Acts, Chapter 11
Introduction
This entry meets the strict three-criteria standard of the Theosis Library:
- Manuscript scan: The actual folio of Codex Sinaiticus containing this passage, from the Codex Sinaiticus Project (codexsinaiticus.org). Library folio reference: 305.
- Original text: The Codex Sinaiticus Project's verbatim transcription of the folio shown, letter for letter as the scribe wrote it (no accents, lunate sigma ϲ, nomina sacra such as θϲ for θεός and κϲ for κύριος). Beneath it, for comparison, the reading of Tischendorf's 8th critical edition (1869). Where the two differ, the transcription is what the manuscript actually says.
- English translation: The King James Version (1611), retrieved verbatim from the public-domain bible-api.com endpoint.
How was this verified? (Provenance)
1ηκουϲαν δε οι αποϲτολοι και οι αδελφοι οι οντεϲ κατα την ϊουδαιαν οτι και τα εθνη εδεξαντο τον λογον του θυ 2οτε δε ανεβη πετροϲ ειϲ ϊηλμ διεκρινοτο προϲ αυτον οι εκ περιτομηϲ 3λεγοντεϲ οτι ειϲηλθεϲ προϲ ανδραϲ ακροβυϲτιαν εχονταϲ και ϲυνεφαγεϲ αυτοιϲ 4αρξαμενοϲ δε πετροϲ εξετιθετο αυτοιϲ καθεξηϲ λεγων 5εγω ημην εν πολι ιοππη και ειδον εν εκϲταϲι οραμα καταβαινον ϲκευοϲ τι ωϲ οθονην μεγαλην τεϲϲαρϲιν αρχαιϲ καθιεμενην εκ του ουρανου και ηλθεν αχρι εμου 6ειϲ ην ατενιϲαϲ κατενοου και ειδον τα τετραποδα τηϲ γηϲ και τα θηρια και τα πετα και τα πετινα του ουρανου · 7ηκουϲα δε και φωνηϲ λεγουϲηϲ μοι · αναϲταϲ πετρε θυϲον και φαγε · 8ειπον δε μηδαμωϲ κε οτι κοινον η ακαθαρτο ουδεποτε ειϲηλθεν ειϲ το ϲτομα μου ·
Compare: Tischendorf 8th edition (1869)
1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. 2ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἱερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς 3λέγοντες ὅτι εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς. 4ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, 5ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· 6εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 7ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 8εἶπον δέ, μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
1And the apostles and brethren that were in Judaea heard that the Gentiles had also received the word of God. 2And when Peter was come up to Jerusalem, they that were of the circumcision contended with him, 3Saying, Thou wentest in to men uncircumcised, and didst eat with them. 4But Peter rehearsed the matter from the beginning, and expounded it by order unto them, saying, 5I was in the city of Joppa praying: and in a trance I saw a vision, A certain vessel descend, as it had been a great sheet, let down from heaven by four corners; and it came even to me: 6Upon the which when I had fastened mine eyes, I considered, and saw fourfooted beasts of the earth, and wild beasts, and creeping things, and fowls of the air. 7And I heard a voice saying unto me, Arise, Peter; slay and eat. 8But I said, Not so, Lord: for nothing common or unclean hath at any time entered into my mouth.
9απεκριθη δε φωνη εκ δευτερου εκ του ουρανου · α ο θϲ εκαθαριϲεν ϲυ μη κοινου 10τουτο δε εγενετο επι τριϲ και ανεϲπαϲθη παλιν απαντα ειϲ τον ουρανον 11και ϊδου εξαυτηϲ τριϲ ανδρεϲ επεϲτηϲα επι την οικιαν εν η ημεν · απεϲταλμενοι απο καιϲαριαϲ προϲ εμε ·12ειπεν δε το πνα μοι ϲυνελθιν αυτοιϲ μηδεν διακρινοτα ηλθον δε ϲυν εμοι και οι εξ αδελφοι ουτοι και ειϲηλθομεν ειϲ τον οικον του ανδροϲ 13απηγγειλεν δε ημιν πωϲ ειδεν τον αγγελον εν τω οικω αυτου ϲταθετα και ειποντα αποϲτιλον ειϲ ϊοππην και μεταπεμψαι ϲιμωνα τον επικαλουμενον πετρον 14οϲ λαληϲι ρηματα προϲ ϲε εν οιϲ ϲωθηϲη ϲυ και παϲ ο οικοϲ ϲου · 15εν δε τω αρξαϲθαι με λαλιν επεπεϲε το πνα το αγιον επ αυτουϲ ωϲπερ κ(αι) εφ ημαϲ εν αρχη 16εμνηϲθην δε του ρηματοϲ του κυ ωϲ ελεγεν · ϊωαννηϲ μεν εβαπτιϲεν ϋδατι ϋμειϲ δε βαπτιϲθηϲεϲθαι εν πνι αγιω ·
Compare: Tischendorf 8th edition (1869)
9ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. 10τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν. 11καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρίας πρός με. 12εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· 13ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, 14ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. 15ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ. 16ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
9But the voice answered me again from heaven, What God hath cleansed, that call not thou common. 10And this was done three times: and all were drawn up again into heaven. 11And, behold, immediately there were three men already come unto the house where I was, sent from Caesarea unto me. 12And the spirit bade me go with them, nothing doubting. Moreover these six brethren accompanied me, and we entered into the man’s house: 13And he shewed us how he had seen an angel in his house, which stood and said unto him, Send men to Joppa, and call for Simon, whose surname is Peter; 14Who shall tell thee words, whereby thou and all thy house shall be saved. 15And as I began to speak, the Holy Ghost fell on them, as on us at the beginning. 16Then remembered I the word of the Lord, how that he said, John indeed baptized with water; but ye shall be baptized with the Holy Ghost.
17ει ουν την ϊϲην δωρεαν δεδωκεν αυτοιϲ ο θϲ ωϲ και ημιν πιϲτευϲαϲι επι τον κν ιν χν εγω τιϲ ημην δυνατοϲ κωλυϲαι το θν 18ακουϲαντεϲ δε ταυτα ηϲυχαϲαν και εδοξαϲαν τον θν λεγοντεϲ αρα και τοιϲ εθνεϲιν ο θϲ την μετανοιαν ειϲ ζωην εδωκε 19οι μεν ουν διαϲπαρεντεϲ απο τηϲ θλιψεωϲ τηϲ γενομενηϲ επι ϲτεφανω διηλθον εωϲ φοινικηϲ και κυπρου και αντιοχιαϲ μηδενι λαλουτεϲ τον λογον ει μη μονον ϊουδαιοι 20ηϲαν δε τινεϲ εξ αυτων ανδρεϲ κυπριοι και κυρηναιοι οιτινεϲ ελθοντεϲ ειϲ αντιοχιαν ελαλουν και προϲ τουϲ ευαγγελιϲταϲ ευαγγελιζομενοι το κν ιν 21και ην χειρ κυ μετ αυτων · πολυϲ τε αριθμοϲ ο πιϲτευϲαϲ επεϲτρεψεν επι τον κν · 22ηκουϲθη δε ο λογοϲ ειϲ τα ωτα τηϲ εκκληϲιαϲ τηϲ ουϲηϲ εν ϊερουϲαλημ περι αυτων και εξαπεϲτιλαν βαρναβαν εωϲ αντιοχειαϲ 23οϲ παραγενομενοϲ και ϊδων την χαριν την του θυ εχαρη και παρεκαλει πανταϲ τη προθεϲει τηϲ καρδιαϲ προϲμενιν τω κω 24οτι ανηρ η αγαθοϲ και πληρηϲ πνϲ αγιου και πιϲτεωϲ και προϲετεθη οχλοϲ ϊκανοϲ τω κω
Compare: Tischendorf 8th edition (1869)
17εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; 18ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν. 19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. 21καὶ ἦν χεὶρ κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. 22Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἱερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως Ἀντιοχείας· 23ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ, 24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
17Forasmuch then as God gave them the like gift as he did unto us, who believed on the Lord Jesus Christ; what was I, that I could withstand God? 18When they heard these things, they held their peace, and glorified God, saying, Then hath God also to the Gentiles granted repentance unto life. 19Now they which were scattered abroad upon the persecution that arose about Stephen travelled as far as Phenice, and Cyprus, and Antioch, preaching the word to none but unto the Jews only. 20And some of them were men of Cyprus and Cyrene, which, when they were come to Antioch, spake unto the Grecians, preaching the Lord Jesus. 21And the hand of the Lord was with them: and a great number believed, and turned unto the Lord. 22Then tidings of these things came unto the ears of the church which was in Jerusalem: and they sent forth Barnabas, that he should go as far as Antioch. 23Who, when he came, and had seen the grace of God, was glad, and exhorted them all, that with purpose of heart they would cleave unto the Lord. 24For he was a good man, and full of the Holy Ghost and of faith: and much people was added unto the Lord.
25εξηλθεν δε ειϲ ταρϲον αναζητηϲαι ϲαυλον 26και ευρω ηγαγεν ειϲ αντιοχιαν εγενετο δε αυτοιϲ και ενιαυτον ολο ϲυναχθηναι εν τη εκκληϲια και διδαξαι οχλον ϊκανον χρηματιϲαι τε πρωτωϲ εν αντιοχια τουϲ μαθηταϲ χρηϲτιανουϲ 27εν ταυταιϲ δε ταιϲ ημεραιϲ κατηλθον απο ϊεροϲολυμω προφηται ειϲ αντιοχειαν 28αναϲταϲ δε ειϲ εξ αυτων ονοματι αγαβοϲ εϲημανε δια του πνϲ λιμο μεγαλην μελλι εϲεϲθαι εφ ολην την οικουμενη ητιϲ εγενετο επι κλαυδιου 29των δε μαθητων καθωϲ ευποριτο τιϲ ωριϲαν εκαϲτοϲ αυτων ειϲ διακονιαν πεμψαι τοιϲ κατοικουϲιν εν τη ϊουδαια αδελφοιϲ 30ο και ο εποιηϲαν αποϲτιλαντεϲ προϲ τουϲ πρεϲβυτερουϲ δια χειροϲ βαρναβα και ϲαυλου ·
Compare: Tischendorf 8th edition (1869)
25ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. 26ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. 27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου. 29τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
25Then departed Barnabas to Tarsus, for to seek Saul: 26And when he had found him, he brought him unto Antioch. And it came to pass, that a whole year they assembled themselves with the church, and taught much people. And the disciples were called Christians first in Antioch. 27And in these days came prophets from Jerusalem unto Antioch. 28And there stood up one of them named Agabus, and signified by the spirit that there should be great dearth throughout all the world: which came to pass in the days of Claudius Caesar. 29Then the disciples, every man according to his ability, determined to send relief unto the brethren which dwelt in Judaea: 30Which also they did, and sent it to the elders by the hands of Barnabas and Saul.
Cite
Source & Cross-References
- Source text: Codex Sinaiticus folio + transcription (codexsinaiticus.org) + Tischendorf 8th edition (bolls.life) + KJV (bible-api.com) — view original
- Critical edition: Tischendorf 8th edition (1869) / Codex Sinaiticus transcription
← previous · → next · v cycle view · l back to library