Luke, Chapter 14 (Codex Vaticanus)
Introduction
Luke 14 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-5 on p. 1331, col. 3; verse 5 continues on p. 1332, col. 1 (which begins 'ουκ ευθεως ανασπασει').
1και εγενετο εν τω ελθειν αυτον εις οικον τινος των αρχοντων φαρεισαιων σαββατω φαγειν αρτον και αυτοι ησαν παρατηρουμενοι αυτον 2και ιδου ανθρωπος τις ην υδρωπικος εμπροσθεν αυτου 3και αποκριθεις ο ις ειπεν προς τους νομικους και φαρεισαιους λεγων εξεστ τω σαββατω θεραπευσαι η ου 4οι δε ησυχασαν και επιλαβομενος ιασατο αυτον και απελυσεν 5και προς αυτους ειπεν τινος υμων υιος η βους εις φρεαρ πεσειται και ουκ ευθεως ανασπασει αυτον εν ημερα του σαββατου
Compare: Tischendorf 8th edition (1869)
1Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ; οἱ δὲ ἡσύχασαν. 4καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. 5καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν· τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου;
1And it came to pass, as he went into the house of one of the chief Pharisees to eat bread on the sabbath day, that they watched him. 2And, behold, there was a certain man before him which had the dropsy. 3And Jesus answering spake unto the lawyers and Pharisees, saying, Is it lawful to heal on the sabbath day? 4And they held their peace. And he took him, and healed him, and let him go; 5And answered them, saying, Which of you shall have an ass or an ox fallen into a pit, and will not straightway pull him out on the sabbath day?
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 6-12 on p. 1332, col. 1.
6και ουκ ισχυσαν ανταποκριθηναι προς ταυτα 7ελεγεν δε προς τους κεκλημενους παραβολην επεχων πως τας πρωτοκλισιας εξελεγοντο λεγων προς αυτους 8οταν κληθης υπο τινος εις γαμους μη κατακλιθης εις την πρωτοκλισιαν μηποτε εντειμοτερος σου η κεκλημενος υπ αυτου 9και ελθων ο σε και αυτον καλεσας ερει σοι δος τουτω τοπον και τοτε αρξη μετα αισχυνης τον εσχατον τοπον κατεχειν 10αλλ οταν κληθεις πορευθεις αναπεσε εις τον εσχατον τοπον ινα οταν ελθη ο κεκληκως σε ερει σοι φιλε προσαναβηθι α τοτε εσται σοι δοξα ενωπιον παντων των συνανακειμενων σοι 11οτι πας ο υψων εαυτον ταπεινωθησεται και ο ταπεινων εαυτον υψωθησεται 12ελεγεν δε και τω κεκληκοτι αυτον οταν ποιης αριστον η δειπνον μη φωνει τους φιλους σου μηδε τους αδελφους σου μηδε τους συγγενις σου μη γειτονας πλουσιους μηποτε και αυτοι αντικαλεσωσιν σε και γενηται ανταποδομα σοι
Compare: Tischendorf 8th edition (1869)
6καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα. 7Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ, 9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10ἀλλ’ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι· φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι. 11ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
6And they could not answer him again to these things. 7And he put forth a parable to those which were bidden, when he marked how they chose out the chief rooms; saying unto them, 8When thou art bidden of any man to a wedding, sit not down in the highest room; lest a more honourable man than thou be bidden of him; 9And he that bade thee and him come and say to thee, Give this man place; and thou begin with shame to take the lowest room. 10But when thou art bidden, go and sit down in the lowest room; that when he that bade thee cometh, he may say unto thee, Friend, go up higher: then shalt thou have worship in the presence of them that sit at meat with thee. 11For whosoever exalteth himself shall be abased; and he that humbleth himself shall be exalted. 12Then said he also to him that bade him, When thou makest a dinner or a supper, call not thy friends, nor thy brethren, neither thy kinsmen, nor thy rich neighbours; lest they also bid thee again, and a recompence be made thee.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 13-21 on p. 1332, col. 2.
13αλλ οταν δοχην ποιης καλει πτωχους αναπειρους χωλους τυφλους 14και μακαριος εση οτι ουκ εχουσιν ανταποδουναι σοι ανταποδοθησεται · · γαρ σοι εν τη αναστασει των δικαιων 15ακουσας δε τις των συνανακειμενων ταυτα ειπεν αυτω μακαριος · · οστις φαγεται αρτον εν τη βασιλεια του θυ 16ο δε ειπεν αυτω ανθρωπος τις εποιει δειπνον μεγα και εκαλεσεν πολλους 17και απεστειλεν τον δουλον αυτου τη ωρα του δειπνου ειπειν τοις κεκλημενοις ερχεσθε οτι ηδη ετοιμα εστιν 18και ηρξαντο απο μιας παντες παραιτεισθαι ο πρωτος ειπεν αυτω αγρον ηγορασα και εχω αναγκη εξελθων ιδειν αυτον ερωτω σε εχε με παρητημενον 19και ετερος ειπεν ζευγη βοων ηγορασα πεντε και πορευομαι δοκιμασαι αυτα ερωτω σε εχε με παρητημενον 20και ετερος ειπεν γυναικα εγημα και δια τουτο ου δυναμαι ελθειν 21και παραγενομενος ο δουλος απηγγειλεν τω κω αυτου ταυτα τοτε οργισθεις ο οικοδεσποτης ειπε τω δουλω αυτου εξελθε ταχεως εις τας πλατειας και ρυμας της πολεως και τους πτωχους και αναπειρους και τυφλους και χωλους εισαγαγε ωδε
Compare: Tischendorf 8th edition (1869)
13ἀλλ’ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς, 14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται δέ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. 15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16ὁ δὲ εἶπεν αὐτῷ, ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, 17καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά εἰσιν. 18καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19καὶ ἕτερος εἶπεν· ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20καὶ ἕτερος εἶπεν· γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
13But when thou makest a feast, call the poor, the maimed, the lame, the blind: 14And thou shalt be blessed; for they cannot recompense thee: for thou shalt be recompensed at the resurrection of the just. 15And when one of them that sat at meat with him heard these things, he said unto him, Blessed is he that shall eat bread in the kingdom of God. 16Then said he unto him, A certain man made a great supper, and bade many: 17And sent his servant at supper time to say to them that were bidden, Come; for all things are now ready. 18And they all with one consent began to make excuse. The first said unto him, I have bought a piece of ground, and I must needs go and see it: I pray thee have me excused. 19And another said, I have bought five yoke of oxen, and I go to prove them: I pray thee have me excused. 20And another said, I have married a wife, and therefore I cannot come. 21So that servant came, and shewed his lord these things. Then the master of the house being angry said to his servant, Go out quickly into the streets and lanes of the city, and bring in hither the poor, and the maimed, and the halt, and the blind.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 22-29 on p. 1332, col. 3; verse 29 continues on p. 1333, col. 1 (which begins 'μηποτε θεντος αυτου').
22και ειπεν ο δουλος κε γεγονεν ο επεταξας και ετι τοπος εστιν 23και ειπεν ο κς προς τον δουλον εξελθε εις τας οδους και φραγμους και αναγκασον εισελθειν ινα γεμισθη μου ο οικος 24λεγω γαρ υμιν οτι ουδεις των ανδρων εκεινων των κεκλημενων γευσεται · · μου του δειπνου 25συνεπορευοντο δε αυτω οχλοι πολλοι και στραφεις ειπεν προς αυτους 26ει τις ερχεται προς με και ου μεισει τον πατερα εαυτου και την μητερα και την γυναικα και τα τεκνα και τους αδελφους και τας αδελφας ετι τε και την ψυχην εαυτου ου δυναται ειναι μου μαθητης 27οστις ουν βασταζει τον σταυρον εαυτου και ερχεται οπισω μου ου δυναται ειναι μου μαθητης 28τις γαρ εξ υμων θελων πυργον οικοδομησαι ουχι πρωτον καθισας ψηφιζει την δαπανην ει εχει εις απαρτισμον 29ινα μηποτε θεντος αυτου θεμελιον και μη ισχυοντος εκτελεσαι παντες οι θεωρουνταις αρξωνται αυτω εμπαιζειν
Compare: Tischendorf 8th edition (1869)
22καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος· 24λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. 25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναται εἶναί μου μαθητής. 27ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 28Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν; 29ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν,
22And the servant said, Lord, it is done as thou hast commanded, and yet there is room. 23And the lord said unto the servant, Go out into the highways and hedges, and compel them to come in, that my house may be filled. 24For I say unto you, That none of those men which were bidden shall taste of my supper. 25And there went great multitudes with him: and he turned, and said unto them, 26If any man come to me, and hate not his father, and mother, and wife, and children, and brethren, and sisters, yea, and his own life also, he cannot be my disciple. 27And whosoever doth not bear his cross, and come after me, cannot be my disciple. 28For which of you, intending to build a tower, sitteth not down first, and counteth the cost, whether he have sufficient to finish it? 29Lest haply, after he hath laid the foundation, and is not able to finish it, all that behold it begin to mock him,
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 30-35 on p. 1333, col. 1.
30λεγοντες οτι ουτος ο ανθρωπος ηρξατο οικοδομειν και ουκ ισχυσεν εκτελεσαι 31η τις βασιλευς πορευομενος ετερω βασιλει συμβαλειν εις πολεμον ουχι καθισας πρωτον βουλευσεται ει δυνατος εσιν εν δεκα χειλιασιν υπαντησαι τω μετα εικοσι χειλιαδων ερχομενω επ αυτον 32ει δε μη γε ετι αυτου πορρω οντος πρεσβειαν αποστειλας ερωτα εις ειρηνην 33ουτως ουν πας εξ υμων ος ουκ αποτασσεται πασιν τοις εαυτου υπαρχουσιν ου δυναται ειναι μου μαθητης 34καλον ουν το αλας εαν δε και το αλας μωρανθη εν τινι αρτυθησεται 35ουτε εις γην ουτε εις κοπριαν ευθετον εστιν εξω βαλλουσιν αυτο ο εχων ωτα ακουειν ακουετω
Compare: Tischendorf 8th edition (1869)
30λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31Ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν; 32εἰ δὲ μήγε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην. 33οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής. 34Καλὸν οὖν τὸ ἅλα· ἐὰν δὲ καὶ τὸ ἅλα μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκουέτω.
30Saying, This man began to build, and was not able to finish. 31Or what king, going to make war against another king, sitteth not down first, and consulteth whether he be able with ten thousand to meet him that cometh against him with twenty thousand? 32Or else, while the other is yet a great way off, he sendeth an ambassage, and desireth conditions of peace. 33So likewise, whosoever he be of you that forsaketh not all that he hath, he cannot be my disciple. 34Salt is good: but if the salt have lost his savour, wherewith shall it be seasoned? 35It is neither fit for the land, nor yet for the dunghill; but men cast it out. He that hath ears to hear, let him hear.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library