Romans, Chapter 11 (Codex Vaticanus)
Introduction
Romans 11 from Codex Vaticanus (4th c.).
Greek text: a diplomatic transcription of Codex Vaticanus made by the Institut für Neutestamentliche Textforschung (INTF), Münster, for the New Testament Virtual Manuscript Room (NTVMR), published under a Creative Commons Attribution 4.0 licence. It gives the letters as the first scribe wrote them: no accents or breathings, the scribe's own spelling, and the sacred names in their contracted form (θς for θεος, ις for ιησους, κς for κυριος; the overline is not reproduced). Corrections by later hands are not shown. Letters in square brackets are not legible on the page and were restored by the transcribers, a dot under a letter marks an uncertain reading, and [...] marks text lost to damage. Beneath each section, for comparison, is Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript says. Each section is shown with the page on which the transcription places its verses.
How was this verified? (Provenance)
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 1-2 on p. 1455, col. 2.
1λεγω ουν μη απωσατο ο θς τον λαον αυτου . μη γενοιτο · και γαρ εγω ισραηλειτης ειμι εκ σπερματος αβρααμ φυλης βενιαμ 2ουκ απωσατο ο θς τον λαον αυτου ον προεγνω · η ουκ οιδατε εν ηλεια τι λεγει η γραφη ως εντυγχανει τω θω κατα του ισλ ·
Compare: Tischendorf 8th edition (1869)
1Λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλείτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμείν. 2οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλείᾳ τί λέγει ἡ γραφή; ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ,
1I say then, Hath God cast away his people? God forbid. For I also am an Israelite, of the seed of Abraham, of the tribe of Benjamin. 2God hath not cast away his people which he foreknew. Wot ye not what the scripture saith of Elias? how he maketh intercession to God against Israel, saying,
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 3-10 on p. 1455, col. 3; verse 10 continues on p. 1456, col. 1 (which begins 'καμψον ·').
3κε τους προφητας σου απεκτειναν τα θυσιαστηρια σου κατεσκαψαν καγω υπελιφθην μονος και ζητουσιν την ψυχην μου · 4αλλα τι λεγει αυτω ο χρηματισμος · κατελιπον εμαυτω επτακισχειλιους ανδρας οιτινες ουκ εκαμψαν γονυ τη βααλ · 5ουτως ουν και εν τω νυν καιρω λιμμα κατ εκλογην χαριτος γεγονεν · 6ει δε χαριτι . ουκετι εξ εργων · επει η χαρις ουκετι γεινεται χαρις · ει δε εξ εργων ουκετι χαρις επι το εργον ουκετι εστιν χαρις · 7τι ουν ο επιζητει ισραηλ τουτο ουκ επετυχεν · η δε εκλογη επετυχεν · οι δε λοιποι επωρωθησαν · 8καθαπερ γεγραπται εδωκεν αυτοις ο θς πνευμα κατανυξεως οφθαλμους του μη βλεπειν και ωτα του μη ακουειν . εως της σημερον ημερας · 9και δαυειδ λεγει γενηθητω η τραπεζα αυτων εις παγιδα και εις θηραν και εις σκανδαλον και εις ανταποδομα αυτοις · 10σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν και τον νωτον αυτων δια παντος συνκαμψον ·
Compare: Tischendorf 8th edition (1869)
3κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου. 4ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. 5οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν· 6εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. 7Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, 8καθάπερ γέγραπται, ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. 9καὶ Δαυεὶδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς, 10σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύνκαμψον.
3Lord, they have killed thy prophets, and digged down thine altars; and I am left alone, and they seek my life. 4But what saith the answer of God unto him? I have reserved to myself seven thousand men, who have not bowed the knee to the image of Baal. 5Even so then at this present time also there is a remnant according to the election of grace. 6And if by grace, then is it no more of works: otherwise grace is no more grace. But if it be of works, then is it no more grace: otherwise work is no more work. 7What then? Israel hath not obtained that which he seeketh for; but the election hath obtained it, and the rest were blinded 8(According as it is written, God hath given them the spirit of slumber, eyes that they should not see, and ears that they should not hear;) unto this day. 9And David saith, Let their table be made a snare, and a trap, and a stumblingblock, and a recompence unto them: 10Let their eyes be darkened, that they may not see, and bow down their back alway.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 11-20 on p. 1456, col. 1.
11λεγω ουν μη επταισαν ινα πεσωσιν . μη γενοιτο · αλλα τω αυτων παραπτωματι η σωτηρια τοις εθνεσιν εις το παραζηλωσαι αυτους · 12ει δε το παραπτωμα αυτων πλουτος κοσμου και το ηττημα αυτων πλουτος εθνων . ποσω μαλλον το πληρωμα αυτων · 13υμιν δε λεγω τοις εθνεσιν · εφ οσον μεν ουν ειμι εγω εθνων αποστολος . την διακονιαν μου δοξαζω 14ει πως παραζηλωσω μου την σαρκα και σωσω τινας εξ αυτων · 15ει γαρ η αποβολη αυτων καταλλαγη κοσμου . τις η προσλημψις ει μη ζωη εκ νεκρων · 16ει δε η απαρχη αγια και το φυραμα · και ει η ριζα αγια και οι κλαδοι · 17ει δε τινες των κλαδων εξεκλασθησαν συ δε αγριελαιος ων ενεκεντρισθης εν αυτοις · και συνκοινωνος της ριζης της πειοτητος της ελαιας εγενου . 18μη κατακαυχω των κλαδων · ει δε κατακαυχασαι . ου συ την ριζαν βασταζεις αλλα η ριζα σε · 19ερεις ουν εξεκλασθησαν κλαδοι ινα εγω ενκεντρισθω . 20καλως · τη απιστια εκλασθησαν · συ δε τη πιστει εστηκας · μη υψηλα φρονει αλλα φοβου ·
Compare: Tischendorf 8th edition (1869)
11Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν. 13ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, 14εἴπως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. 17Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συνκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ. 19ἐρεῖς οὖν, ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ. 20καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ·
11I say then, Have they stumbled that they should fall? God forbid: but rather through their fall salvation is come unto the Gentiles, for to provoke them to jealousy. 12Now if the fall of them be the riches of the world, and the diminishing of them the riches of the Gentiles; how much more their fulness? 13For I speak to you Gentiles, inasmuch as I am the apostle of the Gentiles, I magnify mine office: 14If by any means I may provoke to emulation them which are my flesh, and might save some of them. 15For if the casting away of them be the reconciling of the world, what shall the receiving of them be, but life from the dead? 16For if the firstfruit be holy, the lump is also holy: and if the root be holy, so are the branches. 17And if some of the branches be broken off, and thou, being a wild olive tree, wert graffed in among them, and with them partakest of the root and fatness of the olive tree; 18Boast not against the branches. But if thou boast, thou bearest not the root, but the root thee. 19Thou wilt say then, The branches were broken off, that I might be graffed in. 20Well; because of unbelief they were broken off, and thou standest by faith. Be not highminded, but fear:
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 21-27 on p. 1456, col. 2.
21ει γαρ ο θς των κατα φυσιν κλαδων ουκ εφεισατο . ουδε σου φεισεται · 22ιδε ουν χρηστοτητα και αποτομιαν του θυ · επι μεν τους πεσοντας αποτομια · επι δε σε χρηστοτης θυ · εαν επιμενης τη χρηστοτητι · επει και συ εκκοπηση · 23κακεινοι δε εαν μη επιμενωσι τη απιστια . ενκεντρισθησονται · δυνατος γαρ εστιν ο θς · παλιν ενκεντρισαι αυτους · 24ει γαρ συ εκ της κατα φυσιν εξεκοπης αγριελαιου και παρα φυσιν ενεκεντρισθης εις καλλιελαιον . ποσω μαλλον ουτοι οι κατα φυσιν ενκεντρισθησον τη ιδια ελαια · 25ου γαρ θελω υμας αγνοειν αδελφοι το μυστηριον τουτο ινα μη ητε εν εαυτοις φρονιμοι · οτι πωρωσις απο μερους τω ισραηλ γεγονεν αχρι ου το πληρωμα των εθνων εισελθη · 26και ουτως πας ισραηλ σωθησεται · καθως γεγραπται ηξει εκ σειων ο ρυομενος αποστρεψει ασεβειας απο ιακωβ · 27και αυτη αυτοις η παρ εμου διαθηκη οταν αφελωμαι τας αμαρτιας αυτων ·
Compare: Tischendorf 8th edition (1869)
21εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φείσεται. 22ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία, ἐπὶ δὲ σὲ χρηστότης θεοῦ, ἐὰν ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23κἀκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐνκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ θεὸς πάλιν ἐνκεντρίσαι αὐτούς. 24εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐνκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. 25Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ’ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, 26καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται, ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· 27καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
21For if God spared not the natural branches, take heed lest he also spare not thee. 22Behold therefore the goodness and severity of God: on them which fell, severity; but toward thee, goodness, if thou continue in his goodness: otherwise thou also shalt be cut off. 23And they also, if they abide not still in unbelief, shall be graffed in: for God is able to graff them in again. 24For if thou wert cut out of the olive tree which is wild by nature, and wert graffed contrary to nature into a good olive tree: how much more shall these, which be the natural branches, be graffed into their own olive tree? 25For I would not, brethren, that ye should be ignorant of this mystery, lest ye should be wise in your own conceits; that blindness in part is happened to Israel, until the fulness of the Gentiles be come in. 26And so all Israel shall be saved: as it is written, There shall come out of Sion the Deliverer, and shall turn away ungodliness from Jacob: 27For this is my covenant unto them, when I shall take away their sins.
Where on the image
Page from the NTVMR transcription (docID 20003): verses 28-36 on p. 1456, col. 3.
28κατα μεν το ευαγγελιον εχθροι δι υμας · κατα δε την εκλογην αγαπητοι δια τους πατερας · 29αμεταμελητα γαρ τα χαρισματα και η κλησις του θυ · 30ωσπερ γαρ υμεις ποτε ηπειθησατε τω θω νυνι δε ηλεηθητε τη τουτων απειθια . 31ουτως και ουτοι νυν ηπειθησαν τω υμετερω ελεει ινα και αυτοι νυν ελεηθωσιν · 32συνεκλεισεν γαρ ο θς τους παντας εις απειθιαν ινα τους παντας ελεηση · 33ω βαθος πλου · · του και σοφιας και γνωσεως θυ · ως ανεξεραυνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου · 34τις γαρ εγνω νουν κυ η τις συμβουλος αυτου εγενετο · 35η τις προεδωκεν αυτω και ανταποδοθησεται αυτω · 36οτι εξ αυτου και δι αυτου και εις αυτον τα παντα αυτω η δοξα εις τους αιωνας αμην ·
Compare: Tischendorf 8th edition (1869)
28κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας· 29ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ. 30ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, 31οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν· 32συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ. 33Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 34τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; 35ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; 36ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
28As concerning the gospel, they are enemies for your sakes: but as touching the election, they are beloved for the fathers’ sakes. 29For the gifts and calling of God are without repentance. 30For as ye in times past have not believed God, yet have now obtained mercy through their unbelief: 31Even so have these also now not believed, that through your mercy they also may obtain mercy. 32For God hath concluded them all in unbelief, that he might have mercy upon all. 33O the depth of the riches both of the wisdom and knowledge of God! how unsearchable are his judgments, and his ways past finding out! 34For who hath known the mind of the Lord? or who hath been his counsellor? 35Or who hath first given to him, and it shall be recompensed unto him again? 36For of him, and through him, and to him, are all things: to whom be glory for ever. Amen.
Cite
Sources
- Source: Codex Vaticanus page images + NTVMR transcription (CC BY 4.0) + Tischendorf 8th edition + KJV (holding institution)
- Critical edition: Codex Vaticanus transcription, NTVMR (INTF Münster, CC BY 4.0); Tischendorf 8th edition for comparison
← previous · → next · v cycle view · l back to library