙ ϲυνκληρονομοι δε χυ ˙ ειπερ ϲυνπαϲχομε · ϊνα και ϲυνδοξαϲθωμεν · 18λογιζομαι γαρ ˙ οτι ουκ αξια τα παθηματα του νυν καιρου · προϲ την μελλουϲαν δοξαν αποκαλυφθηναι ειϲ ημαϲ · 19η γαρ αποκαραδοκια τηϲ κτιϲεωϲ · την αποκαλυψιν των ϋϊων του θυ απεκδεχεται · 20τη γαρ ματαιοτητι η κτιϲιϲ ϋπεταγη · ουχ εκουϲα · αλλα δια τον υποταξαντα εφ ελπιδι · 21διοτι και αυτη η κτιϲιϲ ελευθερωθηϲεται απο τηϲ δουλιαϲ τηϲ φθοραϲ · ειϲ την ελευθεριαν τηϲ δοξηϲ των τεκνων του θυ · 22οιδαμεν ˙ γαρ οτι παϲα η κτιϲιϲ ϲυϲτεναζει και ϲυνωδινει αχρι του νυν · 23ου μονον δε αλλα και αυτοι την απαρχην του πνϲ εχοντεϲ · ημειϲ και αυτοι εν εαυτοιϲ ϲτεναζομεν · ϋϊοθεϲιαν απεκδεχομενοι την απολυτρωϲιν του ϲωματοϲ ημων · 24τη γαρ ελπιδι εϲωθημεν · ελπιϲ δε βλεπομενη ουκ εϲτιν ελπιϲ · ο γαρ βλεπει τιϲ · και ϋπομενει
Compare: Tischendorf 8th edition (1869)
17εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν θεοῦ, συνκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συνπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν. 18Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται· 20τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφ’ ἐλπίδι 21διότι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλίας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ. 22οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν· 23οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. 24τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τίς, τί καὶ ἐλπίζει;
17And if children, then heirs; heirs of God, and joint-heirs with Christ; if so be that we suffer with him, that we may be also glorified together. 18For I reckon that the sufferings of this present time are not worthy to be compared with the glory which shall be revealed in us. 19For the earnest expectation of the creature waiteth for the manifestation of the sons of God. 20For the creature was made subject to vanity, not willingly, but by reason of him who hath subjected the same in hope, 21Because the creature itself also shall be delivered from the bondage of corruption into the glorious liberty of the children of God. 22For we know that the whole creation groaneth and travaileth in pain together until now. 23And not only they, but ourselves also, which have the firstfruits of the Spirit, even we ourselves groan within ourselves, waiting for the adoption, to wit, the redemption of our body. 24For we are saved by hope: but hope that is seen is not hope: for what a man seeth, why doth he yet hope for?
25ει δε ο ου βλεπομεν ελπιζομεν · δι ϋπομονηϲ απεκδεχομεθα · 26ωϲαυτωϲ δε και το πνα ϲυναντιλαμβανεται τη αϲθενεια ημων · το γαρ τι προϲευξωμεθα · καθο δει ουκ οιδαμεν · αλλα αυτο το πνα · ϋπερεντυγχανει ϲτεναγμοιϲ αλαλητοιϲ · 27ο δε εραυνων ταϲ καρδιαϲ · οιδεν τι το φρονημα του πνϲ · οτι κατα θν εντυγχανι ϋπερ αγιων 28οιδαμεν δε οτι τοιϲ αγαπωϲιν τον θν ; παντα ϲυνεργει ειϲ αγαθον · τοιϲ κατα προθεϲιν κλητοιϲ ουϲιν · 29οτι ουϲ προεγνω κ(αι) προωριϲεν ϲυνμορφουϲ τηϲ εικονοϲ του υϊου αυτου · ειϲ το ειναι αυτο πρωτοτοκον εν πολλοιϲ αδελφοιϲ · 30ουϲ δε προωριϲεν τουτουϲ και εκαλεϲεν · και ουϲ εκαλεϲεν τουτουϲ και εδικ(αι)ωϲεν · ουϲ δε εδικαιωϲεν τουτουϲ και εδοξαϲεν · 31τι ουν ερουμεν προϲ ταυτα · ει ο θϲ υπερ ημων τιϲ καθ ημω · 32οϲ γε του ϊδιου ϋϊου ουκ εφιϲατο ˙ αλλα ϋπερ ημων παντω παρεδωκεν αυτο · πωϲ ουχι και ϲυν αυτω τα παντα ημιν χαριϲεται ·
Compare: Tischendorf 8th edition (1869)
25εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα. 26Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις· 27ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. 28οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. 29ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν. 31Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; 32ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
25But if we hope for that we see not, then do we with patience wait for it. 26Likewise the Spirit also helpeth our infirmities: for we know not what we should pray for as we ought: but the Spirit itself maketh intercession for us with groanings which cannot be uttered. 27And he that searcheth the hearts knoweth what is the mind of the Spirit, because he maketh intercession for the saints according to the will of God. 28And we know that all things work together for good to them that love God, to them who are the called according to his purpose. 29For whom he did foreknow, he also did predestinate to be conformed to the image of his Son, that he might be the firstborn among many brethren. 30Moreover whom he did predestinate, them he also called: and whom he called, them he also justified: and whom he justified, them he also glorified. 31What shall we then say to these things? If God be for us, who can be against us? 32He that spared not his own Son, but delivered him up for us all, how shall he not with him also freely give us all things?
33τιϲ εγκαλεϲει κατα εκλεκτων θυ θϲ ο δικαιων · 34τιϲ ο κατακρινων · χϲ ιϲ ο αποθανων · μαλλον δε εγερθειϲ · εκ νεκρων ˙ οϲ εϲτιν εν δεξια του θυ · οϲ και εντυγχανει ϋπερ ημων · 35τιϲ ημαϲ χωριϲει · απο τηϲ αγαπηϲ του θυ · θλιψιϲ · η ϲτενοχωρια · η διωγμοϲ · η λιμοϲ · η γυμνοτηϲ · η κινδυνοϲ · η μαχαιρα · 36καθωϲ γεγραπται ˙ οτι ενεκεν ϲου θανατουμεθα ολην την ημεραν · ελογιϲθημεν ωϲ προβατα ϲφαγηϲ · 37αλλ εν τουτοιϲ παϲι ϋπερνικωμεν · δια του αγαπηϲαντοϲ ημαϲ · 38πεπιϲμαι γαρ ˙ οτι ουτε θανατοϲ ˙ ουτε ζωη · ουτε αγγελοι · ουτε αρχαι · ουτε ενεϲτωτα ˙ ουτε μελλοντα · ουτε δυναμειϲ ·39ουτε ϋψωμα . ουτε βαθοϲ · ουτε τιϲ κτιϲιϲ ετερα δυνηϲεται ημαϲ χωριϲαι απο τηϲ αγαπηϲ του θυ · τηϲ ε χω ιυ τω κω ημω
Compare: Tischendorf 8th edition (1869)
33τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν· 34τίς ὁ κατακρινῶν; Χριστὸς Ἰησοῦς ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθείς, ὃς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. 35τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; 36καθὼς γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. 37ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις 39οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
33Who shall lay any thing to the charge of God’s elect? It is God that justifieth. 34Who is he that condemneth? It is Christ that died, yea rather, that is risen again, who is even at the right hand of God, who also maketh intercession for us. 35Who shall separate us from the love of Christ? shall tribulation, or distress, or persecution, or famine, or nakedness, or peril, or sword? 36As it is written, For thy sake we are killed all the day long; we are accounted as sheep for the slaughter. 37Nay, in all these things we are more than conquerors through him that loved us. 38For I am persuaded, that neither death, nor life, nor angels, nor principalities, nor powers, nor things present, nor things to come, 39Nor height, nor depth, nor any other creature, shall be able to separate us from the love of God, which is in Christ Jesus our Lord.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library