2 Thessalonians, Chapter 3
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 288.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1το λοιπον προϲευχεϲθαι αδελφοι περι ημων ϊνα ο λογοϲ του κυ τρεχη και δοξαζηται καθωϲ και προϲ ϋμαϲ 2και ϊνα ρυϲθωμε απο των ατοπων και πονηρων ανθρωπων ου γαρ πατων η πιϲτιϲ · 3πιϲτοϲ δε ο κϲ εϲτι οϲ ϲτηριξει υμαϲ και φυλαξει απο του πονηρου 4πεποιθαμεν δε εν κω εφ υμαϲ οτι α παραγγελλομε ποιειτε και ποιηϲετε 5ο δε κϲ κατευθυναι ϋμων ταϲ καρδιαϲ ειϲ την αγαπην του θυ και ειϲ την υπομονην του χυ
Compare: Tischendorf 8th edition (1869)
1Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς, 2καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. 3πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. 4πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν ποιεῖτε καὶ ποιήσετε. 5ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.
1Finally, brethren, pray for us, that the word of the Lord may have free course, and be glorified, even as it is with you: 2And that we may be delivered from unreasonable and wicked men: for all men have not faith. 3But the Lord is faithful, who shall stablish you, and keep you from evil. 4And we have confidence in the Lord touching you, that ye both do and will do the things which we command you. 5And the Lord direct your hearts into the love of God, and into the patient waiting for Christ.
6παραγγελλομεν δε ϋμιν αδελφοι εν ονοματι του κυ ημων ιυ χυ ϲτελλεϲθαι ϋμαϲ απο παντοϲ αδελφου ατακτωϲ περιπατουτοϲ και μη κατα τη παραδοϲιν ην παρελαβοϲαν παρ ημων 7αυτοι γαρ οιδαται πωϲ δει μιμιϲθαι ημαϲ οτι ουκ ητακτηϲαμεν εν υμιν 8ουδε δωρεαν αρτον εφαγομεν παρα τινοϲ αλλα εν κοπω και μοχθω νυκτοϲ και ημεραϲ εργαζομενοι προϲ το μη επιβαρηϲαι τινα υμων 9ουχ οτι ουκ εχομεν εξουϲιαν αλλ ινα εαυτουϲ τυπον δωμε ϋμιν ειϲ το μιμιϲθαι ημαϲ 10και γαρ οτε ημεν προϲ ϋμαϲ παρηγγελλομεν ϋμιν οτι ει τιϲ ου θελει εργαζεϲθε μηδε εϲθιετω
Compare: Tischendorf 8th edition (1869)
6Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ’ ἡμῶν. 7αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν 8οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· 9οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. 10καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω.
6Now we command you, brethren, in the name of our Lord Jesus Christ, that ye withdraw yourselves from every brother that walketh disorderly, and not after the tradition which he received of us. 7For yourselves know how ye ought to follow us: for we behaved not ourselves disorderly among you; 8Neither did we eat any man’s bread for nought; but wrought with labour and travail night and day, that we might not be chargeable to any of you: 9Not because we have not power, but to make ourselves an ensample unto you to follow us. 10For even when we were with you, this we commanded you, that if any would not work, neither should he eat.
11ακουομεν γαρ τιναϲ περιπατουνταϲ εν υμιν ατακτωϲ μηδεν εργαζομενουϲ αλλα περιεργαζομενουϲ 12τοιϲ δε τοιουτοιϲ παραγγελλομεν και παρακαλουμε εν κω ιυ χω ϊνα μετα ηϲυχιαϲ εργαζομενοι τον εαυτων αρτον εϲθιωϲιν 13ϋμειϲ δε αδελφοι μη εγκακηϲητε καλοποιουντεϲ 14ει δε τιϲ ουχ υπακουει τω λογω ημω δια τηϲ επιϲτοληϲ τουτον ϲημιουϲθαι μη ϲυναναμιγνυϲθαι αυτω ινα εντραπη 15και μη ωϲ εχθρον ηγειϲθε αλλα νουθετιται ωϲ αδελφον
Compare: Tischendorf 8th edition (1869)
11ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους· 12τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. 13ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐγκακήσητε καλοποιοῦντες. 14εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· 15καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
11For we hear that there are some which walk among you disorderly, working not at all, but are busybodies. 12Now them that are such we command and exhort by our Lord Jesus Christ, that with quietness they work, and eat their own bread. 13But ye, brethren, be not weary in well doing. 14And if any man obey not our word by this epistle, note that man, and have no company with him, that he may be ashamed. 15Yet count him not as an enemy, but admonish him as a brother.
16αυτοϲ δε ο κϲ τηϲ ειρηνηϲ δωη ϋμιν την ειρηνη δια παντοϲ εν πατι τροπω ο κϲ μετα παντων ϋμων 17ο αϲπαϲμοϲ τη εμη χειρι παυλου ο εϲτιν ϲημιον εν παϲη επιϲτολη ουτωϲ γραφω 18η χαριϲ του κυ ημων ιυ χυ μετα παντων ϋμων
Compare: Tischendorf 8th edition (1869)
16αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διαπαντὸς ἐν παντὶ τρόπῳ. ὁ κύριος μετὰ πάντων ὑμῶν. 17Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω. 18ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.
16Now the Lord of peace himself give you peace always by all means. The Lord be with you all. 17The salutation of Paul with mine own hand, which is the token in every epistle: so I write. 18The grace of our Lord Jesus Christ be with you all. Amen.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library