John, Chapter 15 (Codex Vaticanus)
Introduction
John 15 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-2 on p. 1372, col. 3; verse 2 continues on p. 1373, col. 1 (which begins 'και παν το').
1εγω ειμι η αμπελος η αληθινη και ο πατηρ μου ο γεωργος εστιν 2παν κλημα εν εμοι μη φερον καρπον αιρει αυτο και παν το καρπον φερον καθαιρει αυτο ινα καρπον πλειονα φερη
Compare: Tischendorf 8th edition (1869)
1Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν. 2πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ.
1I am the true vine, and my Father is the husbandman. 2Every branch in me that beareth not fruit he taketh away: and every branch that beareth fruit, he purgeth it, that it may bring forth more fruit.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 3-10 on p. 1373, col. 1.
3ηδη υμεις καθαροι εστε δια τον λογον ον λελαληκα υμιν 4μεινατε εν εμοι καγω εν υμιν καθως το κλημα ου δυναται καρπον φερειν αφ εαυτου εαν μη μενη εν τη αμπελω ουτως ουδε υμεις εαν μη εν εμοι μενητε 5εγω ειμι η αμπελος υμεις τα κληματα ο μενων εν εμοι καγω εν αυτω ουτος φερει καρπον πολυν οτι χωρις εμου ου δυνασθε ποιειν ουδε εν 6εαν μη τις μενη εν εμοι εβληθη εξω ως το κλημα και εξηρανθη και συναγουσιν αυτα και εις το πυρ βαλλουσιν και καιεται 7εαν μη μεινητε εν εμοι και τα ρηματα μου εν υμιν μεινη ο αν θελητε αιτησασθε και γενησεται υμιν 8εν τουτω εδοξασθη ο πατηρ μου ινα καρπον πολυν φερητε και γενησθε εμοι μαθηται 9καθως ηγαπησεν με ο πατηρ καγω υμας ηγαπησα μεινατε ε τη αγαπη τη εμη 10εαν τας εντολας μου τηρησητε μενειτε εν τη αγαπη μου καθως εγω του πατρος τας εντολας τετηρηκα και μενω αυτου εν τη αγαπη
Compare: Tischendorf 8th edition (1869)
3ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· 4μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε. 5ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. 6ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὸ καὶ εἰς τὸ πῦρ βάλλουσιν, καὶ καίεται. 7ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται ὑμῖν. 8ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γενήσεσθε ἐμοὶ μαθηταί. 9καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς κἀγὼ τοῦ πατρός μου τὰς ἐντολὰς τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
3Now ye are clean through the word which I have spoken unto you. 4Abide in me, and I in you. As the branch cannot bear fruit of itself, except it abide in the vine; no more can ye, except ye abide in me. 5I am the vine, ye are the branches: He that abideth in me, and I in him, the same bringeth forth much fruit: for without me ye can do nothing. 6If a man abide not in me, he is cast forth as a branch, and is withered; and men gather them, and cast them into the fire, and they are burned. 7If ye abide in me, and my words abide in you, ye shall ask what ye will, and it shall be done unto you. 8Herein is my Father glorified, that ye bear much fruit; so shall ye be my disciples. 9As the Father hath loved me, so have I loved you: continue ye in my love. 10If ye keep my commandments, ye shall abide in my love; even as I have kept my Father’s commandments, and abide in his love.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 11-19 on p. 1373, col. 2.
11ταυτα λελαληκα υμιν ινα η χαρα η εμη εν υμιν η και η χαρα υμων πληρωθη 12αυτη εστιν η εντολη η εμη ινα αγαπατε αλληλους καθως ηγαπησα υμας 13μειζονα ταυτης αγαπην ουδε εις εχει ινα τις την ψυχην αυτου θη υπερ των φιλων αυτου 14υμεις φιλοι μου εστε εαν ποιητε ο εγω εντελλομαι υμιν 15ουκετι λεγω υμας δουλους οτι ο δουλος ουκ οιδεν τι ποιει αυτου ο κς υμας δε ειρηκα φιλους οτι παντα α ηκουσα παρα του πατρος μου εγνωρισα υμιν 16ουχ υμεις με εξελεξασθαι αλλ εγω εξελεξαμην υμας και εθηκα υμας ινα υμεις υπαγητε και καρπον φερητε και ο καρπος υμων μενη ινα ο τι αν αιτητε τον πατερα εν τω ονοματι μου δω υμιν 17ταυτα εντελλομαι υμιν ινα αγαπατε αλληλους 18ει ο κοσμος υμας μεισει γεινωσκετε οτι εμε πρωτον υμων μεμεισηκεν 19ει εκ του κοσμου ητε ο κοσμος αν το ιδιον εφιλει οτι δε εκ του κοσμου ουκ εστε αλλ εγω εξελεξαμην υμας εκ του κοσμου δια τουτο μεισει υμας ο κοσμος
Compare: Tischendorf 8th edition (1869)
11ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. 12αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς· 13μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν. 15οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. 16οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν. 17ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον μεμίσηκεν. 19εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
11These things have I spoken unto you, that my joy might remain in you, and that your joy might be full. 12This is my commandment, That ye love one another, as I have loved you. 13Greater love hath no man than this, that a man lay down his life for his friends. 14Ye are my friends, if ye do whatsoever I command you. 15Henceforth I call you not servants; for the servant knoweth not what his lord doeth: but I have called you friends; for all things that I have heard of my Father I have made known unto you. 16Ye have not chosen me, but I have chosen you, and ordained you, that ye should go and bring forth fruit, and that your fruit should remain: that whatsoever ye shall ask of the Father in my name, he may give it you. 17These things I command you, that ye love one another. 18If the world hate you, ye know that it hated me before it hated you. 19If ye were of the world, the world would love his own: but because ye are not of the world, but I have chosen you out of the world, therefore the world hateth you.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 20-27 on p. 1373, col. 3.
20μνημονευετε του λογου ου εγω · · ειπον υμιν ουκ εστιν δουλος μειζων του κυριου αυτου ει εμε εδιωξαν και υμας διωξουσιν ει τον λογον μου ετηρησαν και τον υμετερον τηρησουσιν 21αλλα ταυτα παντα ποιησουσιν εις υμας δια το ονομα μου οτι ουκ οιδασι τον πεμψαντα με 22ει μη ηλθον και ελαλησα αυτοις αμαρτιαν ουκ ειχοσαν νυν δε προφασιν ουκ εχουσιν περι της αμαρτιας αυτων 23ο εμε μεισων και τον πατερα μου μεισει 24ει τα εργα μη εποιησα εν αυτοις α ουδεις αλλος εποιησεν αμαρτιαν ουκ ειχοσαν νυν δε και εωρακασιν και μεμεισηκασιν και εμε και τον πατερα μου 25αλλ ινα πληρωθη ο λογος ο εν τω νομω αυτων γεγραμμενος οτι εμεισησαν με δωρεαν 26οταν ελθη ο παρακλητος ον εγω πεμψω υμιν παρα του πατρος το πνευμα της αληθειας ο παρα του πατρος εκπορευεται εκεινος μαρτυρησει περι εμου 27και υμεις δε μαρτυρειτε οτι απ αρχης μετ εμου εστε
Compare: Tischendorf 8th edition (1869)
20μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. 22εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. 23ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι ἐμίσησάν με δωρεάν. 26ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.
20Remember the word that I said unto you, The servant is not greater than his lord. If they have persecuted me, they will also persecute you; if they have kept my saying, they will keep yours also. 21But all these things will they do unto you for my name’s sake, because they know not him that sent me. 22If I had not come and spoken unto them, they had not had sin: but now they have no cloke for their sin. 23He that hateth me hateth my Father also. 24If I had not done among them the works which none other man did, they had not had sin: but now have they both seen and hated both me and my Father. 25But this cometh to pass, that the word might be fulfilled that is written in their law, They hated me without a cause. 26But when the Comforter is come, whom I will send unto you from the Father, even the Spirit of truth, which proceedeth from the Father, he shall testify of me: 27And ye also shall bear witness, because ye have been with me from the beginning.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library