2 Thessalonians, Chapter 2
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 288.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ερωτωμεν δε υμαϲ αδελφοι ϋπερ τηϲ παρουϲιαϲ του κυ ημων ιυ χυ και ημων επιϲυναγωγηϲ επ αυτον 2ειϲ το μη ταχεωϲ ϲαλευθηναι υμαϲ απο του νοοϲ μηδε θροειϲθαι μητε δια πνϲ μητε δια λογου μητε δι επιϲτοληϲ ωϲ δι ημων ωϲ οτι ενεϲτηκεν η ημερα του κυ 3μη τιϲ ϋμαϲ εξαπατηϲη κατα μηδενα τροπον οτι εαν μη ελθη η αποϲταϲια πρωτο και αποκαλυφθη ο ανθρωποϲ τηϲ ανομιαϲ ο ϋϊοϲ τηϲ απωλειαϲ 4ο αντικειμενοϲ επι πατα λεγομενον θν η ϲεβαϲμα ωϲτε αυτον ειϲ τον ναον του θυ καθιϲαι αποδικνυντα εαυτον οτι εϲτιν θϲ 5ου μνημονευετε οτι ετι ων προϲ ϋμαϲ ταυτα ελεγον ϋμιν
Compare: Tischendorf 8th edition (1869)
1Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτόν, 2εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου. 3μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, 4ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός. 5Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;
1Now we beseech you, brethren, by the coming of our Lord Jesus Christ, and by our gathering together unto him, 2That ye be not soon shaken in mind, or be troubled, neither by spirit, nor by word, nor by letter as from us, as that the day of Christ is at hand. 3Let no man deceive you by any means: for that day shall not come, except there come a falling away first, and that man of sin be revealed, the son of perdition; 4Who opposeth and exalteth himself above all that is called God, or that is worshipped; so that he as God sitteth in the temple of God, shewing himself that he is God. 5Remember ye not, that, when I was yet with you, I told you these things?
6και νυν το κατεχο οιδαται ειϲ το αποκαλυφθηναι αυτο εν τω αυτου καιρω 7το γαρ μυϲτηριον ηδη γαρ ενεργειται τηϲ ανομιαϲ μονον ο κατεχων αρτι εωϲ εκ μεϲου γενηται 8και τοτε αποκαλυφθηϲεται ο ανομοϲ ον ο κϲ ιϲ αναλοι τω πνι του ϲτοματοϲ αυτου και καταργηϲει τη επιφανεια τηϲ παρουϲιαϲ αυτου 9ου εϲτιν η παρουϲια κατ ενεργιαν του ϲατανα εν παϲη δυναμι και ϲημιοιϲ και τεραϲιν ψευδουϲ 10και εν παϲη απατη αδικιαϲ τοιϲ απολλυμενοιϲ ανθ ων την αγαπη τηϲ αληθειαϲ ουκ εδεξαντο ειϲ το ϲωθηναι αυτουϲ
Compare: Tischendorf 8th edition (1869)
6καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ. 7τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. 8καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, 9οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους 10καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς.
6And now ye know what withholdeth that he might be revealed in his time. 7For the mystery of iniquity doth already work: only he who now letteth will let, until he be taken out of the way. 8And then shall that Wicked be revealed, whom the Lord shall consume with the spirit of his mouth, and shall destroy with the brightness of his coming: 9Even him, whose coming is after the working of Satan with all power and signs and lying wonders, 10And with all deceivableness of unrighteousness in them that perish; because they received not the love of the truth, that they might be saved.
11και δια τουτο πεμπει αυτοιϲ ο θϲ ενεργειαν πλανηϲ ειϲ το πιϲτευϲαι αυτουϲ τω ψευδει 12ϊνα κριθωϲιν απαντεϲ οι μη πιϲτευϲαντεϲ τη αληθεια αλλα ευδοκηϲαντεϲ τη αδικεια · 13ημειϲ δε οφιλομε ευχαριϲτιν τω θω παντοτε περι ϋμων αδελφοι ηγαπημενοι υπο του κυ οτι ειλατο ημαϲ ο θϲ απ αρχηϲ ειϲ ϲωτηριαν εν αγιαϲμω πνϲ και πιϲτι αληθειαϲ 14ειϲ ο και εκαλεϲεν υμαϲ δια του ευαγγελιου ϋμων ειϲ περιποιηϲιν δοξηϲ του κυ ημων ιυ χυ 15αρα ουν αδελφοι ϲτηκετε και κρατειτε ταϲ παραδοϲειϲ αϲ εδιδαχθητε ειτε δια λογου ειτε δι επιϲτοληϲ ημω
Compare: Tischendorf 8th edition (1869)
11καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, 12ἵνα κριθῶσιν ἅπαντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ. 13Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, 14εἰς ὃ καὶ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 15ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν.
11And for this cause God shall send them strong delusion, that they should believe a lie: 12That they all might be damned who believed not the truth, but had pleasure in unrighteousness. 13But we are bound to give thanks alway to God for you, brethren beloved of the Lord, because God hath from the beginning chosen you to salvation through sanctification of the Spirit and belief of the truth: 14Whereunto he called you by our gospel, to the obtaining of the glory of our Lord Jesus Christ. 15Therefore, brethren, stand fast, and hold the traditions which ye have been taught, whether by word, or our epistle.
16αυτοϲ δε ο κϲ ημω ιϲ χϲ ο θϲ ο πατηρ ημων και δουϲ παρακληϲιν αιωνιαν και ελπιδα αγαθην εν χαριτι 17παρακαλεϲαι ταϲ καρδιαϲ υμων και ϲτηριξαι εν παντι εργω και λογω αγαθω
Compare: Tischendorf 8th edition (1869)
16αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ θεὸς ὁ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.
16Now our Lord Jesus Christ himself, and God, even our Father, which hath loved us, and hath given us everlasting consolation and good hope through grace, 17Comfort your hearts, and stablish you in every good word and work.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library