Hebrews, Chapter 7 (Codex Vaticanus)
Introduction
Hebrews 7 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-2 on p. 1516, col. 2.
1ουτος γαρ ο μελχεισεδεκ β̣ασιλευς σαλημ ιερευς του θυ του υψιστου · ος συναντησας αβ̣ρ̣α̣αμ υποστρεφοντι̣ απο της κοπης των βασιλεων και ευλογ̣η̣σας αυτον · 2ω και δεκ̣α̣την απο παντος εμερισεν αβρααμ · πρωτον μεν ερμηνευομενος βασιλευς δικαιοσυνης · επειτα δε και βασιλευς σαλημ ο εστιν βασιλευς ειρηνης ·
Compare: Tischendorf 8th edition (1869)
1Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, 2ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
1For this Melchisedec, king of Salem, priest of the most high God, who met Abraham returning from the slaughter of the kings, and blessed him; 2To whom also Abraham gave a tenth part of all; first being by interpretation King of righteousness, and after that also King of Salem, which is, King of peace;
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 3-10 on p. 1516, col. 3.
3απατωρ αμητωρ αγενεαλογητος · μητε αρχην ημερων μητε ζωης τελος εχων · αφωμοιωμενος δε τω υιω του θυ μενει ιερευς εις το διηνεκες · 4θεωρειτε δε πηλικος ουτος ω δεκατην αβρααμ εδωκεν εκ των ακροθινειων ο πατριαρχης · 5και οι μεν εκ των υιων λευει την ιερατειαν λαμβανοντες . εντολην εχουσιν αποδεκατοιν τον λαον κατα τον νομον τους αδελφους αυτων καιπερ εξεληλυθοτας εκ της οσφυος αβρααμ · 6ο δε μη γενεαλογουμενος εξ αυτων . δεδεκατωκεν αβρααμ · και τον εχοντα τας επαγγελιας ευλογηκεν · 7χωρις δε πασης αντιλογιας . το ελαττον υπο του κρειττονος ευλογειται · 8και ωδε μεν δεκατας αποθνησκοντες ανθρωποι λαμβανουσιν · εκει δε μαρτυρουμενος οτι ζη 9και ως · επος ειπειν δι αβρααμ . και λευεις ο δεκατας λαμβανων δεδεκατωται · 10ετι γαρ εν τη οσφυι του πατρος ην οτε συνηντησεν αυτω μελχισεδεκ ·
Compare: Tischendorf 8th edition (1869)
3ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. 4Θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. 5καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευεὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ’ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ· 6ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν. 7χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. 8καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. 9καὶ ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευεὶς ὁ δεκάτας λαμβάνων δεδεκάτωται· 10ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.
3Without father, without mother, without descent, having neither beginning of days, nor end of life; but made like unto the Son of God; abideth a priest continually. 4Now consider how great this man was, unto whom even the patriarch Abraham gave the tenth of the spoils. 5And verily they that are of the sons of Levi, who receive the office of the priesthood, have a commandment to take tithes of the people according to the law, that is, of their brethren, though they come out of the loins of Abraham: 6But he whose descent is not counted from them received tithes of Abraham, and blessed him that had the promises. 7And without all contradiction the less is blessed of the better. 8And here men that die receive tithes; but there he receiveth them, of whom it is witnessed that he liveth. 9And as I may so say, Levi also, who receiveth tithes, payed tithes in Abraham. 10For he was yet in the loins of his father, when Melchisedec met him.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 11-19 on p. 1517, col. 1.
11ει μεν ουν τελιωσις δια της λευειτικης ιερωσυνης · ο λαος γαρ επ αυτης νενομοθετηται · τις ετι χρεια κατα την ταξιν μελχισεδεκ ετερον ανιστασθαι ιερεα και ου κατα την ταξιν ααρων λεγεσθαι · 12μετατιθεμενης γαρ της ιερωσυνης . εξ αναγκης μεταθεσις γεινεται · 13εφ ον γαρ λεγεται ταυτα φυλης ετερας μετεσχηκεν αφ ης ουδεις προσεσχηκεν τω θυσιαστηριω · 14προδηλον γαρ οτι εξ ιουδα ανατεταλκεν ο κς ημων εις · · ην φυλην περι ιερεων ουδεν μωυσης ελαλησεν · 15και περισσοτερον ετι καταδηλον εστιν . ει κατα ομοιοτητα μελχισεδεκ ανισταται ιερευς ετερος 16ος ου κατα νομον εντολης αρκινης γεγονεν αλλα κατα δυναμιν ζωης ακαταλυτου · 17μαρτυρειται γαρ οτι συ ιερευς εις τον αιωνα κατα την ταξιν μελχεισεδεκ · 18αθετησις μεν γαρ γεινεται προαγουσης εντολης δια το αυτης ασθενες και ανωφελες · 19ουδεν γαρ ετελειωσεν ο νομος · επεισαγωγη δε κρειττονος ελπιδος δι ης εγγιζομεν τω θω ·
Compare: Tischendorf 8th edition (1869)
11Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευειτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ’ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. 13ἐφ’ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ· 14πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν. 15καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος, 16ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, 17μαρτυρεῖται γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. 18Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές, 19οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ θεῷ.
11If therefore perfection were by the Levitical priesthood, (for under it the people received the law,) what further need was there that another priest should rise after the order of Melchisedec, and not be called after the order of Aaron? 12For the priesthood being changed, there is made of necessity a change also of the law. 13For he of whom these things are spoken pertaineth to another tribe, of which no man gave attendance at the altar. 14For it is evident that our Lord sprang out of Juda; of which tribe Moses spake nothing concerning priesthood. 15And it is yet far more evident: for that after the similitude of Melchisedec there ariseth another priest, 16Who is made, not after the law of a carnal commandment, but after the power of an endless life. 17For he testifieth, Thou art a priest for ever after the order of Melchisedec. 18For there is verily a disannulling of the commandment going before for the weakness and unprofitableness thereof. 19For the law made nothing perfect, but the bringing in of a better hope did; by the which we draw nigh unto God.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 20-28 on p. 1517, col. 2.
20και καθ οσον ου χωρις ορκωμοσιας · οι μεν γαρ χωρις ορκωμοσιας εισιν ιερεις γεγονοτες · 21ο δε μετ ορκωμοσιας δια του λεγοντος προς αυτον · ωμοσεν κς και ου μεταμεληθησεται συ ιερευς εις τον αιωνα · 22κατα τοσουτο και κρειττονος διαθηκης γεγονεν εγγυος ις · 23και οι μεν πλειονες εισιν γεγονοτες ιερεις δια το θανατω . κωλυεσθαι παραμενειν · 24ο δε δια το μενειν αυτον εις τον αιωνα . απαραβατον εχει την ιερωσυνην · 25οθεν και σωζειν εις . το παντελες δυναται τους · · προσερχομενους δι αυτου τω θω παντοτε ζων εις το εντυγχανειν υπερ αυτων · 26τοιουτος γαρ ημιν και επρεπεν αρχιερευς · οσιος · ακακος · αμιαντος · κεχωρισμενος απο των αμαρτωλων · και υψηλοτερος των ουρανων γενομενος · 27ος ουκ εχει καθ ημεραν αναγκην ωσπερ οι αρχιερεις προτερον υπερ των ιδιων αμαρτιων θυσιας αναφερειν · επειτα των του λαου · τουτο γαρ εποιησεν εφαπαξ · εαυτον ανενεγκας · 28ο νομος γαρ ανθρωπους καθιστησιν αρχιερεις εχοντας ασθενειαν · ο λογος δε της ορκωμοσιας της μετα τον νομον . υιον εις τον αιωνα τετελειωμενον ·
Compare: Tischendorf 8th edition (1869)
20καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας, οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, 21ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα· 22κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. 23καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· 24ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· 25ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. 26Τοιοῦτος γὰρ ὑμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, 27ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν προσενέγκας. 28ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
20And inasmuch as not without an oath he was made priest: 21(For those priests were made without an oath; but this with an oath by him that said unto him, The Lord sware and will not repent, Thou art a priest for ever after the order of Melchisedec:) 22By so much was Jesus made a surety of a better testament. 23And they truly were many priests, because they were not suffered to continue by reason of death: 24But this man, because he continueth ever, hath an unchangeable priesthood. 25Wherefore he is able also to save them to the uttermost that come unto God by him, seeing he ever liveth to make intercession for them. 26For such an high priest became us, who is holy, harmless, undefiled, separate from sinners, and made higher than the heavens; 27Who needeth not daily, as those high priests, to offer up sacrifice, first for his own sins, and then for the people’s: for this he did once, when he offered up himself. 28For the law maketh men high priests which have infirmity; but the word of the oath, which was since the law, maketh the Son, who is consecrated for evermore.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library