2 Corinthians, Chapter 3
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 274.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1αρχομεθα παλιν εαυτουϲ ϲυνϊϲτανιν η μη χρηζομε ωϲ τινεϲ ϲυϲτατικων επιϲτολων προϲ υμαϲ η εξ υμων 2η επιϲτολη ημων ϋμειϲ εϲτε ενγεγραμμενη εν ταιϲ καρδιεϲ ϋμων γινωϲκομενη και αναγινωϲκομενη υπο παντων ανθρωπων 3φανερουμενοι οτι εϲτε επιϲτολη χυ διακονηθιϲα ϋφ ημων ενγεγραμ μενη ου μελανι αλλα πνι θυ ζωντοϲ ουκ εν πλαξι λιθιναιϲ αλλ εν πλαξιν καρδιαιϲ ϲαρκιναιϲ4πεποιθηϲιν δε τοιαυτην εχομεν δια του χυ προϲ τον θν 5ουχ οτι αφ εαυτων ϊκανοι εϲμε λογιϲαϲθαι τι ωϲ εξ εαυτων αλλ η ϊκανοτηϲ ημων εκ του θυ
Compare: Tischendorf 8th edition (1869)
1Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν; 2ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐνγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· 3φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐνγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις. 4πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. 5οὐχ ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ,
1Do we begin again to commend ourselves? or need we, as some others, epistles of commendation to you, or letters of commendation from you? 2Ye are our epistle written in our hearts, known and read of all men: 3Forasmuch as ye are manifestly declared to be the epistle of Christ ministered by us, written not with ink, but with the Spirit of the living God; not in tables of stone, but in fleshy tables of the heart. 4And such trust have we through Christ to God-ward: 5Not that we are sufficient of ourselves to think any thing as of ourselves; but our sufficiency is of God;
6οϲ και ϊκανωϲεν ημαϲ διακονουϲ καινηϲ διαθηκηϲ ου γραμματοϲ αλλα πνϲ το γαρ γραμμα αποκτεννι το δε πνα ζωοποιει 7ει δε η διακονια του θυ εν γραμμαϲιν εντετυπωμενη λιθοιϲ εγενηθη εν δοξη ωϲτε μη δυναϲθε ατενιϲαι τουϲ ϋϊουϲ ιηλʼ ειϲ το προϲωπον μωϋϲεωϲ δια την δοξαν αυτου προϲωπου αυτου την καταργουμενην 8πωϲ ουδι μαλλον η διακονια του πνϲ εϲτε εν δοξη 9ει γαρ τη διακονια τηϲ κατακριϲεωϲ δοξα πολλω μαλλον περιϲϲευει η διακονια τηϲ δικεοϲυνηϲ δοξα 10και γαρ ου δεδοξαϲται το δεδοξαϲμενο εν τουτω τω μερει εινεκεν τηϲ υπερβαλλουϲηϲ δοξηϲ
Compare: Tischendorf 8th edition (1869)
6ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. 7εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, 8πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ. 10καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης.
6Who also hath made us able ministers of the new testament; not of the letter, but of the spirit: for the letter killeth, but the spirit giveth life. 7But if the ministration of death, written and engraven in stones, was glorious, so that the children of Israel could not stedfastly behold the face of Moses for the glory of his countenance; which glory was to be done away: 8How shall not the ministration of the spirit be rather glorious? 9For if the ministration of condemnation be glory, much more doth the ministration of righteousness exceed in glory. 10For even that which was made glorious had no glory in this respect, by reason of the glory that excelleth.
11ει γαρ το καταργουμενον δια δοξηϲ πολλω μαλλον το μενον εν δοξη 12εχοντεϲ ουν τοιαυτην ελπιδα πολλη παρρηϲια χρωμεθα 13και ου καθαπερ μωϋϲηϲ ετιθει καλυμμα επι το προϲωπον εαυτου προϲ το μη ατενιϲαι τουϲ ϋϊουϲ ιηλ ειϲ το τελοϲ του καταργουμενου 14αλλ επωρωθη τα νοηματα αυτων αχρι γαρ τηϲ ϲημερον ημεραϲ το αυτο καλυμμα επει τη αναγνωϲει τηϲ παλαιαϲ διαθηκηϲ μενει μη ανακαλυπτομενο οτι εν χω καταργειται 15αλλ εωϲ ϲημερον ηνικα αν αναγεινωϲκηται μωϋϲηϲ καλυμμα επι την καρδιαν αυτων κειται
Compare: Tischendorf 8th edition (1869)
11εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. 12Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, 13καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται· 15ἀλλ’ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
11For if that which is done away was glorious, much more that which remaineth is glorious. 12Seeing then that we have such hope, we use great plainness of speech: 13And not as Moses, which put a vail over his face, that the children of Israel could not stedfastly look to the end of that which is abolished: 14But their minds were blinded: for until this day remaineth the same vail untaken away in the reading of the old testament; which vail is done away in Christ. 15But even unto this day, when Moses is read, the vail is upon their heart.
16ηνικα δε εαν επιϲτρεψη προϲ κν περιαιρειται το καλυμμα 17ο δε κϲ το πνα εϲτιν ου δε το πνα κυ ελευθερια 18ημειϲ δε παντεϲ ανακεκαλυμμενω προϲωπω την δοξαν κυ κατοπτριζομενοι την αυτην εικονα μεταφορμορφουμεθα απο δοξηϲ ειϲ δοξα καθαπερ απο κυ πνϲ ˙
Compare: Tischendorf 8th edition (1869)
16ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐλευθερία. 18ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
16Nevertheless when it shall turn to the Lord, the vail shall be taken away. 17Now the Lord is that Spirit: and where the Spirit of the Lord is, there is liberty. 18But we all, with open face beholding as in a glass the glory of the Lord, are changed into the same image from glory to glory, even as by the Spirit of the Lord.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library