2 Corinthians, Chapter 10 (Codex Vaticanus)
Introduction
2 Corinthians 10 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-6 on p. 1484, col. 2.
1αυτος δε εγω παυλος παρακαλω υμας δια της πραυτητος και επιεικειας του χυ · ος κατα προσωπον μεν ταπεινος εν υμιν απων δε θαρρω δι υμας · 2δεομαι δε το μη παρων θαρρησαι τη πεποιθησει η λογιζομαι τολμησαι επι τινας τους λογιζομενους ημας ως κατα σαρκα περιπατουντας · 3εν σαρκι γαρ περιπατουντες ου κατα σαρκα στρατευομεθα 4τα γαρ̣ οπλα της στρατιας ημων ου σαρκικα αλλα̣ δ̣υ̣νατα τω θω προς καθαιρεσιν οχυρωματων · λογισμους καθαιρουντες 5και παν υψωμα επαιρομενον κατα της γνωσεως του θυ · και αιχμαλωτιζοντες παν νοημα εις την υπακοην του χυ · 6και εν ετοιμω εχοντες εκδικησαι πασαν παρακοην οταν πληρωθη υμων η υπακοη ·
Compare: Tischendorf 8th edition (1869)
1Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· 2δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. 3ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα 4τὰ γὰρ ὅπλα τῆς στρατιᾶς ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, 5λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, 6καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
1Now I Paul myself beseech you by the meekness and gentleness of Christ, who in presence am base among you, but being absent am bold toward you: 2But I beseech you, that I may not be bold when I am present with that confidence, wherewith I think to be bold against some, which think of us as if we walked according to the flesh. 3For though we walk in the flesh, we do not war after the flesh: 4(For the weapons of our warfare are not carnal, but mighty through God to the pulling down of strong holds;) 5Casting down imaginations, and every high thing that exalteth itself against the knowledge of God, and bringing into captivity every thought to the obedience of Christ; 6And having in a readiness to revenge all disobedience, when your obedience is fulfilled.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 7-13 on p. 1484, col. 3; verse 13 continues on p. 1485, col. 1 (which begins 'χρι και υμων').
7τα κατα προσωπον βλεπετε · ει τις δοκει πεποιθεναι εαυτω χρειστου ειναι . τουτο λογιζεσθω παλιν εφ εαυτου οτι καθως αυτος · · χυ ουτως και ημεις · 8εαν γαρ περισσοτερον τι καυχησωμαι περι της εξουσιας ημων ης εδωκεν ο κς εις οικοδομην και ουκ εις καθαιρεσιν υμων . ουκ αισχυνθησομαι · 9ινα μη δοξω ως αν εκφοβειν υμας δια των επιστολων · 10οτι αι επιστολαι · · μεν φασιν βαρειαι και ισχυραι η δε παρουσια του σωματος ασθενης και ο λογος εξουδενημενος · 11τουτο λογιζεσθω ο τοιουτος οτι οιοι εσμεν τω λογω δι επιστολων αποντες τοιουτοι και παροντες τω εργω · 12ου γαρ τολμω ενκρειναι η συνκρειναι εαυτους τισιν των εαυτους συνιστανοντων · αλλα αυτοι εν εαυτοις εαυτους μετρουντες και συνκρεινοντες εαυτους εαυτοις . ου συνειασιν 13ημεις δε ουκ εις τα αμετρα καυχησομεθα · αλλα κατα το μετρον του κανονος ου εμερισεν ημιν ο θς μετρου εφικεσθαι αχρι και υμων
Compare: Tischendorf 8th edition (1869)
7Τὰ κατὰ πρόσωπον βλέπετε; εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφ’ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτως καὶ ἡμεῖς. 8ἐάν τε γὰρ περισσότερόν τι καυχήσομαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι, 9ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· 10ὅτι, αἱ ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος. 11τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. 12οὐ γὰρ τολμῶμεν ἐνκρῖναι ἢ συνκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συνκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν. 13ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν.
7Do ye look on things after the outward appearance? If any man trust to himself that he is Christ’s, let him of himself think this again, that, as he is Christ’s, even so are we Christ’s. 8For though I should boast somewhat more of our authority, which the Lord hath given us for edification, and not for your destruction, I should not be ashamed: 9That I may not seem as if I would terrify you by letters. 10For his letters, say they, are weighty and powerful; but his bodily presence is weak, and his speech contemptible. 11Let such an one think this, that, such as we are in word by letters when we are absent, such will we be also in deed when we are present. 12For we dare not make ourselves of the number, or compare ourselves with some that commend themselves: but they measuring themselves by themselves, and comparing themselves among themselves, are not wise. 13But we will not boast of things without our measure, but according to the measure of the rule which God hath distributed to us, a measure to reach even unto you.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 14-18 on p. 1485, col. 1.
14ως γαρ μη εφικνουμενοι εις υμας υπερεκτεινομεν εαυτους · αχρι γαρ και υμων εφθασαμεν εν τω ευαγγελιω του χυ 15ουκ εις τα αμετρα καυχωμενοι εν αλλοτριοις κοποις ελπιδα δε εχοντες αυξανομενης της πιστεως ημων εν υμιν μεγαλυνθηναι κατα τον κανονα ημων εις περισσειαν 16εις τα υπερεκεινα υμων ευαγγελισασθαι ουκ εν αλλοτριω κανονι εις τα ετοιμα καυχησασθαι · 17ο δε καυχωμενος εν κω καυχασθω · 18ου γαρ ο εαυτον συνιστανων εκεινος εστιν δοκιμος αλλα ον ο κς συνιστησιν ·
Compare: Tischendorf 8th edition (1869)
14οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· 15οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, 16εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. 17ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω· 18οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστιν δόκιμος, ἀλλ’ ὃν ὁ κύριος συνίστησιν.
14For we stretch not ourselves beyond our measure, as though we reached not unto you: for we are come as far as to you also in preaching the gospel of Christ: 15Not boasting of things without our measure, that is, of other men’s labours; but having hope, when your faith is increased, that we shall be enlarged by you according to our rule abundantly, 16To preach the gospel in the regions beyond you, and not to boast in another man’s line of things made ready to our hand. 17But he that glorieth, let him glory in the Lord. 18For not he that commendeth himself is approved, but whom the Lord commendeth.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library